130
ἡ ἄμπελος, ὁ πατήρ μου ὁ γεωργός, ὑμεῖς τὰ κλήματα» ὁ Νουμήνιος ἐπάκουσον οἷα περὶ τοῦ δευτέρου αἰτίου θεολογεῖ· 11.18.14 «Ὥσπερ δὲ πάλιν λόγος ἐστὶ γεωργῷ πρὸς τὸν φυτεύοντα ἀναφερόμενος, τὸν αὐτὸν λόγον μάλιστά ἐστιν ὁ πρῶτος θεὸς πρὸς τὸν δημιουργόν. ὁ μέν γε ὢν σπέρμα πάσης ψυχῆς σπείρει εἰς τὰ μεταλαγχάνοντα αὐτοῦ χρήματα ξύμπαντα· ὁ νομοθέτης δὲ φυτεύει καὶ διανέμει καὶ μεταφυτεύει εἰς ἡμᾶς ἑκάστους τὰ ἐκεῖθεν προκαταβεβλημένα.» 11.18.15 Καὶ ἑξῆς δὲ πάλιν περὶ τοῦ πῶς ἀπὸ τοῦ πρώτου αἰτίου τὸ δεύτερον ὑπέστη τοιάδε φησίν· «Ὁπόσα δὲ δοθέντα μέτεισι πρὸς τὸν λαμβάνοντα, ἀπελθόντα ἐκ τοῦ δεδωκότος ἔστι δὲ θεραπεία, χρήματα, νόμισμα κοῖλον, ἐπίσημον· ταυτὶ μὲν οὖν ἐστι θνητὰ καὶ ἀνθρώπινα, τὰ δὲ θεῖά ἐστιν οἷα μεταδοθέντα ἐνθένδ' ἐκεῖθι γεγενημένα ἔνθεν τε οὐκ ἀπελήλυθε κἀκεῖθι γενόμενα τὸν μὲν ὤνησε, 11.18.16 τὸν δ' οὐκ ἔβλαψε καὶ προσώνησε τῇ περὶ ὧν ἠπίστατο ἀναμνήσει. ἔστι δὲ τοῦτο τὸ καλὸν χρῆμα ἐπιστήμη ἡ καλή, ἧς ὤνατο μὲν ὁ λαβών, οὐκ ἀπολείπεται δ' αὐτῆς ὁ δεδωκώς. οἷον ἂν ἴδοις ἐξαφθέντα ἀφ' ἑτέρου λύχνου λύχνον φῶς ἔχοντα, ὃ μὴ τὸν πρότερον ἀφείλατο ἀλλ' ἢ τῆς ἐν αὐτῷ ὕλης 11.18.17 πρὸς τὸ ἐκείνου πῦρ ἐξαφθείσης. τοιοῦτον τὸ χρῆμά ἐστι τὸ τῆς ἐπιστήμης, ἣ δοθεῖσα καὶ ληφθεῖσα παραμένει μὲν τῷ δεδωκότι, σύνεστι δὲ τῷ λα11.18.18 βόντι ἡ αὐτή. τούτου δὲ τὸ αἴτιον, ὦ ξένε, οὐδέν ἐστιν ἀνθρώπινον, ἀλλ' ὅτι ἕξις τε καὶ οὐσία ἡ ἔχουσα τὴν ἐπιστήμην ἡ αὐτή ἐστι παρά τε τῷ 11.18.19 δεδωκότι θεῷ καὶ παρὰ τῷ εἰληφότι ἐμοὶ καὶ σοί. διὸ καὶ ὁ Πλάτων τὴν σοφίαν ὑπὸ Προμηθέως ἐλθεῖν εἰς ἀνθρώπους μετὰ φανοτάτου τινὸς πυρὸς ἔφη.» Καὶ πάλιν ὑποβὰς ἑξῆς φησιν· 11.18.20 «Εἰσὶ δ' οὗτοι βίοι ὁ μὲν πρώτου, ὁ δὲ δευτέρου θεοῦ. δηλονότι ὁ μὲν πρῶτος θεὸς ἔσται ἑστώς, ὁ δὲ δεύτερος ἔμπαλίν ἐστι κινούμενος· ὁ μὲν οὖν 11.18.21 πρῶτος περὶ τὰ νοητά, ὁ δὲ δεύτερος περὶ τὰ νοητὰ καὶ αἰσθητά. μὴ θαυμάσῃς δ' εἰ τοῦτ' ἔφην· πολὺ γὰρ ἔτι θαυμαστότερον ἀκούσῃ. ἀντὶ γὰρ τῆς προσούσης τῷ δευτέρῳ κινήσεως τὴν προσοῦσαν τῷ πρώτῳ στάσιν φημὶ εἶναι κίνησιν σύμφυτον, ἀφ' ἧς ἥ τε τάξις τοῦ κόσμου καὶ ἡ μονὴ ἡ ἀΐδιος καὶ ἡ σωτηρία ἀναχεῖται εἰς τὰ ὅλα.» 11.18.22 Ἔτι τούτοις καὶ ἐν τῷ ἕκτῳ προστίθησι ταῦτα· «Ἐπειδὴ ᾔδει ὁ Πλάτων παρὰ τοῖς ἀνθρώποις τὸν μὲν δημιουργὸν γινωσκόμενον μόνον, τὸν μέντοι πρῶτον νοῦν, ὅστις καλεῖται αὐτοόν, παντά πασιν ἀγνοούμενον παρ' αὐτοῖς, διὰ τοῦτο οὕτως εἶπεν, ὥσπερ ἄν τις οὕτω 11.18.23 λέγῃ· Ὦ ἄνθρωποι, ὃν τοπάζετε ὑμεῖς νοῦν οὐκ ἔστι πρῶτος, ἀλλὰ ἕτερος πρὸ τούτου νοῦς πρεσβύτερος καὶ θειότερος.» 11.18.24 Καὶ μεθ' ἕτερα ἐπιλέγει· «Κυβερνήτης μέν που ἐν μέσῳ πελάγει φορούμενος ὑπὲρ πηδαλίων ὑψίζυγος τοῖς οἴαξι διιθύνει τὴν ναῦν ἐφεζόμενος, ὄμματα δ' αὐτοῦ καὶ νοῦς εὐθὺ τοῦ αἰθέρος ξυντέταται πρὸς τὰ μετάρσια καὶ ἡ ὁδὸς αὐτῷ ἄνω δι' οὐρανοῦ ἄπεισι, πλέοντι κάτω κατὰ τὴν θάλασσαν· οὕτω καὶ ὁ δημιουργὸς τὴν ὕλην, τοῦ μήτε διακροῦσαι μήτε ἀποπλαγχθῆναι αὐτήν, ἁρμονίᾳ ξυνδησάμενος αὐτὸς μὲν ὑπὲρ ταύτης ἵδρυται, οἷον ὑπὲρ νεὼς ἐπὶ θαλάττης, τῆς ὕλης· τὴν ἁρμονίαν δὲ ἰθύνει, ταῖς ἰδέαις οἰακίζων, βλέπει τε ἀντὶ τοῦ οὐρανοῦ εἰς τὸν ἄνω θεὸν προσαγόμενον αὐτοῦ τὰ ὄμματα λαμβάνει τε τὸ μὲν κριτικὸν ἀπὸ τῆς θεωρίας, τὸ δὲ ὁρμητικὸν ἀπὸ τῆς ἐφέσεως.» 11.18.25 Καὶ ὁ σωτήριος παρ' ἡμῖν λόγος· «Οὐδέν,» φησί, «δύναται ὁ υἱὸς ποιεῖν ἀφ' ἑαυτοῦ, ἐὰν μή τι βλέπῃ τὸν πατέρα ποιοῦντα.» ἀλλὰ γὰρ τοσαῦτα καὶ περὶ τοῦδε ὁ Νουμήνιος. ὅτι δὲ οὐκ οἰκεῖα, τὰ δὲ Πλάτωνι δοκοῦντα 11.18.26 διεσάφει, οὐδὲν ἐπιλέγειν δεῖ ταῖς αὐτοῦ φωναῖς. ὁ δέ γε Πλάτων ὅτι μὴ πρῶτος ταῖσδε κέχρηται ταῖς ἐπιβολαῖς, φθάνουσι δ' αὐτὸν προειληφότες Ἑβραίων οἱ σοφοί, δέδεικται διὰ τῶν ἐκτεθειμένων. εἰκότως δῆτα καὶ τῶν νέων φιλοσόφων διαφανὴς γεγονὼς Ἀμέλιος, τῆς Πλάτωνος καὶ αὐτὸς εἰ καί τις ἄλλος ζηλωτὴς φιλοσοφίας, πλὴν ἀλλὰ βάρβαρον