παραληφθήσεται, καὶ ὁ ἕτερος ἀφεθήσε ται.9 (A f. 235 b, B f. 166 b, E f.144 b, δ φ. 58 b) Νύκτα γε μὴν ὀνομάζει τὸν τῆς κρίσεως καιρὸν, διά τοι, καθάπερ ἡγοῦμαι, τὸ ἀσυμφανὲς καὶ ἀπροσδό κητον τῆς αὐτοῦ παρουσίας. ∆ιὰ δὲ τῶν δύο τῶν ἐπὶ κλίνης ὄντων μιᾶς, ἔοικεν ὑπαινίττεσθαι τοὺς ἐν ἀναπαύσει καὶ πλούτῳ, καὶ ἰσομοιροῦντας ἀλλήλοις, κατά γε, φημὶ, τὸ ἐν εὐπαθείαις εἶναι κοσμικαῖς· κλίνη γὰρ, ἀναπαύσεως σύμβολον. Ἀλλ' εἶς ἐξ αὐτῶν, φησὶ, παραληφθήσεται, καὶ εἷς ἀφίεται· πῶς ἢ τίνα τρόπον; οὐ γὰρ πάντες οἱ ἐν πλούτῳ καὶ ἀναπαύσει γεγονότες τῇ κατὰ τόνδε τὸν βίον, πονηροὶ γεγόνασι καὶ ἀμείλικτοι. Τί γάρ; Εἰ πλούσιος μὲν ἔστι τις, χρηστὸς δὲ καὶ φιλοικτείρμων καὶ τὴν πίστιν ὀρθὸς, οὗτος παραλαμβάνεται· ὅ γε μὴν ἕτερος, ὡς μὴ γε γονὼς τοιοῦτος, ἀφεθήσεται. ∆ιὰ δὲ τῶν ἀληθουσῶν, ἔοικε τοὺς ἐν πτωχείᾳ καὶ πόνοις ὄντας ὑποδηλοῦν· ἀλλὰ καὶ ἐπ' αὐτῶν δὴ τούτων, φησὶ, πολλή τίς ἐστι διαφορά· οἱ μὲν γὰρ τὸ τῆς πτωχείας φορτίον γεν ναίως φέροντες, σωφρόνως τε καὶ ἐπιεικῶς βιοῦν τες, οὗτοι παραληφθήσονται, δίκαιοι δηλονότι τυγχά νοντες· οἱ δὲ μὴ τοιοῦτοι, δεινοὶ δὲ μᾶλλον πρὸς 72.848 κακουργίας, καὶ ἀπάσης φαυλότητος ἐπιτηδευταὶ, ἀφεθήσονται, τῇ διὰ πυρὸς ὑποκεισόμενοι δίκῃ Ἔσται τοίνυν καὶ ἐπ' αὐτοῖς πλείστη τις καὶ ἀκρι βὴς τῶν τρόπων ἡ δοκιμασία· καὶ ὁ μὲν χρηστὸς παραληφθήσεται· ὅ γε μὲν οὐ τοιοῦτος ἀφεθήσε ται.(A f. 235 b) Εἰπόντος γε μὴν τὸ παρα ληφθήσεται, χρησίμως καὶ ἀναγκαίως διερωτῶσιν οἱ μαθηταί· "Ποῦ, Κύριε; Ὁ δὲ εἶπεν αὐτοῖς· Ὅπου τὸ σῶμα, ἐκεῖ συναχθήσονται οἱ ἀετοί."(B f. 167, δ φ. 58 b) Καὶ τί δὲ τοῦτό ἐστιν; Ἀπὸ κοινοῦ καὶ ἐμφανεστάτου πράγματος, μέγα καὶ βαθὺ μυ στήριον ὑπαινίττεται. Καὶ ποῖον τοῦτό ἐστι; Κατα βήσεται μὲν γὰρ ἐξ οὐρανῶν, ἵνα κρίνῃ τὴν οἰκου μένην ἐν δικαιοσύνῃ· ἀλλ' αὐτὸς, φησὶν, ἀποστελεῖ τοὺς ἀγγέλους αὐτοῦ, καὶ ἐκλέξουσιν ἐκ τῶν ἁμαρ τωλῶν τοὺς δικαίους καὶ ἁγίους, καὶ προσοίσουσιν αὐτῷ· τούς γε μὴν ἑτέρους ἀφιᾶσιν ἐν γῇ, κολα σθησομένους δηλονότι. Τοιοῦτόν τι καὶ ὁ πάνσοφος Παῦλος ὑποδηλοῖ γράφων· "Λέγω γὰρ ὑμῖν, ὅτι ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι, οὐ μὴ φθάσω μεν τοὺς κοιμηθέντας, ἀλλ' αὐτὸς σαλπίσει, καὶ οἱ νεκροὶ ἐν Χριστῷ ἀναστήσονται ἄφθαρτοι, ἐν ἀτόμῳ, ἐν ῥιπῇ ὀφθαλμοῦ· καὶ ἡμεῖς οἱ ζῶντες, ἅμα σὺν αὐτοῖς ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυρίου, εἰς ἀέρα· καὶ οὕτως πάντοτε σὺν Κυρίῳ ἐσόμεθα." Ὥσπερ οὖν σώματος κειμένου νεκροῦ, τὰ σαρκοβόρα τῶν πτηνῶν ἐπ' αὐτὸ συντρέχει, οὕτως ὅταν ὁ Υἱὸς τοῦ ἀνθρώπου παραγένηται, τότε δὴ πάντες οἱ ἀετοὶ, τουτέστιν οἱ τὰ ὑψηλὰ πετόμενοι, καὶ τῶν ἐπιγείων καὶ κοσμικῶν ἀνενηγμένοι πραγμάτων, ἐπ' αὐτὸν συνδραμοῦνται.
ΚΕΦΑΛ. ΙΗʹ.
Πρὸς τὸ δεῖν πάντοτε προσεύχεσθαι, καὶ μὴ ἐκκακεῖν.9 (A f. 236, E f.144 b, δ φ 59) Ἀδιαλείπτως οὖν χρὴ προσεύχεσθαι, κατὰ τὴν τοῦ μακαρίου Παύλου φωνὴν, εὖ εἰδότας καὶ ἀραρότως πιστεύοντας, ὅτι πάντα δύνα ται κατορθοῦν ὁ παρακαλούμενος. "Αἰτείτω γάρ τις, φησὶ, πίστει μηδὲν διακρινόμενος. Ὁ γὰρ διακρινόμε νος, ἔοικε κλύδωνι θαλάσσης, ἀνεμιζομένῳ καὶ ῥιπι ζομένῳ." Μὴ γὰρ οἰέσθω, φησὶν, ὁ ἄνθρωπος ἐκεῖ νος, ὡς λήψεταί τι παρὰ τοῦ Κυρίου· ὑβριστὴς γὰρ ὁμολογουμένως ὁ διακρινόμενος. Εἰ γὰρ μὴ πεπί στευκας ὅτι τὴν σὴν αἴτησιν ἀποπερανεῖ, μηδὲ προσ έλθῃς ὅλως· ἵνα μὴ κατήγορος εὑρεθῇς τοῦς πάντα 72.849 ἰσχύοντος, διψυχήσας ἀβούλως. Χρὴ τοιγαροῦν τὴν οὕτως αἰσχρὰν παραιτεῖσθαι νόσον· ὅτι δὲ τοῖς οὐ περιέργως ἢ ἀτημελῶς, ἀλλ' ἐν