131
ὀνομάσας τὸν Ἑβραῖον θεολόγον, εἰ καὶ μὴ ἐπ' ὀνόματος ἠξίωσε τοῦ εὐαγγελιστοῦ Ἰωάννου μνήμην ποιήσασθαι, ἐπιμαρτυρεῖ δ' οὖν ὅμως ταῖς αὐτοῦ φωναῖς, αὐτὰ δὴ ταῦτα πρὸς ῥῆμα γράφων·
11.19.1 κʹ. ΑΜΕΛΙΟΥ ΠΕΡΙ ΤΗΣ ΙΩΑΝΝΟΥ ΤΟΥ ΠΑΡ' ΗΜΙΝ ΕΥΑΓΓΕΛΙΣΤΟΥ ΘΕΟΛΟΓΙΑΣ
«Καὶ οὗτος ἄρα ἦν ὁ λόγος καθ' ὃν αἰεὶ ὄντα τὰ γινόμενα ἐγίνετο, ὡς ἂν καὶ ὁ Ἡράκλειτος ἀξιώσειε καὶ νὴ ∆ί' ὃν ὁ βάρβαρος ἀξιοῖ ἐν τῇ τῆς ἀρχῆς τάξει τε καὶ ἀξίᾳ καθεστηκότα πρὸς θεὸν εἶναι καὶ θεὸν εἶναι· δι' οὗ πάνθ' ἁπλῶς γεγενῆσθαι· ἐν ᾧ τὸ γενόμενον ζῶν καὶ ζωὴν καὶ ὂν πεφυκέναι· καὶ εἰς τὰ σώματα πίπτειν καὶ σάρκα ἐνδυσάμενον φαντάζεσθαι ἄνθρωπον μετὰ τοῦ καὶ τηνικαῦτα δεικνύειν τῆς φύσεως τὸ μεγαλεῖον· ἀμέλει καὶ ἀναλυθέντα πάλιν ἀποθεοῦσθαι καὶ θεὸν εἶναι, οἷος ἦν πρὸ τοῦ εἰς τὸ σῶμα καὶ τὴν σάρκα καὶ τὸν ἄνθρωπον καταχθῆναι.» 11.19.2 Ταῦτ' οὐκέτι ἐπεσκιασμένως, ἀλλ' ἄντικρυς ἤδη γυμνῇ τῇ κεφαλῇ 11.19.2 μεταπεφρασμένα ἐκ τῆς τοῦ βαρβάρου θεολογίας δῆλα ἂν εἴη. ὁ δέ γε βάρβαρος τίς ἦν αὐτῷ εἰ μὴ ὁ τοῦ σωτῆρος ἡμῶν εὐαγγελιστὴς Ἰωάννης, Ἑβραῖος 11.19.3 ὢν ἐξ Ἑβραίων; ὅς που ἀρχόμενος τῆς οἰκείας γραφῆς ὧδέ πη θεολογεῖ· «Ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος· οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν θεόν. πάντα δι' αὐτὸν ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν, ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ ὁ λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν 11.19.4 δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός.» τοῦ δ' αὐτοῦ πέρι καὶ ἄλλος Ἑβραίων θεολόγος ἐπάκουσον οἷα διέξεισιν· «Ὅς ἐστιν εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου, πρωτότοκος πάσης κτίσεως, ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, εἴτε ὁρατὰ εἴτε ἀόρατα· καὶ πάντα 11.19.5 δι' αὐτοῦ συνέστηκε καὶ τὰ πάντα ἐν αὐτῷ ἐκτίσθη.» ἀλλὰ καὶ τὰ περὶ τῆς τοῦ δευτέρου αἰτίου συστάσεώς τε καὶ οὐσιώσεως ὧδε τοῖς Ἑλλήνων σοφοῖς πρὸς τὰ Ἑβραίων συμπεφώνηται. μετίωμεν δῆτα καὶ ἐφ' ἕτερα.
11.20.1 καʹ. ΠΕΡΙ ΤΩΝ ΤΡΙΩΝ ΑΡΧΙΚΩΝ ΥΠΟΣΤΑΣΕΩΝ
Τῶν παρ' Ἑβραίοις λογίων μετὰ τὸν περὶ πατρὸς καὶ υἱοῦ λόγον ἐν τρίτῃ τάξει τὸ ἅγιον πνεῦμα καταλεγόντων καὶ τήν γε ἁγίαν καὶ μακαρίαν τριάδα τοῦτον ὑποτιθεμένων τὸν τρόπον, ὡς ἂν τῆς τρίτης δυνάμεως πᾶσαν ὑπερβεβηκυίας γενητὴν φύσιν οὖσάν τε πρώτην μὲν τῶν διὰ τοῦ υἱοῦ συστασῶν νοερῶν οὐσιῶν, τρίτην δὲ ἀπὸ τοῦ πρώτου αἰτίου, θέα ὅπως καὶ ὁ Πλάτων τοιαῦτά τινα ᾐνίξατο διὰ τῆς πρὸς ∆ιονύσιον ἐπιστολῆς λέγων· 11.20.2 «Φραστέον δή σοι δι' αἰνιγμῶν, ἵν' ἄν τι ἡ δέλτος ἢ πόντου ἢ γῆς ἐν πτυχαῖς πάθῃ, ὁ ἀναγνοὺς μὴ γνῷ. ὧδε γὰρ ἔχει· περὶ τὸν πάντων βασιλέα πάντ' ἐστὶ καὶ ἐκείνου ἕνεκα πάντα, καὶ ἐκεῖνο αἴτιον ἁπάντων καλῶν· δεύτερον δὲ περὶ τὰ δεύτερα καὶ τρίτον περὶ τὰ τρίτα. ἡ οὖν ἀνθρωπίνη ψυχὴ περὶ αὐτὰ ὀρέγεται μαθεῖν ποῖα ἄττα ἐστί, βλέπουσα εἰς τὰ αὑτῆς συγγενῆ.» 11.20.3 Ταῦτα οἱ τὸν Πλάτωνα διασαφεῖν πειρώμενοι ἐπὶ τὸν πρῶτον θεὸν ἀνάγουσιν ἐπί τε τὸ δεύτερον αἴτιον καὶ τρίτον τὴν τοῦ κόσμου ψυχήν, θεὸν τρίτον καὶ αὐτὴν εἶναι ὁριζόμενοι· οἱ δέ γε θεῖοι λόγοι τὴν ἁγίαν καὶ μακαρίαν τριάδα, Πατρὸς καὶ Υἱοῦ καὶ Ἁγίου Πνεύματος, ἐν ἀρχῆς λόγῳ τάττουσι κατὰ τὰ ἀποδεδομένα. Ἕπεται τούτοις τὴν τοῦ ἀγαθοῦ ἐξετάσαι