132
οὐσίαν.
11.21.1 κβʹ. ΠΕΡΙ ΤΗΣ ΤΑΓΑΘΟΥ ΟΥΣΙΑΣ Τῆς παρ' Ἑβραίοις θείας γραφῆς διαφόρως τὴν τοῦ ἀγαθοῦ οὐσίαν καὶ αὐτὸ τὸ ἀγαθὸν οὐδὲν ἄλλο εἶναι ἢ θεὸν διδασκούσης, δι' ὧν τέ φησιν· «Ἀγαθὸς κύριος πᾶσι τοῖς ὑπομένουσιν αὐτόν, ψυχῇ, ἣ ἐκζητήσει αὐτόν» καὶ «Ἐξομολογεῖσθε τῷ κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ» δι' ὧν τε ὁ σωτήριος λόγος πρὸς τὸν περὶ τοῦδε ἐρόμενον ἀπεφήνατο εἰπών· 11.21.2 «Τί με ἐρωτᾷς περὶ τοῦ ἀγαθοῦ; οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ θεός·» ἐπάκουσον τοῦ Πλάτωνος, ἅ φησιν ἐν Τιμαίῳ· «Λέγωμεν δὴ δι' ἥντινα αἰτίαν γένεσιν καὶ τὸ πᾶν τόδε ὁ ξυνιστὰς ξυνέστησεν. ἀγαθὸς ἦν· ἀγαθῷ δὲ οὐδεὶς περὶ οὐδενὸς οὐδέποτε ἐγγίγνεται φθόνος. τούτου δὲ ἐκτὸς ὢν πάντα ὅτι μάλιστα ἐβουλήθη γενέσθαι παραπλήσια ἑαυτῷ.» 11.21.3 Καὶ ἐν τῇ Πολιτείᾳ δὲ ταῦτά φησιν· «Ἆρ' οὖν οὐ καὶ ὁ ἥλιος ὄψις μὲν οὐκ ἔστιν, αἴτιος δ' ὢν αὐτῆς ὁρᾶται ὑπ' αὐτῆς ταύτης; οὕτως, ἦ δ' ὅς. τοῦτον τοίνυν, ἦν δ' ἐγώ, φάναι με λέγειν τὸν τοῦ ἀγαθοῦ ἔκγονον, ὃν τὸ ἀγαθὸν ἐγέννησεν ἀνάλογον ἑαυτῷ, ὅ τι περ αὐτὸ ἐν τῷ νοητῷ τόπῳ πρός τε νοῦν καὶ τὰ νοούμενα, τοῦτο τοῦτον ἐν τῷ ὁρατῷ πρός τε ὄψιν καὶ τὰ ὁρώμενα.» 11.21.4 Καὶ ἑξῆς ἐπιλέγει· «Τοῦτο τοίνυν τὸ τὴν ἀλήθειαν παρέχον τοῖς γινωσκομένοις καὶ τὸ γινώσκοντι τὴν δύναμιν ἀποδιδοῦν τὴν τοῦ ἀγαθοῦ ἰδέαν φάθι εἶναι.» Καὶ πάλιν φησί· 11.21.5 «Τὸν ἥλιον τοῖς ὁρωμένοις οὐ μόνον, οἶμαι, τὴν τοῦ ὁρᾶσθαι δύναμιν παρέχειν φήσεις, ἀλλὰ καὶ τὴν γένεσιν καὶ αὔξην καὶ τροφήν, οὐ γένεσιν αὐτὸν ὄντα. πῶς γάρ; καὶ τοῖς γινωσκομένοις τοίνυν μὴ μόνον τὸ γινώσκεσθαι φάναι ὑπὸ τοῦ ἀγαθοῦ παρεῖναι, ἀλλὰ καὶ τὸ εἶναί τε καὶ τὴν οὐσίαν ὑπ' ἐκείνου αὐτοῖς προσεῖναι, οὐκ οὐσίας ὄντος τοῦ ἀγαθοῦ, ἀλλ' ἐπέκεινα οὐσίας πρεσβείᾳ καὶ δυνάμει ὑπερέχοντος.» 11.21.6 Σαφέστατα διὰ τούτων οὐ μόνον τὸ γινώσκεσθαι τὰς νοητὰς οὐσίας, ἀλλὰ καὶ τὸ εἶναι καὶ τὴν οὐσίαν ἔχειν παρὰ τοῦ ἀγαθοῦ, δηλαδὴ τοῦ θεοῦ, φησὶν ὁ Πλάτων τό τε ἀγαθὸν «μὴ εἶναι οὐσίαν, ἀλλ' ἐπέκεινα τῆς οὐσίας, πρεσβείᾳ καὶ δυνάμει ὑπερέχον·» ὥστε μὴ ὁμοούσια αὐτὰ τίθεσθαι, ἀλλὰ μηδὲ ἀγέννητα νομίζειν, ὅτι δὴ καὶ τὸ εἶναι καὶ τὴν οὐσίαν εἴληφε παρὰ τοῦ μὴ ὄντος οὐσίας, ἀλλ' ἐπέκεινα οὐσίας πρεσβείᾳ καὶ δυνάμει ὑπερέχοντος· ὃν δὴ καὶ μόνον εἰκότως θεὸν τὰ Ἑβραίων ἀναγορεύει λόγια, ὡς 11.21.7 ἂν τοῖς πᾶσιν αἴτιον ὄντα. τὰ δὴ οὖν μήτε τὸ εἶναι μήτε τὴν οὐσίαν παρ' ἑαυτῶν ἔχοντα, ἀλλὰ μηδὲ τῆς τἀγαθοῦ φύσεως ὄντα οὐ δὴ εὔλογον θεοὺς ἡγεῖσθαι, οἷς μὴ φύσει τὸ ἀγαθὸν πρόσεστιν· ἑνὶ γὰρ τοῦτο μόνῳ καὶ οὐδενὶ ἄλλῳ ἀναθετέον, τῷ μόνῳ ἀγαθῷ, ὃ δὴ καὶ «ἐπέκεινα πάσης οὐσίας πρεσβείᾳ τε καὶ δυνάμει ὑπερέχειν» θαυμασίως ὁ Πλάτων ἀνεφώνησε. πάλιν δὲ καὶ ὁ Νουμήνιος ἐν τοῖς Περὶ τἀγαθοῦ τὴν τοῦ Πλάτωνος διάνοιαν ἑρμηνεύων, τοῦτον διέξεισι τὸν τρόπον·
11.22.1 κγʹ. ΝΟΥΜΗΝΙΟΥ ΠΕΡΙ ΤΑΓΑΘΟΥ «Τὰ μὲν οὖν σώματα λαβεῖν ἡμῖν ἔξεστι σημαινομένοις ἔκ τε ὁμοίων ἀπό τε τῶν ἐν τοῖς παρακειμένοις γνωρισμάτων ἐνόντων· τἀγαθὸν δὲ οὐδενὸς ἐκ παρακειμένου οὐδὲ αὖ ἀπὸ ὁμοίου αἰσθητοῦ ἐστι λαβεῖν μηχανή τις οὐδεμία, ἀλλὰ δεήσει, οἷον εἴ τις ἐπὶ σκοπῇ καθήμενος ναῦν ἁλιάδα βραχεῖάν τινα τούτων τῶν ἐπακτρίδων, τῶν μόνων μίαν μόνην ἔρημον, μετακυμίοις ἐχομένην ὀξὺ δεδορκὼς μιᾷ βολῇ κατεῖδε τὴν ναῦν, οὕτως δεῖ τινα ἀπελθόντα πόρρω ἀπὸ τῶν αἰσθητῶν ὁμιλῆσαι τῷ ἀγαθῷ μόνῳ μόνον,