εὐχομένων, ὡς αἱ τῶν ἀποστόλων Πράξεις ἱστορήκασι. ∆ῆλον ὡς καὶ τοὐναντίον ἵστησι πίστις τὰ σαλευόμενα, οἷον καὶ ποταμίου ῥεύματος ὀξυτάτην φορὰν, καὶ δρόμον ἄπαυστον τῶν ἐν οὐρανῷ κινουμένων φωστήρων. (B f. 162 b) Ἐκείνῳ μέντοι προσεκτέον ἀσφαλῶς, ὡς οὐ κενὴν ἔκπληξιν, οὐδὲ μάταιον θαῦμα κινεῖ ὁ Θεὸς, ἀλλὰ πόῤῥω ταῦτα τῆς θείας οὐσίας, τῆς ἀτύ φου καὶ ἀκομπάστου καὶ πάντως ἀληθινῆς, πρὸς ὠφέλειαν δὲ πάντως καὶ σωτηρίαν τῶν ἀνθρώπων. Ταῦτα δὲ λέγω πρὸς τὸ μηδένα ζητεῖν περὶ τῆς θείας δυνάμεως ἀνωφελεῖς εἰ τύχῃ κινήσεις στοι χείων, ἢ μεταθέσεις ὀρῶν ἢ φυτῶν· μηδὲ ἀσεβεῖν, ὡς τοῦ λόγου ψευδοῦς ὄντος εἰ μὴ ταῦτα οὕτως γέ νοιτο· μηδ' αὖ περὶ τὴν πίστιν ἀσθένειαν νομίζειν εἰ μὴ ταῦτα ἰσχύει· ἀλλ' ἔστω τὸ χρήσιμον τὸ πρὸς ὠφέλειαν ἀληθινὴν, καὶ ἡ δύναμις οὐκ ἀπολεί ψεται. 9Τίς δὲ ἐξ ὑμῶν δοῦλον ἔχων ἀροτριῶντα ἢ ποιμαίνοντα;9 (A f. 231 b, E f.143 b) Ἐν τοῖς ἤδη παρῳχηκόσι πολὺς αὐτῷ καὶ μακρὸς συμπεπέρασται λόγος, τὰς τῆς εὐδοκιμήσεως καταδεικνύντι τρίβους, καὶ τῆς ἀνεπιπλήκτου ζωῆς ἐμφανίζοντι τὰ αὐχήματα· ἵνα δι' αὐτῶν ἐρχόμενοι, καὶ πρὸς πᾶν ὁτιοῦν τῶν τεθαυ μασμένων ἐπὶ πολλῇ προθυμίᾳ βαδίζοντες, εἰς τὸ βραβεῖον τῆς ἄνω κλήσεως καταντήσωμεν. Ἀλλ' ἐπειδὴ πέφυκέ πως ἀεὶ ὁ ἀνθρώπινος νοῦς καταφέ ρεσθαι εἰς φιλοδοξίαν, καὶ τὴν εἰς τοῦτο ῥοπὴν ἑτοι μότατα νοσεῖν· ἀφορμὴ δὲ τοῦ πάθους αὐτῷ γίνεται πολλάκις τὸ ἐπί τισι τῶν ἀρίστων ἀνδραγαθημάτων εὐδοκιμῆσαι παρὰ Θεῷ· παγχάλεπον δὲ τοῦτο καὶ Θεῷ κατεστυγημένον· καταφέρει γὰρ εἰς τοῦτο γνώμης ἔσθ' ὅτε τινὰς ὁ ἀρχέκακος δράκων, ὡς οἴεσθαι τάχα που, καὶ ὀφείλειν αὐτοῖς τὸν Θεὸν τὰς ἀνωτάτω τιμὰς, ὅταν εὐκλεᾶ καὶ εὐδόκιμον ἔχωσι τὴν ζωήν· ἵνα τῶν τοιούτων ἡμᾶς ἀπαλλάξῃ παθῶν, ὡς ἐν τάξει παραδείγματος τῶν προκειμένων ἀνα γνωσμάτων τὴν δύναμιν ποιεῖται. ∆ιδάσκει γὰρ διὰ τούτων, ὅτι τῆς δεσποτικῆς ἐξουσίας ἡ δύναμις, ὡς ὄφλημα πανταχοῦ παρὰ τῶν οἰκετῶν ζητεῖ τὴν ὑπο ταγήν. Οὐ γὰρ χάριν, φησὶν, ὁμολογήσει ὁ δεσπότης τῷ οἰκέτῃ, κἂν εἰ γένοιτο παρ' αὐτοῦ πᾶν ὅπερ ἔδει γενέσθαι, κατά γε τὸ τῆς δουλείας πρέπον. Ἐνταῦθά μοι βλέπε καὶ εἰς φιλεργίαν ἀκονωμέ νους τοὺς μαθητὰς, ἤγουν ἅπαντας τοὺς ὑπὸ σκῆπτρα κειμένους τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, καὶ οὐχ ὡς χάριν νέμοντας αὐτῷ τὴν δουλείαν, ἀλλ' ὡς ὄφλημα κατατιθέντας τὸ πρέπον οἰκέταις, τὴν ὑπο ταγήν· ἀναιρεῖται δὲ διὰ τούτου, καὶ τῆς ἐπαράτου φιλοδοξίας ἡ νόσος· εἰ γὰρ ὀφειλόμενα ποιεῖς, τί μέγα φρονεῖς; οὐχ ὁρῶν ὡς μὴ πληρώσαντι μὲν τὸ ὀφειλόμενον, κίνδυνος· πληροῦντι δὲ, χάρις οὐδεμία. Ὅπερ καλῶς συνεὶς καὶ μεμαθηκὼς ὁ θαυμάσιος οἰκέτης Παῦλος· "Ἐὰν εὐαγγελίζωμαι, φησὶν, οὐκ ἔστι μοι καύχημα· ἀνάγκη γάρ μοι ἐπίκειται. Οὐαὶ δέ μοι, ἐὰν μὴ εὐαγγελίζωμαι." Καὶ πάλιν· "Ὀφει 72.837 λέτης εἰμὶ, φησὶ, τοῦ κηρύγματος τῆς διδασκαλίας, Ἕλλησί τε καὶ βαρβάροις, σοφοῖς τε καὶ ἀνοήτοις." Εἰ γέγονας τοίνυν εὐδόκιμος, καὶ τὰς θείας τετήρη κας ἐντολὰς, καὶ ὑπήκουσας τοῦ ∆εσπότου, μὴ ἀπαί τει Θεὸν ὡς ὄφλημα τὰς τιμὰς, πρόσιθι δὲ μᾶλλον τὰ ἐκ φιλοτιμίας αἰτῶν· ἐννόησον ὅτι οἱ καθ' ἡμᾶς δεσπόται οὐχ ὁμολογοῦσι χάριν, ὅταν τινὲς τῶν οἰ κετῶν τὴν τεταγμένην αὐτοῖς ἀποπεραίνωσι θερα πείαν, ἐκ φιλοτιμίας δὲ πολλάκις τὰς τῶν γνησίων εὐνοίας ἀνακτώμενοι, ἁδροτέραν αὐτοῖς τὴν προθυ μίαν τίκτουσιν. Οὕτω καὶ ὁ Θεὸς ἀπαιτεῖ μὲν ἡμᾶς τὴν δουλείαν, λόγῳ τῆς δεσποτείας χρώμενος· ἐπει δὴ δέ ἐστιν ἀγαθὸς καὶ φιλότιμος, καὶ γέρα τοῖς κά μνουσιν ἐπαγγέλλεται· ὑπερνήχεται δὲ τοὺς ἱδρῶτας τῶν ὑποζευγμένων, τῆς φιλοτιμίας τὸ μέγεθος. Καὶ πιστώσεται γράφων Παῦλος· "Οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ, πρὸς τὴν μέλλουσαν δόξαν ἀποκα λυφθῆναι εἰς ἡμᾶς." Καὶ οἰκέτας ὄντας, υἱοὺς ὀνο μάζει, καὶ τῇ πρεπούσῃ τέκνοις τιμῇ στεφανοῖ. Ὅρα δὲ ὅτι πρῶτον τὴν ἑαυτοῦ σάρκα ἀρόσαντα, οὕτω χρὴ ἀλλήλους ποιμαίνειν. "Ὃς γὰρ οἰκίας καλῶς οὐκ οἶδε