1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

129

ἀναπεπταμένως, τοὺς δὲ νῦν λόγους ἐξηγητὰς ἐκείνων γεγονέναι, μαρτυρίοις πιστωσαμένους τὰς δόξας ταύτας παλαιὰς εἶναι τοῖς αὐτοῦ Πλάτωνος γράμμασι.» 11.17.11 Ταῦτα μὲν ὁ Πλωτῖνος· ὁ δὲ Νουμήνιος τὰ Πλάτωνος πρεσβεύων ἐν τοῖς Περὶ τἀγαθοῦ τάδε καὶ αὐτὸς περὶ τοῦ δευτέρου αἰτίου λέγων διερμηνεύει·

11.18.1 ιθʹ. ΝΟΥΜΗΝΙΟΥ ΠΕΡΙ ΤΟΥ ∆ΕΥΤΕΡΟΥ ΑΙΤΙΟΥ

«Τὸν μέλλοντα δὲ συνήσειν θεοῦ πέρι πρώτου καὶ δευτέρου χρὴ πρότερον διελέσθαι ἕκαστα ἐν τάξει καὶ ἐν εὐθημοσύνῃ τινὶ κἄπειτα ἐπὰν δοκῇ ἤδη εὖ ἔχειν, τότε καὶ δεῖ ἐπιχειρεῖν εἰπεῖν κοσμίως, ἄλλως δὲ μή, ἢ τῷ πρωϊαίτερον πρὶν τὰ πρῶτα γενέσθαι ἁπτομένῳ σποδὸς ὁ θησαυρὸς γίνεσθαι λέ11.18.2 γεται. μὴ δὴ πάθωμεν ἡμεῖς ταὐτόν· θεὸν δὲ προσκαλεσάμενοι ἑαυτοῦ γνώμονα γενόμενον τῷ λόγῳ δεῖξαι θησαυρὸν φροντίδων, ἀρχώμεθα οὕτως· 11.18.3 εὐκτέον μὲν ἤδη, διελέσθαι δὲ δεῖ. ὁ θεὸς ὁ μὲν πρῶτος ἐν ἑαυτοῦ ὤν ἐστιν ἁπλοῦς, διὰ τὸ ἑαυτῷ συγγιγνόμενος διόλου μή ποτε εἶναι διαιρετός· ὁ θεὸς μέντοι ὁ δεύτερος καὶ τρίτος ἐστὶν εἷς· συμφερόμενος δὲ τῇ ὕλῃ δυάδι οὔσῃ ἑνοῖ μὲν αὐτήν, σχίζεται δὲ ὑπ' αὐτῆς, ἐπιθυμητικὸν ἦθος ἐχούσης καὶ ῥεού11.18.4 σης. τῷ οὖν μὴ εἶναι πρὸς τῷ νοητῷ ἦν γὰρ ἂν πρὸς ἑαυτῷ διὰ τὸ τὴν 11.18.5 ὕλην βλέπειν ταύτης ἐπιμελούμενος ἀπερίοπτος ἑαυτοῦ γίνεται. καὶ 11.18.5 ἅπτεται τοῦ αἰσθητοῦ καὶ περιέπει ἀνάγει τε ἔτι εἰς τὸ ἴδιον ἦθος ἐπορεξάμενος τῆς ὕλης.» 11.18.6 Καὶ μεθ' ἕτερά φησι· «Καὶ γὰρ οὔτε δημιουργεῖν ἐστι χρεὼν τὸν πρῶτον καὶ τοῦ δημιουρ11.18.7 γοῦντος δὲ θεοῦ χρὴ εἶναι νομίζεσθαι πατέρα τὸν πρῶτον θεόν. εἰ μὲν οὖν περὶ τοῦ δημιουργικοῦ ζητοῖμεν, φάσκοντες δεῖν τὸν πρότερον ὑπάρξαντα οὕτως ἂν ποιεῖν ἔχειν διαφερόντως, ἐοικυῖα ἡ πρόσοδος αὕτη γεγονυῖα ἂν εἴη τοῦ λόγου· εἰ δὲ περὶ τοῦ δημιουργοῦ μή ἐστιν ὁ λόγος, ζητοῦμεν δὲ περὶ τοῦ πρώτου, ἀφοσιοῦμαί τε τὰ λεχθέντα καὶ ἔστω μὲν ἐκεῖνα ἄρρητα, μέτ11.18.8 ειμι δὲ ἑλεῖν τὸν λόγον, ἑτέρωθεν θηράσας. πρὸ μέντοι τοῦ λόγου τῆς ἁλώσεως διομολογησώμεθα ἡμῖν αὐτοῖς ὁμολογίαν οὐκ ἀμφισβητήσιμον ἀκοῦσαι, τὸν μὲν πρῶτον θεὸν ἀργὸν εἶναι ἔργων ξυμπάντων καὶ βασιλέα, 11.18.9 τὸν δημιουργικὸν δὲ θεὸν ἡγεμονεῖν δι' οὐρανοῦ ἰόντα. διὰ δὲ τούτου καὶ ὁ στόλος ἡμῖν ἐστι, κάτω τοῦ νοῦ πεμπομένου ἐν διεξόδῳ πᾶσι τοῖς κοινωνῆ11.18.10 σαι συντεταγμένοις. βλέποντος μὲν οὖν καὶ ἐπεστραμμένου πρὸς ἡμῶν ἕκαστον τοῦ θεοῦ συμβαίνει ζῆν τε καὶ βιώσκεσθαι τότε τὰ σώματα κηδεύοντα τοῦ θεοῦ τοῖς ἀκροβολισμοῖς· μεταστρέφοντος δὲ εἰς τὴν ἑαυτοῦ περιωπὴν τοῦ θεοῦ ταῦτα μὲν ἀποσβέννυσθαι, τὸν δὲ νοῦν ζῆν βίου ἐπαυρόμενον εὐδαίμονος.» 11.18.11 Ταῦτα ὁ Νουμήνιος. σὺ δέ γε παράθες αὐτοῖς τὰ ἀπὸ τῆς τοῦ ∆αβὶδ προφητείας πάλαι παρ' Ἑβραίοις τοῦτον ᾀδόμενα τὸν τρόπον· «Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, κύριε· πάντα ἐν σοφίᾳ ἐποίησας. ἐπληρώθη ἡ γῆ τῆς κτίσεώς σου· πάντα πρὸς σὲ προσδοκῶσι, δοῦναι τὴν τροφὴν αὐτοῖς εὔκαιρον. δόντος σου αὐτοῖς συλλέξουσιν, ἀνοίξαντός σου τὴν χεῖρα τὰ πάντα πληρωθήσεται χρηστότητος. ἀποστρέψαντος δέ σου τὸ πρόσωπον ταραχθήσονται. ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν. ἐξαποστελεῖς τὸ πνεῦμά σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ 11.18.12 πρόσωπον τῆς γῆς.» τί γὰρ ταῦτα διαφέροι ἂν τῆς φασκούσης τοῦ φιλοσόφου διανοίας ὡς ἄρα «βλέποντος μὲν καὶ ἐπεστραμμένου πρὸς ἡμῶν ἕκαστον τοῦ θεοῦ συμβαίνει ζῆν τε καὶ βιώσκεσθαι τότε τὰ σώματα κηδεύοντα τοῦ θεοῦ τοῖς ἀκροβολισμοῖς, μεταστρέφοντος δὲ εἰς τὴν ἑαυτοῦ περιωπὴν τοῦ θεοῦ ταῦτα ἀποσβέννυσθαι;» 11.18.13 Πάλιν δ' αὖ τοῦ σωτηρίου λόγου παρ' ἡμῖν φάντος· «Ἐγώ εἰμι