133
πόρνας ὁμιλίαν; πῶς τὰς χεῖρας εἰς τὸν οὐρανὸν ἀνατεῖναι, αἷς τὴν πόρνην περιελάμβανες; πῶς κινῆσαι γλῶτταν, καὶ τῷ στόματι εὔξασθαι τούτῳ, ᾧ τὴν πόρνην ἐφίλησας; ποίοις ὀφθαλμοῖς ὄψει τῶν εἰς τοῦτο βλεπόντων σε φίλων τοὺς σεμνοτέρους; Καὶ τί λέγω τοὺς φίλους; κἂν γὰρ μηδεὶς ὁ συνειδὼς ᾖ, σὺ σαυτὸν ἀναγκασθήσῃ πρὸ πάντων ἐρυθριᾷν καὶ αἰσχύνεσθαι, καὶ πάντων μᾶλλον τὸ ἑαυτοῦ βδελύττεσθαι σῶμα. Εἰ γὰρ μὴ τοῦτο ἦν, τίνος ἕνεκεν ἐπὶ βαλανεῖον μετὰ τὴν ἁμαρτίαν τρέχεις ἐκείνην; οὐκ ἐπειδὴ βορβόρου παντὸς ἀκαθαρτότερον σαυτὸν εἶναι νομίζεις; Τίνα οὖν τὸν Θεὸν προσδοκᾷς ψῆφον οἴσειν, ὅταν ὁ πεπλημμεληκὼς σὺ τοιαύτην περὶ τῶν γεγενημένων γνώμην ἔχῃς; Εἰ μὲν οὖν σωματικὸς ὁ ῥύπος ἐστὶν, εἰκότως τοῖς τῶν βαλανείων καθαρσίοις ἑαυτὸν ἀποσμήχεις· ἐπεὶ δὲ τὴν ψυχὴν καταῤῥυπάνας ἀκάθαρτον ὅλην ἐποίησας, τοιοῦτον ζήτει καθάρσιον, ὃ τὴν ἐκείνης κηλῖδα ἀποσμῆξαι δυνήσεται· ὡς ἐὰν μὴ τοῦτο ποιῶμεν, κἂν ἁπάσας τῶν ποταμῶν διέλθωμεν τὰς πηγὰς, οὐδὲ μικρὸν τῆς ἁμαρτίας ταύτης ὑφελέσθαι δυνησόμεθα μέρος. Εἴ τις οἰκέτης εἰς κιβώτιον, ἔνθα τὰ δεσποτικὰ ἱμάτια ἀπέκειντο, ἱμάτιον δουλικὸν ῥύπου γέμον καὶ πολλῶν φθειρῶν ἐναπέθετο, ἆρα ἂν πράως ἤνεγκας τὴν ὕβριν, εἰπέ μοι; Τί δὲ, εἴ τις εἰς ἀγγεῖον χρυσοῦν μύρα διηνεκῶς ἔχειν εἰωθὸς, κόπρον καὶ βόρβορον ἐνέχεεν, οὐκ ἂν καὶ πληγὰς ἐπέθηκας τῷ πλημμελήσαντι τοῦτο; Εἶτα κιβωτίων μὲν καὶ σκευῶν καὶ ἱματίων τοσαύτην ποιούμεθα τὴν πρόνοιαν, τὴν δὲ ψυχὴν τὴν ἡμετέραν πρὸ πάντων τούτων εὐτελεστέραν εἶναι νομιοῦμεν; καὶ ἔνθα τὸ μύρον τὸ πνευματικὸν ἐξεχύθη, διαβολικὰς πομπὰς ἐμβαλοῦμεν, καὶ ἀκούσματα σατανικὰ καὶ ᾄσματα πορνείας γέμοντα; καὶ πῶς ταῦτα οἴσει ὁ Θεὸς, εἰπέ μοι; Ὅταν γὰρ ὑπὸ τῆς ἐκεῖ θεωρίας διαχυθῇς, καὶ σωφροσύνης ἁπάσης ἐχθρὸς γενόμενος, ἐπανελθὼν ἴδῃς τὴν γυναῖκα, ἀηδέστερον ὄψει πάντως οἵα ἂν ᾖ· ὑπὸ γὰρ τῆς ἀκολάστου θεωρίας ἁλοὺς, τὴν μὲν σώφρονα καὶ κοσμίαν καὶ τοῦ βίου παντὸς κοινωνὸν ἀτιμάζεις, ὑβρί 63.738 ζεις, μυρίοις περιβάλλεις ὀνείδεσι πρὸς δὲ τὴν μιαρὰν καὶ ἀκάθαρτον κεχηνὼς ἐκείνην ἐπιθυμίαν, παρ' ἧς τὸ τραῦμα ἐδέξω, καὶ τὴν ἠχὴν τῆς φωνῆς ἔχων ἐγκαθημένην τῇ ψυχῇ ἔναυλον, καὶ τὸ σχῆμα καὶ τὸ βλέμμα καὶ τὰ κινήματα, καὶ πάντα τῆς πορνείας τὰ εἴδωλα, οὐδὲν μεθ' ἡδονῆς λοιπὸν τῶν ἐπὶ τῆς οἰκίας ὁρᾷς. Καθάπερ γὰρ οἱ καρηβαρίᾳ καὶ μέθῃ κατεχόμενοι ἁπλῶς καὶ εἰκῆ περιφέρονται, κἂν βάραθρον καὶ κρημνὸς, κἂν ὁτιοῦν ὑποκείμενον ᾖ, καταπίπτουσιν ἀφυλάκτως· οὕτω καὶ οἱ πρὸς τὴν ἁμαρτίαν ὁρμήσαντες, καθάπερ μέθῃ δεινῇ τῇ τῆς ἁμαρτίας ἐπιθυμίᾳ κατεχόμενοι, οὐκ ἴσασιν ὅπερ πράττουσιν, οὐ τῶν παρόντων, οὐ τῶν μελλόντων τι προορῶσιν. Καὶ γὰρ τοιοῦτον ἡ ἁμαρτία· μετὰ τὸ πραχθῆναι καὶ τελείως ἀπαρτισθῆναι, τότε τὰς ὠδῖνας ἐγείρει τῇ τεκούσῃ ψυχῇ, ἀπεναντίας τῶν νόμων τῆς ἡμετέρας γεννήσεως. Ἡμεῖς μὲν γὰρ ὁμοῦ τεχθέντες τὰς ὠδῖνας λύομεν, ἐκείνη δὲ ὁμοῦ τεχθεῖσα διασπᾷ ταῖς ὀδύναις τοὺς τεκόντας αὐτὴν λογισμούς. Ἐν γὰρ τῷ πράττειν τὴν ἁμαρτίαν ὑπὸ τῆς ἡδονῆς μεθύοντες οὐχ οὕτως αἰσθανόμεθα· ἐπειδὰν δὲ γένηται καὶ λάβῃ τέλος, τότε δὴ μάλιστα τῆς ἡδονῆς σβεσθείσης ἁπάσης, τὸ πικρὸν τῆς μετανοίας ἐπεισέρχεται κέντρον· καὶ ἐν τῷ γίνεσθαι τὴν ἁμαρτίαν, καὶ πρὶν γενέσθαι καὶ μετὰ τὸ γενέσθαι σφοδρὸς ἐφέστηκε τὸ συνειδὸς ἡμῶν κατήγορος. Τοιοῦτον τὸ τῶν ἁμαρτανόντων ἔθος ἐστί· πάντα ὑποπτεύουσι, τὰς σκιὰς τρέμουσι, πάντα ψόφον δεδοίκασι, καὶ ἕκαστον ἐπ' αὐτοὺς βαδίζειν νομίζουσι· πολλοὺς γὰρ πολλάκις εἶδον ἐφ' ἑτέραν τρέχοντας διακονίαν, καὶ ἐνόμισαν ἐπ' αὐτοὺς ἥκειν. Καὶ ἄλλα ἄλλων πρὸς ἀλλήλους διαλεγομένων, οἱ συνειδότες ἑαυτοῖς ἁμαρτίαν, περὶ αὐτῶν ἐκείνους διαλέγεσθαι νομίζουσι. Τοιοῦτον γὰρ ἡ ἁμαρτία· οὐδενὸς ἐλέγχοντος προδίδωσιν, οὐδενὸς κατηγοροῦντος καταδικάζει, καὶ ψοφοδεῆ ποιεῖ καὶ δειλὸν τὸν ἡμαρτηκότα· ὥσπερ οὖν ἡ δικαιοσύνη τοὐναντίον. Ἄκουσον καὶ τούτου τὴν δειλίαν, καὶ τοῦ δικαίου τὴν παῤῥησίαν· Φεύγει ὁ ἀσεβὴς, φησὶ, μηδενὸς διώκοντος. Πῶς οὐδενὸς διώκοντος