τῆς ἰδίας σαρκὸς, καὶ ἀποστῆσαι τοῦ κόσμου τὴν ἁμαρτίαν, καταργῆσαι δὲ καὶ τὸν ἄρχοντα τοῦ αἰῶνος τούτου, εἶθ' οὕτως ἀναβῆναι πρὸς τὸν Πατέρα, ἐπιλάμψαι τε κατὰ καιροὺς, ἵνα κρίνῃ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, φησὶν ὅτι πρῶτον δεῖ αὐτὸν πολλὰ παθεῖν. Ὅτι δὴ ἀδοκήτως, καὶ οἷον εἰ δότος οὐδενὸς, ἐπιλάμψει, καὶ τὸ τοῦ παρόντος αἰῶνος ἀφίξεται πέρας, οὕτω φησὶν ἔσεσθαι τὴν συντέλειαν, ὡς γέγονεν ἐν ἡμέραις Νῶε καὶ Λώτ.(B f. 165) Ἐτρύφων γὰρ, φησὶν, ἀμερίμνως, ἤσθιον, ἔπινον, ἐπώλουν, ἠγόραζον, ᾠκοδόμουν. Ἀλλὰ τοὺς μὲν ὑδά των ἀπώλεσE. f. ορὰ, οἱ δὲ γεγόνασι θείου πυρὸς ἔργον καὶ τροφή. Τί οὖν ἐντεῦθεν τὸ δηλούμενον; Βούλεται ἠμᾶς ἐγρηγορέναι διὰ παντὸς, καὶ ἑτοίμους εἶναι πρὸς ἀπολογίαν τὴν ἐπὶ τοῦ θείου βήματος. 9Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὃς ἔσται ἐπὶ τοῦ δώματος, καὶ τὰ σκεύη αὐτοῦ ἐν τῇ οἰκίᾳ, κ.τ.λ.9 (A f. 235) Ἀλογῆσαι προστάττει παντὸς ἐπιγείου καὶ προσκαίρου πράγματος, καὶ εἰς ἕνα βλέψαι σκοπὸν τὸν ἐπί γε τῷ δεῖν ἕκαστον διασῶσαι τὴν ἑαυτοῦ ψυχήν. Ὃς ἂν τοίνυν ᾖ, φησὶν, ἐπὶ τοῦ δώ ματος, μὴ καταβήτω ἐν τῇ οἰκίᾳ ἆραι τὰ σκεύη αὐτοῦ. Ἔοικε δὲ διὰ τούτων, τὸν ἐν ἀναπαύσει, καὶ πλούτῳ, καὶ περιφανείαις κοσμικαῖς βούλεσθαι δη λοῦν· ἀεὶ γάρ πως οἱ ἐν δώμασιν ἑστηκότες, ἀπό βλεπτοι γίνονται τοῖς τὴν οἰκίαν περιεστηκόσιν. Εἴ τις τοίνυν τοιοῦτός ἐστι, φησὶ, μηδένα ποιείσθω λό γον, κατ' ἐκεῖνο καιροῦ, τῶν ἐναποκειμένων τῇ οἰκίᾳ σκευῶν· ἄχρηστα γὰρ ταῦτα καὶ ἀσυντελῆ πρὸς ὄνησιν αὐτῷ. "Οὐ γὰρ ὠφελοῦσι θησαυροὶ ἀνόμους," κατὰ τὸ γεγραμμένον, "δικαιοσύνη δὲ ῥύεται ἐκ θα νάτου." Ἀλλὰ κἂν εἴ τις ᾖ, φησὶν, ἐν ἀγρῷ, μὴ ἐπιστρεψάτω εἰς τὰ ὀπίσω· τουτέστιν, εἰ εὑρίσκοιτό τις ἐν φιλεργίαις ὑπάρχων καὶ πόνοις, καὶ πνευμα τικῆς εὐκαρπίας ἐπιμελητὴς, καὶ τοὺς ἐξ ἱδρώτων ἀγαθῶν συλλέγων μισθοὺς, μὴ ἐπιστρεψάτω εἰς τὰ ὀπίσω· ὡς γὰρ αὐτός που πάλιν ἔφη Χριστὸς, "Οὐδεὶς βαλὼν τὴν χεῖρα ἐπ' ἄροτρον, καὶ στραφεὶς εἰς τὰ ὀπίσω, εὔθετός ἐστιν εἰς τὴν βασιλείαν τῶν οὐρα νῶν." Χρὴ γὰρ ἔχεσθαι τῶν ἱερῶν σπουδασμάτων ἀμεταστρέπτοις ὁρμαῖς, ἵνα μὴ τοῦτο πάθωμεν ὃ δὴ καὶ συνέβη παθεῖν τὴν ἐν Σοδόμοις γυναῖκα, ἣν δὲ 72.845 καὶ λαβὼν εἰς παράδειγμα, φησί· "Μνημονεύετε τῆς γυναικὸς Λώτ·" ἐξελθοῦσα γὰρ ἀπὸ Σοδόμων, εἶθ' ὑπονοστήσασα, στήλη [Cod.9 ὑπονοστήλη] γέγονεν ἁλὸς, τουτέστιν ἀπεμωράνθη καὶ ἀπελιθώθη. δεῖ δὴ οὖν ἀντέχεσθαι νεανικῶς τοῦ προτεθέντος σκοποῦ. 9Ὃς ἐὰν ζητήσῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι, ἀπο λέσει αὐτήν.9 (A f. 235, E f.144 b, δ φ. 58 b) Πῶς ἀπόλλυσί τις ἑαυτοῦ ψυχὴν, ἵνα αὐτὴν διασώσῃ, ἢ κατὰ τίνα τρό πον ὁ διασῶσαι νομίσας, ἀπόλλυσιν αὐτὴν, σαφηνιεῖ λέγων ὁ Παῦλος, περὶ μὲν τῶν ἁγίων· "Οἱ δὲ τοῦ Χριστοῦ Ἰησοῦ, τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις." Οἱ γὰρ ὄντως γε γονότες γνήσιοι τῷ ἡμῶν Σωτῆρι Χριστῷ, τὴν ἑαυ τῶν σταυροῦσι σάρκα, τουτέστι θανατοῦσι· πόνοις δηλονότι καὶ τοῖς εἰς εὐσέβειαν ὁμιλοῦντες ἀγῶσι, καὶ κατανεκροῦντες αὐτῆς τὸ φρόνημα. Γέγραπται γάρ· "Νεκρώσατε τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, πορ νείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακὴν, καὶ τὴν πλεονεξίαν." Ὅσοι οὖν τούτων ἕνεκα νεκροῦνται, οὗτοι σεσώκασι τὴν ἑαυτῶν ψυχήν· οἵ γε μὴν τὸν φιλήδονον ἀγαπῶντες βίον, τάχα που τὴν ἑαυτῶν οἴονται κτᾶσθαι ψυχήν· ἀπολλύουσι δὲ πάντως αὐ τήν. "Ὁ γὰρ σπείρων, φησὶν, εἰς τὴν σάρκα, ἐκ τῆς σαρκὸς θερίσει φθοράν." Ἀπολέσας δέ τις καὶ ἑτέρως τὴν ἑαυτοῦ ψυχὴν, διασώσει πάντως αὐτήν· τοῦτο πεπράχασιν οἱ μακάριοι μάρτυρες, τοὺς μέχρι ψυχῆς καὶ αἵματος διενεγκόντες ἀγῶνας, καὶ τῆς εἰς Χριστὸν ἀγάπης τὸ γνήσιον, οἷά τινα στέφανον, ταῖς ἑαυτῶν ἀνάψαντες κεφαλαῖς. Οἵ γε μὴν ἐξ ἀνάνδρου ψυχῆς καὶ γνώμης ἀρνησάμενοι τὴν πίστιν, καὶ τὸν παραυτίκα τῆς σαρκὸς διαφυγόντες θάνατον, οὗτοι φονευταὶ τῆς ἑαυτῶν γεγόνασι ψυχῆς· κατοιχήσονται γὰρ εἰς ᾅδου, τῆς κακανδρίας ὑφέξονται δίκας. 9Ταύτῃ τῇ νυκτὶ ἔσονται δύο ἐπὶ κλίνης μιᾶς· ὁ εἷς