σπουδῇ καὶ ἀδιαλεί πτως ποιουμένοις τὰς λιτὰς κατανεύσει ὁ Θεὸς, ἡ προκειμένη παραβολὴ πιστώσεται. Εἰ γὰρ τὸν ἄδικον κριτὴν, τὸν μήτε Θεὸν φοβούμενον, μήτε μὲν ἄνθρω πον ἐντρεπόμενον, δεδυσώπηκε τῆς χήρας ἡ συνεχὴς πρόσοδος, ὥστε καὶ ἄκοντα ποιῆσαι τὴν ἐκδίκησιν αὐτῆς, πῶς ὁ φιλοικτείρμων καὶ μισοπόνηρος, ὁ τοῖς ἀγαπῶσιν αὐτὸν χεῖρα νέμων ἀεὶ τὴν σώζουσαν, οὐ προσδέξεται μὲν προσιόντας αὐτῷ καὶ ἐν ἡμέρᾳ καὶ ἐν νυκτὶ, ποιήσει δὲ τὴν ἐκδίκησιν αὐτῶν ὡς ἐξειλεγμένων; (A f. 236) Ἀλλὰ γὰρ τίνες ὅλως οἱ ἀδικοῦντες αὐτοὺς, φέρε δὴ, φέρε καταθρήσωμεν [Cod. κατα θρηνήσωμεν]. Ἀδικοῦσιν ἁγίους πλεῖστοί τε ὅσοι καὶ ἐπὶ πολλοῖς, τὸν τῆς ἀληθείας ὀρθοτομοῦντας λόγον, οἱ τῶν ἱερῶν δογμάτων ἀνεπιστήμονες, καὶ πάσης ὀρθότητος ἀπενηνεγμένοι. Οὗτοι δέ εἰσι, τὰ μιαρὰ καὶ βέβηλα τῶν αἱρετικῶν ἐργαστήρια, ἅπερ ἂν εἴποι τις θανάτου πύλας· οὗτοι διωγμοὺς καὶ θλίψεις ἐπάγουσι τοῖς ὀρθοποδοῦσι περὶ τὴν πίστιν· κατὰ τούτων οἱ Θεῷ γνώριμοι ποιοῦνται τὰς λιτὰς, τοὺς ἁγίους ἀποστόλους ἀπομιμούμενοι, οἳ τῆς Ἰουδαίων σκαιότητος κατακεκραγότες, ἔφασκον· "Καὶ τὰ νῦν, Κύριε, ἔπιδε ἐπὶ τὰς ἀπειλὰς αὐτῶν, καὶ δὸς τοῖς δούλοις σου μετὰ παῤῥησίας λαλεῖν τὸν λόγον σου." Ἀλλὰ γὰρ ἴσως ἐρεῖ τις· Τοῖς ἁγίοις ἀποστόλοις ἔφη που Χριστός· "Ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, προσεύχεσθε ἐπὶ τῶν ἐπηρεαζόντων." Πῶς οὖν ἄρα προσευξόμεθα κατ' αὐτῶν, εἶτα τῆς θείας οὐκ ἀλο γήσομεν ἐντολῆς; Πρὸς τοῦτό φαμεν· Ἆρ' οὖν εὐξό μεθα παῤῥησίαν αὐτοῖς καὶ ἰσχὺν δοθῆναι παρὰ Θεοῦ, ἵνα τοὺς τὰ αὐτὰ πρεσβεύοντας μὴ ἐῶσι μυσταγω γεῖν; Καὶ πῶς οὐκ εὔηθες παντελῶς τὸ χρῆμά ἐστιν; Οὐκοῦν ὅταν μὲν εἰς ἡμᾶς αὐτοὺς τὰ παρά τινων ἔρχηται πλημμελήματα, τότε δὴ, τότε καύχημα ποιησόμεθα τὸ ἐπ' αὐτοῖς ἀμνησίκακον καὶ φιλάλ ληλον· τότε τοὺς ἁγίους Πατέρας ἀπομιμούμενοι, κἂν παίωσι, κἂν ὑβρίζωσι, κἂν ἑτέρους ἡμῖν πλεον εξίας ἐπιφέρωσι τρόπους, ἀπαλλάξομεν πάσης αἰτίας αὐτοὺς, κρείττους ἐσόμεθα καὶ ὀργῆς καὶ λύπης. Ὅταν δέ τινες εἰς αὐτὴν ἁμαρτάνωσι τὴν τοῦ Θεοῦ δόξαν, τῶν τὸ θεῖον ἱερουργούντων κήρυγμα, πολέ μους καὶ θλίψεις κατασωρεύοντες, τότε πρόσιμεν Θεῷ, τὴν παρ' αὐτοῦ ζητοῦντες ἐπικουρίαν, καὶ τῶν μαχομένων αὐτοῦ τῇ δόξῃ κατακεκραγότες· καθά περ ἀμέλει καὶ ὁ μέγας Μωϋσῆς· ἔφη γάρ· "Ἐξ εγέρθητι, Κύριε· διασκορπισθήτωσαν οἱ ἐχθροί σου· φυγέτωσαν πάντες οἱ μισοῦντες τὸ ὄνομά σου." Καὶ αὐτὸ δὲ τὸ εἰρημένον παρὰ ἁγίων ἀποστόλων, ἐκ δείξειεν ἂν οὐκ ἀσυντελοῦν πρὸς ὄνησιν τῷ θείῳ κη ρύγματι, τὸ ἀσθενῆσαί πως τῶν διωκόντων τὴν χεῖρα· "Ἔπιδε γὰρ, φησὶν, ἐπὶ τὰς ἀπειλὰς αὐτῶν," τουτέστι ματαίωσον αὐτῶν τὰς ἐπαναστάσεις· "καὶ δὸς τοῖς δούλοις σου, μετὰ παῤῥησίας λαλεῖν τὸν λόγον σου." Ὅτι γὰρ ἤμελλον τοὺς τῆς ὀρθότητος λόγους ἐκκαπηλεύειν τινὲς, καὶ τῆς ὑγιαινούσης πίστεως ἀποφέρειν πολλοὺς, προαναπεφώνηκε λέγων 72.852 9Πλὴν ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐλθὼν, ἆρα εὑρή σει τὴν πίστιν ἐπὶ τῆς γῆς;9 (A f. 256, B f. 168, E f.145, δ φ. 59) Οὐκ ἠγνόη σε τοῦτο. Πόθεν; Θεὸς γάρ ἐστιν ὁ πάντα εἰδώς. Ὑπεμφαίνει δὲ ὅτι ψυγήσεται ἡ ἀγάπη τῶν πολλῶν, καὶ ἀποδραμοῦνταί τινες ἐν ἐσχάτοις καιροῖς τῆς ὀρθῆς καὶ ἀδιαβλήτου πίστεως, προσέχοντες πνεύ μασι πλάνοις καὶ ψευδηγορίαις ἀνθρώπων κεκαυτη ριασμένων νοῦν· καθ' ὧν ὡς οἰκέται γνήσιοι τῷ Θεῷ πρόσιμεν, ἀπράκτους αὐτῶν παρακαλοῦντες ἀποφαν θῆναι τὰς πονηρίας, καὶ τὰ κατὰ τῆς αὐτοῦ δόξης ἐπιχειρήματα. Ἀδικοῦσι δὲ τοὺς Θεῷ δουλεύοντας καὶ ἕτεροί τινες, καθ' ὧν ἀνέγκλητος ἡ παρ' ἡμῶν ἔσται πρόσοδος, ἡ διά γε τῆς προσευχῆς. Τίνες δὲ οὗτοι πάλιν; Αἱ πονηραὶ καὶ ἀντικείμεναι δυνάμεις, καὶ ὁ πάντων ἀντίδικος Σατανᾶς, ὁ τοῖς εὖ βιοῦν ἐθέλουσιν, ἀγρίως ἀντανιστάμενος, ὁ τοῖς φαυλότη τος βόθροις ἐνιεὶς τοὺς νυστάζοντας, ὁ πάσης ἡμῖν ἁμαρτίας ἐμφυτεύων σπέρματα· ἔγκειται γὰρ οὐ φορητῶς μετὰ τῶν ἰδίων ὑπασπιστῶν·