προστῆναι, πῶς Ἐκκλησίας ἐπιμεληθήσεται;" 9Ἀπήντησαν αὐτῷ δέκα λεπροὶ ἄνδρες.9 (A f. 232, E f.143 b) Πάλιν ἡμῖν τὴν ἑαυτοῦ δόξαν ἐμφανῆ καθίστησιν ὁ Σωτὴρ, καὶ διὰ τῆς θεοπρεποῦς μεγαλουργίας ἔρχεται σαγηνεύων εἰς πίστιν τὸν ἀκάρδιον Ἰσραήλ. Ἀλλ' ἦν καὶ οὗτος σκληρός τε καὶ ἀπειθής. Εἶτα, ποῖος αὐτοῖς ἐπικουρήσει λόγος ἐν ἡμέρᾳ τῆς κρίσεως, τὴν διὰ Χριστοῦ σωτηρίαν οὐκ ἀνασχομένοις λαβεῖν; καὶ μάλιστα, ὅτι αὐτήκοοι γεγόνασι τῶν παρ' αὐτοῦ λόγων, καὶ θεωροὶ τῶν πα ραδόξων καὶ ὑπὲρ λόγων ἐνεργημάτων. Καὶ γοῦν ἔφη περὶ αὐτῶν· "Εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον." Καὶ πάλιν· "Εἰ μὴ τὰ ἔργα ἐποίησα ἐν αὐτοῖς, ἃ οὐδεὶς ἄλλος ἐποίησεν, ἁμαρτίαν οὐκ εἶχον, νῦν δὲ καὶ ἑωράκασι καὶ ἐμὲ καὶ τὸν Πα τέρα μου." Ἀπόδειξις ἔσται σαφὴς ὧν ἔφην ἀρτίως, ἡ τῶν λεπρῶν διακάθαρσις. Οὗτοι γὰρ πόλεών τε καὶ κωμῶν ἀπελαυνόμενοι ὡς ἀκάθαρτοι, κατὰ τὸν Μωϋ σέως νόμον.(A f. 232 b) Ταῦτα μὲν οὖν ἰκανῶς, ὡς οἶμαι, προείρηται· οἵ γε μὴν λεπροὶ ὑπαντή σαντες τῷ Σωτῆρι, ἐλιπάρουν ἀπαλλάττεσθαι τοῦ κακοῦ, ἐπιστάτην ὠνόμαζον, τουτέστι διδάσκα λον.(A f. 232 b) Οὐκ ἠλέει τις αὐτοὺς παθόντας τὴν νόσον· ὁ δὲ ταύτης ἕνεκα τῆς αἰτίας ὀφθεὶς ἐπὶ γῆς, καὶ γενόμενος ἅνθρωπος ἵνα πάντας ἐλεήσῃ, αὐτὸς ἐσπλαγχνίσθη καὶ ᾤκτειρεν. 9Εἶπεν αὐτοῖς· Πορευθέντες ἐπιδείξατε ἑαυτοὺς τοῖς ἱερεῦσι.9 (A f. 232 b, E f.143 b) Καὶ διὰ τί μὴ μᾶλλον ἔφη· Θέλω, καθαρίσθητε, καθὰ καὶ ἐφ' ἑτέρου λεπροῦ, προστέταχε δὲ μᾶλλον ἑαυτοὺς ἐπιδεῖξαι τοῖς ἱερεῦσι; Νόμος ἐκάλει πρὸς τοῦτο πάλιν τοὺς τῆς λέπρας 72.840 ἀπηλλαγμένους· ἐκέλευε γὰρ ἑαυτοὺς ἐπιδεικνύειν τοῖς ἱερεῦσιν, καὶ θυσίαν προσάγειν ὑπὲρ τοῦ καθα ρισμοῦ. Ὡς οὖν ἤδη τεθεραπευμένους βαδίζειν ἐκέ λευσε, καὶ τρόπον τινὰ διαμαρτύρασθαι τοὺς ἱερέας, ἤτοι τοὺς Ἰουδαίων καθηγητὰς, τοὺς ἀεὶ βασκαίνον τας αὐτοῦ τῇ δόξῃ, ὅτι παρ' ἐλπίδα καὶ παραδόξως ἀπηλλάγησαν τοῦ κακοῦ, κατανεύσαντος αὐτοῖς τὴν ἴασιν τοῦ Χριστοῦ. Οὐκ ἐθεράπευσε πρῶτον, ἀλλ' ἔπεμψε πρὸς τοὺς ἱερέας, ἐπειδὴ οἱ ἱερεῖς τὰ τεκμή ρια ᾔδεισαν τῆς λέπρας, καὶ τοῦ πότε θεραπεύεται· ἔπεμψε πρὸς τοὺς ἱερέας, συνέπεμψε αὐτοῖς καὶ τὴν θεραπείαν. Περὶ τούτων μέντοι καὶ τίς ὁ νόμος τῆς λέ πρας, καὶ τίνα τὰ ὑπὲρ τοῦ καθαρισμοῦ, καὶ τί ἕκα στον τῶν νενομοθετημένων ἐβούλετο, ἐντελέστερον ἐν ἀρχῇ τῶν παρὰ τῷ Λουκᾷ θαυμάτων τοῦ Σωτῆρος, ἔνθα ὁ λεπρὸς τεθεράπευται, διεξήλθομεν. Κἀ κεῖσε παραπέμψαντες τοὺς φιλομαθεῖς, ἐπὶ τὰ ἑξῆς ἴωμεν. Καὶ οἱ μὲν ἐννέα, ἅτε Ἰουδαῖοι ὄντες, εἰς ἀχάριστον λήθην ἐμπεσόντες, οὐχ ὑπέστρεψαν δοῦναι δόξαν τῷ Θεῷ· ὅθεν σκληροκάρδιον καὶ ἀμνήμονα παντελῶς δεικνύει τὸν Ἰσραήλ. Ὁ δὲ ἀλλογενὴς, τουτέστιν, ὁ Σαμαρείτης, διὰ τὸ ἐξ Ἀσσυρίας κατ άγειν τὸ γένος ἀλλογενὴς (οὐ γὰρ μάτην λέγει, ἐν μέσῳ τῆς Σαμαρείας καὶ Γαλιλαίας), ὑπέστρεψε μετὰ φωνῆς μεγάλης δοξάζειν τὸν Θεόν· δεικνύει οὖν ὅτι Σαμαρεῖται εὐγνώμονες, Ἰουδαῖοι δὲ καὶ εὐεργητούμενοι ἀχαριστοῦσιν. 9Ἐπερωτηθεὶς δὲ ὑπὸ τῶν Φαρισαίων, πότε ἔρ χεται ἡ βασιλεία τοῦ Θεοῦ.9 (A f. 232 b, B f. 164, E f.144) Ὅτι ἥξει κατὰ καιροὺς ἐν εἴδει τῷ καθ' ἡμᾶς ὁ Κύριος, προεκήρυτ τον οἱ προφῆται, καὶ τετέλεσται· ἐπέφανε γὰρ τοῖς ἐπὶ γῆς, μορφὴν δούλου λαβὼν, ὢν δὲ καὶ οὕτως ἐν κυριότητι φυσικῇ, καὶ ἐν ἐξουσίᾳ καὶ δόξῃ τῇ θεο πρεπεῖ. Τοιοῦτον γὰρ ἡμῖν αὐτὸν ἡ τῶν ἀποτελεσμά των ἔδειξε λαμπρότης. Ἀλλ' οὐ πεπίστευκας εἰς αὐ τὸν, ἀσύνετE. f. αρισαῖε, οὐ παραδέξω τὴν παρ' αὐτοῦ δικαίωσιν. Εἶτα πῶς ἐρωτᾷς πότε ἔρχεται ἡ βασιλεία τοῦ Θεοῦ; ∆ιαγελᾷ τοιγαροῦν τὸ σεπτὸν οὕτω καὶ ἀξιάγαστον ἀληθῶς μυστήριον. Ἐπειδὴ γὰρ ὁ τῶν ὅλων Σωτὴρ ἐν τοῖς πρὸς ἅπαντας λόγοις, διεμέμνητο πανταχοῦ τῆς βασιλείας τοῦ Θεοῦ, διὰ τοῦτο κατα μειδιῶνται οἱ τάλανες· ἢ τάχα που καὶ εἰς νοῦν ἔχον τες ὅτι τὸν ἐπὶ ξύλου θάνατον ὑπομενεῖ, ταῖς αὐτῶν δυστροπίαις σεσαγηνευμένος εἰς τοῦτο, κατειρωνεύ ονται καί φασι· "Πότε