133
ἔνθα μήτε τις ἄνθρωπος μήτε τι ζῷον ἕτερον μηδὲ σῶμα μέγα μηδὲ σμικρόν, ἀλλά τις ἄφατος καὶ ἀδιήγητος ἀτεχνῶς ἐρημία θεσπέσιος, ἔνθα τοῦ ἀγαθοῦ ἤθη διατριβαί τε καὶ ἀγλαΐαι, αὐτὸ δὲ ἐν εἰρήνῃ, ἐν εὐμενείᾳ, τὸ ἤρεμον, τὸ ἡγεμονικὸν ἵλεω ἐποχούμενον 11.22.2 ἐπὶ τῇ οὐσίᾳ. εἰ δέ τις πρὸς τοῖς αἰσθητοῖς λιπαρῶν τὸ ἀγαθὸν ἐφιπτάμενον φαντάζεται κἄπειτα τρυφῶν οἴοιτο τῷ ἀγαθῷ ἐντετυχηκέναι, τοῦ παντὸς ἁμαρτάνει. τῷ γὰρ ὄντι οὐ ῥᾳδίας, θείας δὲ πρὸς αὐτὸ δεῖ μεθόδου· καὶ ἔστι κράτιστον τῶν αἰσθητῶν ἀμελήσαντι, νεανιευσαμένῳ πρὸς τὰ μαθήματα, τοὺς ἀριθμοὺς θεασαμένῳ, οὕτως ἐκμελετῆσαι μάθημα, τί ἐστι τὸ ὄν.» 11.22.3 Ταῦτα μὲν ἐν τῷ πρώτῳ· ἐν δὲ τῷ πέμπτῳ ταῦτά φησιν· «Εἰ δ' ἔστι μὲν νοητὸν ἡ οὐσία καὶ ἡ ἰδέα, ταύτης δ' ὡμολογήθη πρεοβύτερον καὶ αἴτιον εἶναι ὁ νοῦς, αὐτὸς οὗτος μόνος εὕρηται ὢν τὸ ἀγαθόν. καὶ γὰρ εἰ ὁ μὲν δημιουργὸς θεός ἐστι γενέσεως, ἀρκεῖ τὸ ἀγαθὸν οὐσίας εἶναι ἀρχή. ἀνάλογον δὲ τούτῳ μὲν ὁ δημιουργὸς θεός, ὢν αὐτοῦ μιμητής, τῇ δὲ 11.22.4 οὐσίᾳ ἡ γένεσις, ἣ εἰκὼν αὐτῆς ἐστι καὶ μίμημα. εἴπερ δὲ ὁ δημιουργὸς ὁ τῆς γενέσεώς ἐστιν ἀγαθός, ἦ που ἔσται καὶ ὁ τῆς οὐσίας δημιουργὸς αὐτοάγαθον, σύμφυτον τῇ οὐσίᾳ. ὁ γὰρ δεύτερος διττὸς ὢν αὐτοποιεῖ τήν τε ἰδέαν 11.22.5 ἑαυτοῦ καὶ τὸν κόσμον, δημιουργὸς ὤν, ἔπειτα θεωρητικὸς ὅλως. συλλελογισμένων δ' ἡμῶν ὀνόματα τεσσάρων πραγμάτων τέσσαρα ἔστω ταῦτα· ὁ μὲν πρῶτος θεὸς αὐτοάγαθον· ὁ δὲ τούτου μιμητὴς δημιουργὸς ἀγαθός· ἡ δ' οὐσία μία μὲν ἡ τοῦ πρώτου, ἑτέρα δὲ ἡ τοῦ δευτέρου· ἧς μίμημα ὁ καλὸς κόσμος, κεκαλλωπισμένος μετουσίᾳ τοῦ καλοῦ.» 11.22.6 Καὶ ἐν τῷ ἕκτῳ δὲ ἐπιλέγει· «Μετέχει δὲ αὐτοῦ τὰ μετίσχοντα ἐν ἄλλῳ μὲν οὐδενί, ἐν δὲ μόνῳ τῷ φρονεῖν· ταύτη ἄρα καὶ τῆς ἀγαθοῦ συμβάσεως ὀνίναιτ' ἄν, ἄλλως δ' οὔ. καὶ μὲν δὴ τὸ φρονεῖν, τοῦτο δὴ συντετύχηκε μόνῳ τῷ πρώτῳ. ὑφ' οὗ οὖν τὰ ἄλλα ἀποχραίνεται καὶ ἀγαθοῦται, ἐὰν τοῦτο ἐκείνῳ μόνον μόνῳ προσῇ, 11.22.7 ἀβελτέρας ἂν εἴη ψυχῆς ἔτι ἀμφιλογεῖν. εἰ γὰρ ἀγαθός ἐστιν ὁ δεύτερος οὐ παρ' ἑαυτοῦ, παρὰ δὲ τοῦ πρώτου, πῶς οἷόν τε ὑφ' οὗ μετουσίας ἐστὶν οὗτος ἀγαθός, μὴ ἀγαθὸν εἶναι, ἄλλως τε κἂν τύχῃ αὐτοῦ ὡς ἀγαθοῦ 11.22.8 μεταλαχὼν ὁ δεύτερος; οὕτως τοι ὁ Πλάτων ἐκ συλλογισμοῦ τῷ ὀξὺ βλέποντι ἀπέδωκε τὸ ἀγαθὸν ὅτι ἐστὶν ἕν.» Καὶ πάλιν ἑξῆς φησι· 11.22.9 «Ταῦτα δὲ οὕτως ἔχοντα ἔθηκεν ὁ Πλάτων ἄλλῃ καὶ ἄλλῃ χωρίσας· ἰδίᾳ μὲν γὰρ τὸν κυκλικὸν ἐπὶ τοῦ δημιουργοῦ ἐγράψατο ἐν Τιμαίῳ εἰπὼν «ἀγαθὸς ἦν»· ἐν δὲ τῇ Πολιτείᾳ τὸ ἀγαθὸν εἶπεν ἀγαθοῦ ἰδέαν, ὡς δὴ τοῦ δημιουργοῦ ἰδέαν οὖσαν τὸ ἀγαθόν, ὅστις πέφανται ἡμῖν ἀγαθὸς μετουσίᾳ 11.22.10 τοῦ πρώτου τε καὶ μόνου. ὥσπερ γὰρ ἄνθρωποι μὲν λέγονται τυπωθέντες ὑπὸ τῆς ἀνθρώπου ἰδέας, βόες δ' ὑπὸ τῆς βοός, ἵπποι δ' ὑπὸ τῆς ἵππου ἰδέας, οὕτως καὶ εἰκότως ὁ δημιουργός, εἴπερ ἐστὶ μετουσίᾳ τοῦ πρώτου ἀγαθοῦ ἀγαθός, ἀγαθοῦ ἰδέα ἂν εἴη ὁ πρῶτος νοῦς, ὢν αὐτοάγαθον.»
11.23.1 κδʹ. ΠΕΡΙ ΤΩΝ ΠΑΡΑ ΠΛΑΤΩΝΙ Ι∆ΕΩΝ «Οὕτω δὲ γεγενημένος» δῆλον δ' ὅτι ὁ κόσμος «πρὸς τὸ λόγῳ καὶ φρονήσει περιληπτὸν καὶ κατὰ τὰ αὐτὰ ἔχον δεδημιούργηται. τούτων δὲ ὑπαρχόντων αὖ πᾶσα ἀνάγκη τόνδε τὸν κόσμον εἰκόνα τινὸς εἶναι. τὰ γὰρ δὴ νοητὰ ζῷα πάντα ἐκεῖνο ἐν ἑαυτῷ περιλαβὸν ἔχει, καθάπερ ὅδε ὁ κόσμος ἡμᾶς.» 11.23.2 Ταῦτα μὲν ὁ Πλάτων ἐν Τιμαίῳ. τὴν δὲ τῶν εἰρημένων διάνοιαν ἐκ τῶν ∆ιδύμῳ Περὶ τῶν ἀρεσκόντων Πλάτωνι συντεταγμένων ἐκθήσομαι. γράφει δὲ οὕτως· 11.23.3 «Τῶν κατὰ φύσιν αἰσθητῶν κατὰ γένος ὡρισμένα τινὰ παραδείγματα φάμενος εἶναι τὰς ἰδέας, ὧν τὰς ἐπιστήμας γίνεσθαι καὶ τοὺς ὅρους· παρὰ πάντας γὰρ ἀνθρώπους ἄνθρωπόν τινα νοεῖσθαι καὶ παρὰ πάντας