ἔρχεται ἡ βασιλεία τοῦ Θεοῦ;" ἀντὶ τοῦ, Πρὸ τῆς παρὰ σοῦ λαλουμένης βασιλείας, σταυρός σε καὶ θάνατος λήψεται. Τί οὖν πρὸς ταῦτα Χριστός; ∆είκνυσι πάλιν τὸ ἀνεξίκακον καὶ τὸ ἀπα ράβλητον εἰς φιλανθρωπίαν· λοιδορούμενος γὰρ, οὐκ ἀντελοιδόρει· πάσχων, οὐκ ἠπείλει. Οὐκοῦν ἐντόμως μὲν οὐκ ἐλέγχει, πονηροὺς δὲ ὄντας, ἀποκρίσεως τοῖς 72.841 ἐπερωτηθεῖσιν οἰκείας οὐκ ἀξιοῖ· πλὴν ἐκεῖνο μόνον, φησὶν, εἰς ὄνησιν ἀνθρώπου παντός· "Ἡ βασιλεία τοῦ Θεοῦ ἐντὸς ὑμῶν ἐστιν·" οὐκ ἔρχεται μετὰ παρατηρή σεως. Μὴ γὰρ δὴ χρόνους ἐρωτᾶτε, φησὶ, καθ' οὓς ἐπιλάμψει πάλιν, ἤγουν ὁ καιρὸς ἐνστήσεται τῆς τῶν οὐρανῶν βασιλείας, σπουδάσατε δὲ μᾶλλον τυχεῖν αὐ τῆς· ἐντὸς γὰρ ὑμῶν ἐστι· τουτέστιν ἐν ταῖς ὑμετέ ραις προαιρέσεσι καὶ ἐν ἐξουσίᾳ κεῖται τὸ λαβεῖν αὐ τήν· ἔξεστι γὰρ ἀνθρώπῳ παντὶ, τὴν εἰς τὸν Χριστὸν δικαίωσιν τὴν διὰ πίστεως δηλονότι καταπλουτήσαν τι, καὶ διὰ πάσης ἀρετῆς ἐκλελαμπρυσμένῳ, τῆς τῶν οὐρανῶν βασιλείας τυχεῖν. Ἐνεργείᾳ μὲν γὰρ ἐκτός ἐστιν, ἀφ' ὧν ἐξίασιν ἐκ τῆς καρδίας διαλογι σμοὶ πονηροί· δυνάμει δὲ ἐντὸς πάντων. Ὅτι γὰρ καὶ τῶν Φαρισαίων ἐντὸς ἦν ἡ βασιλεία τοῦ Θεοῦ, ἀγνοούντων καὶ οἰομένων χρόνῳ τινὶ αὐτὴν εἰς τόπον ἔξωθεν ἔρχεσθαι, Ἰωάννης δείκνυσι λέγων· "Μέσος δὲ ὑμῶν ἕστηκεν ὃν ὑμεῖς οὐκ οἴδατε," περὶ Χριστοῦ λέγων. 9Ἐλεύσονται ἡμέραι ὅτε ἐπιθυμήσετε μίαν τῶν ἡμερῶν τοῦ Υἱοῦ τοῦ ἀνθρώπου ἰδεῖν, καὶ οὐκ ὄψεσθε. (A f. 233, E f.141) Ταῦτα λέγων, ἑτοίμους εἶναι αὐτοὺς βούλεται πρὸς πᾶν ὁτιοῦν τῶν ἀνιᾷν πεφυ κότων, καὶ προευτρεπίζεσθαι πρὸς ὑπομονήν· ἵνα εὐδόκιμοι γεγονότες, εἰσελάσαι δυνηθῶσιν εἰς τὴν τοῦ Θεοῦ βασιλείαν. Προαπαγγέλλει τοίνυν, ὅτι πρὸ τῆς ἐξ οὐρανῶν ἀφίξεως τῆς ἐσομένης ἐπὶ συντελείᾳ τοῦ αἰῶνος, θλῖψις προσελάσει καὶ διωγμὸς, ὥστε μίαν ἡμέραν αὐτοῦ ἰδεῖν ἐπιθυμῆσαι, τουτέστι τὴν ἐν τῷ καιρῷ τοῦ συνδιατρίβειν ἔτι καὶ συνδιαιτᾶσθαι Χρι στῷ· καί τοι πλείστη τις ἦν ἡ κατ' αὐτοῦ γενομένη τῶν Ἰουδαίων ἐξιτηλία· λίθοις γὰρ ἔβαλλον αὐτὸν, ἐδίωξαν οὐχ ἅπαξ ἀλλὰ πλειστάκις· ἦγον ἕως ὀφρύος τοῦ ὄρους, ἵνα κατακρημνίσωσιν αὐτόν· λοιδορίαις λελυπήκασι καὶ συκοφαντίαις, καὶ οὐδεὶς ἦν τρόπος σκαιότητος τοῖς Ἰουδαίοις ἀνεπιτήδευτος· πῶς οὖν ἐπιθυμήσειν εἶπε τοὺς μαθητὰς μίαν ἡμέραν ἰδεῖν αὐτοῦ; Ἀντιπαραθέσει γὰρ τῶν ὑπερκειμένων κα κῶν, αἱρετά πώς εἰσι τὰ ἐλάττονα· μειζόνων γὰρ μετὰ τὴν αὐτοῦ ἀνάληψιν θλίψεων ἐπειράθησαν. 9Ὥσπερ γὰρ ἡ ἀστραπὴ ἡ ἀστράπτουσα ἐκ τῆς ὑπ' οὐρανόν, κ.τ.λ.9 (A f. 233 b, B f. 264 b, E f.144) Πλὴν ὅτι κα ταβήσεται μὲν ἐξ οὐρανοῦ, οὐκ ἀσήμως δὲ ἢ ἀσυμ φανῶς, ἀλλ' ἐν δόξῃ τῇ θεοπρεπεῖ, καὶ φῶς ἀπρόσ ιτον οἰκῶν, διαμεμήνυκε λέγων, ὡς ἀστραπὴν ἔσεσθαι τὴν ἑαυτοῦ παρουσίαν. Ἐγεννήθη μὲν γὰρ κατὰ σάρκα καὶ ἐκ γυναικὸς, τὴν ἐφ' ἡμῖν ἀποπληρώσων οἰκονομίαν· καὶ κεκένωκε διὰ τοῦτο, καὶ τεταπεί νωκεν ἑαυτὸν, καὶ ἦν οὐκ ἐν δόξῃ θεότητος ἐμφανῶς· ἐκάλει γὰρ εἰς τοῦτο καιρὸς, καὶ τῆς οἰκονομίας ἡ χρεία. Μετὰ δὲ τὴν ἐκ νεκρῶν ἀνάστασιν, ἀναπτὰς εἰς οὐρανὸν, καὶ συνεδρεύσας τῷ Θεῷ καὶ Πατρὶ, καταβήσεται πάλιν οὐκ ἐν ὑφέσει δόξης, οὔτε μὴν 72.844 ἐν ἀνθρωπίνῃ μικροπρεπείᾳ, ἀλλ' ἐν τῇ τοῦ Πατρὸς ὑπεροχῇ, πληθύος ἀγγέλων δορυφορούσης αὐτὸν, καὶ παρισταμένης ὡς Θεῷ καὶ Κυρίῳ τῶν ὅλων. Ἥξει τοίνυν ὡς ἀστραπὴ, καὶ οὐ λεληθότως. Καὶ οὐδενὶ πι στευτέον λέγοντι· "Ἰδοὺ ὧδε, ἰδοὺ ἐκεῖ." Ὑποψίαν ἑτέραν τῆς τῶν μαθητῶν ὑποκείρει καρδίας· ᾤοντο γὰρ ὅτι περινοστήσας τὴν Ἰουδαίαν, εἶτα γεγονὼς ἐν τοῖς Ἱεροσολύμοις, εὐθὺς ἀναδείξει τὴν τοῦ Θεοῦ βα σιλείαν· καὶ γοῦν προσιόντες, ἔφασκον· "Εἰ ἐν τῷ χρόνῳ τούτῳ, Κύριε, ἀποκαθιστάνεις τὴν βασιλείαν τῷ Ἰσραήλ;" Ἀλλὰ καὶ ἡ μήτηρ τῶν υἱῶν Ζεβεδαίου τοῦτο γενέσθαι προσδοκήσασα, προσῄει περὶ καθ έδρας ἀξιοῦσα. Οὐκοῦν ἵν' εἰδεῖεν ὅτι δεῖ πρῶτον αὐ τὸν τὸ σωτήριον ὑποστῆναι πάθος, καὶ καταργῆσαι θάνατον τῷ θανάτῳ