129
παριστάμενος προτείνω χεῖρα, παρὰ σοῦ τραφῆναι ἐπιθυμῶν· καὶ ἐγκαλλωπίζομαι τούτῳ, ἵνα τοῦ θεάτρου παρόντος τῆς οἰκουμένης ἀνακηρύττω σε τότε, καὶ πάντων ἀκουόντων ἐνδείκνυμαι τὸν τροφέα τὸν ἐμόν. Καίτοι γε ὑμεῖς ὅταν παρὰ τινὸς τραφῆτε αἰσχύνεσθε τοῦτο καὶ συσκιάζετε· ἐγὼ δὲ ἐπειδὴ σφόδρα ὑμᾶς φιλῶ, κἂν ὑμεῖς σιγᾶτε, ἀναγορεύω τὸ γεγενημένον μετὰ πολλῶν τῶν ἐγκωμίων, καὶ οὐκ αἰσχύνομαι εἰπεῖν, ὅτι γυμνὸν ὄντα με περιεβάλετε, καὶ πεινῶντα ἐθρέψατε, ἀλλὰ καὶ μᾶλλον ἐγκαλλωπίζομαι τούτοις, ἵν' ὑμεῖς κληρονόμοι τῆς βασιλείας ἀναδειχθῆτε τῶν οὐρανῶν. Ταῦτα τοίνυν ἐννοοῦντες, ἀγαπητοὶ, ἐχώμεθα σφοδρῶς τῆς σωτηρίας, ἵνα καὶ τῶν αἰωνίων ἀγαθῶν ἐπιτύχωμεν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΛΟΓΟΣ Κ∆ʹ. Περὶ ἁμαρτίας καὶ ἐξαγορεύσεως. Ἐπεδήμησέ τις ἐξ ὑμῶν, ἀγαπητοὶ, τῇ Παλαιστίνῃ ποτέ; Ἔγωγε οἶμαι. Τί οὖν;
μαρτυρήσατε ὑμεῖς οἱ τοὺς τόπους ἑωρακότες. Ἔστιν ἐκεῖ χώρα πολλή τις καὶ εὔφορος· μᾶλλον δὲ ἦν, νῦν γὰρ οὐκ ἔστιν· αὕτη οὖν ἡ οὕτως εὐθαλὴς, καὶ πρὸς πάσας τὰς χώρας ἁμιλλωμένη, ἡ φθάνουσα τῇ εὐθηνίᾳ τὸν παράδεισον τοῦ Θεοῦ, πασῶν τῶν ἐρήμων ἐστὶν ἐρημοτέρα. Καὶ ἑστήκασι μὲν δένδρα καὶ νῦν, καὶ καρπὸν ἔχει, ὁ δὲ καρπὸς τῆς τοῦ Θεοῦ ὀργῆς ἐστιν ὑπόμνησις· ἑστήκασι μὲν γὰρ ῥοιαὶ, καὶ τὸ ξύλον λέγω, καὶ ὁ καρπὸς λαμπρὰν τὴν ἐπιφάνειαν ἔχων, καὶ τῷ ἀγνῶτι παρ 63.732 έχων πολλὰς τὰς ἐλπίδας· εἰ δὲ ληφθεῖεν εἰς χεῖρας, διακλασθέντα καρπὸν μὲν οὐδένα, κόνιν δὲ καὶ τέφραν πολλὴν ἐπιδεικνύουσιν εἰς τὰ ἐναποκείμενα ἔνδον. Τοιαύτη πᾶσα ἡ γῆ ἐκείνη· καὶ τὰ ξύλα καὶ οἱ λίθοι καὶ ὁ ἀὴρ καὶ τὰ ὕδατα τῆς τοιαύτης μετέσχηκε συμφορᾶς. Καὶ γὰρ γῆν ἔστιν ἰδεῖν, ἀλλ' οὐδὲν γῆς ἔχουσαν· δένδρα καὶ καρποὺς, ἀλλ' οὐδὲν δένδρων καὶ καρπῶν, ἀλλὰ πάντα τέφραν· ἀέρα καὶ ὕδωρ, ἀλλ' οὐδὲν ἀέρος καὶ ὕδατος· καὶ γὰρ καὶ ταῦτα τετέφρωνται τῇ δυνάμει τοῦ ταῦτα ποιήσαντος. Καθάπερ γὰρ σώματος ἐμπρησθέντος, τὸ μὲν σχῆμα μένει καὶ ὁ τύπος ἐν τῇ τοῦ πυρὸς ὄψει, ἡ δὲ δύ 63.733 ναμις οὐκέτι, οὕτω δὴ κἀκεῖνα. Μὴ καὶ ταῦτα ἀπειλαὶ ῥημάτων; μὴ καὶ ταῦτα ψόφοι ῥημάτων; Ἀλλὰ φορτικὰ ταῦτα, ἐκεῖνα μὲν οὐ φορτικὰ, ὅταν λέγῃς, ὅτι οὐκ ἔστι γέεννα; Σύ με ταῦτα ἀναγκάζεις λέγειν, ὁ διαπιστῶν, σύ με εἰς τούτους ἐξήγαγες τοὺς λόγους· εἰ γὰρ τοῖς ῥήμασιν ἐπίστευσας τοῦ Χριστοῦ, οὐκ ἂν ἠναγκαζόμην τὴν ἀπὸ τῶν πραγμάτων ἐπιστήμην παραγαγεῖν. Ὁ δὲ ὑπὲρ ἑνὸς ἁμαρτήματος τοσαύτην ἐκχέων ὀργὴν, καὶ μήτε τοῦ Ἀβραὰμ τὴν ἱκετηρίαν δυσωπηθεὶς, μήτε τοῦ Λὼτ, τοσούτων ὄντων τῶν παρ' ἡμῶν γενομένων ἁμαρτημάτων, φείσεται; Γέλως ὄντως ταῦτα καὶ λῆρος καὶ πλάνη διαβολικὴ καὶ ἀπάτη. Εἰ δὲ βούλει καὶ ἐκ τῶν πιστευόντων καὶ προσεχόντων τῷ Θεῷ, βίου δὲ οὐκ ὄντος ὀρθοῦ, ἰδεῖν τιμωρουμένους, ἄκουσον Παύλου λέγοντος· Μηδὲ πορνεύωμεν, καθώς τινες ἐπόρνευσαν, καὶ ἔπεσον ἐν μιᾷ ἡμέρᾳ εἰκοσιτρεῖς χιλιάδες. Εἰ δὲ εἰς τοσοῦτον πορνεία ἴσχυσε, τί οὐκ ἐργάσεται τὰ ἡμέτερα; Εἰ δὲ καὶ μὴ δῷς δίκην νῦν, μὴ θαυμάσῃς. Ἐκεῖνοι μὲν γὰρ οὐκ ᾔδεισαν τὴν γέενναν, διὸ ταῖς παρὰ πόδας ἐκολάζοντο τιμωρίαις, σὺ δὲ ὅσα ἂν ἁμάρτῃς, κἂν μηδεμίαν ὧδε δίκην δῷς, πάντα ἀποτίσεις ἐκεῖ. Κἂν γὰρ τὰ αὐτὰ ἁμάρτωμεν ἐκείνοις, μείζονός ἐσμεν ἐκείνων κολάσεως ἄξιοι. ∆ιὰ τί; ὅτι πλείονος ἀπελαύσαμεν χάριτος. Ὅταν δὲ πλείω καὶ μείζονα ἐκείνων πταίωμεν, τίνα οὐχ ὑποστησόμεθα τιμωρίαν; Εἰ μὲν γὰρ ἁμαρτάνοντες καὶ μένοντες ἀτιμώρητοι, μὴ ἐγενόμεθα χείρους, κἂν ἀφῆκεν ἡμῖν τὴν κόλασιν ὁ Θεός· ἀλλ' οἶδε τοῦτο σαφῶς, ὅτι τῶν ἁμαρτημάτων αὐτῶν οὐκ ἔλαττον ἡμᾶς τὸ μὴ κολάζεσθαι ἁμαρτάνοντας βλάπτει. ∆ιὰ τοῦτο ἐπιτίθησι τὴν τιμωρίαν, οὐ μόνον τῶν ἀπελθόντων ἀπαιτῶν δίκην, ἀλλὰ καὶ πρὸς τὰ μέλλοντα διορθούμενος. Καὶ ὅτι τοῦτό ἐστιν ἀληθὲς, ἄκουσον τί φησι πρὸς τὸν Μωσέα· Ἄφες με, καὶ θυμωθεὶς ἐκτρίψω αὐτούς. Ἄφες με, ἔλεγεν, οὐχ ὅτι Μωσῆς αὐτὸν κατεῖχεν·