καὶ ἐπ' αὐτῷ δὴ τούτῳ καταβεβόηκεν αὐτοῦ ὁ Ψαλμῳδὸς, λέγων· "Ἕως πότε ἐπιτίθεσθε ἐπ' ἄνθρωπον; φονεύετε πάντες ὑμεῖς, ὡς τοίχῳ κεκλιμένῳ καὶ φραγμῷ ὠσμένῳ; Ὥσπερ γὰρ τοῖχος ἤδη τὸ κλίνεσθαι παθὼν, καὶ φραγμὸς ὠσθεὶς, ἤγουν ἀνατραπεὶς, πίπτουσιν ἑτοίμως ὠθοῦντός τινος· οὕτως ὁ ἀνθρώπινος νοῦς, πλείστην ἐξ ἑαυτοῦ ἔχων τὴν ῥοπὴν εἰς φιληδονίας κοσμικὰς, πίπτει πρὸς αὐτὰς ἑτοίμως, ἕλκοντός τινος καὶ κατερεθίζοντος· ἔργον δὲ τοῦτο τῷ Σατανᾷ. Οὐκοῦν περὶ τούτων ἐροῦμεν ἐν προσευχαῖς πρὸς τὸν διασῶσαι δυνάμενον· "Ἐκδίκησόν μου ἐκ τοῦ ἀντιδίκου μου." Ὃ δὴ καὶ πέπραχεν ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος γενόμενος ἄνθρωπος· ἐκβέβληκε γὰρ τῆς καθ' ἡμῶν τυραννίδος τὸν ἄρχοντα τοῦ αἰῶνος τούτου, ἐξείλετο δὲ καὶ σέσωκε, καὶ τοῖς τῆς ἑαυτοῦ βασιλείας ὑπήγαγε ζυγοῖς. Καὶ γὰρ ἐξ ὑμῶν τινες ὡς οἰκέται γνήσιοι ἐν ἑδραιότητι πίστεως διατηρη θήσονται παρὰ Θεοῦ ἐπὶ γῆς ὄντες· καλὴ τοίνυν ἡ ἔντευξις ἡ διὰ συχνῆς προσευχῆς· προσδέξεται γὰρ ἡμῶν τὰς λιτὰς, πληρώσει τε τὰ αἰτήματα Χριστός. Εἰ γὰρ τὸν κριτὴν τῆς ἀδικίας, τὸν καὶ πρὸς Θεὸν καὶ πρὸς ἀνθρώπους ἀπαναιδευσάμενον, καὶ πάσης κακίας πεπληρωμένον, ἡ τῆς χήρας προσεδρεία καὶ καρτερία ἐμάλαξε, πόσῳ μᾶλλον ἡμεῖς τὸν Πατέρα τοῦ ἐλέους εἰς οἶκτον ἑλκύσομεν, κἂν μακροθυμῇ πρὸς τὸ παρόν; Ἐπειράθησαν δέ τινες περιεργότερον τὴν παρα βολὴν ταύτην ἑρμηνεῦσαι, χήραν μὲν τὴν ἀποβα λοῦσαν τὸν διάβολον, ψυχὴν λέγοντες· ἀντίδικον δὲ αὐτῆς, αὐτὸν καθ' οὗ καὶ πρόσεισι τῷ Θεῷ τῷ κριτῇ τῆς ἀδικίας, τουτέστι, τῷ κατακρίνοντι τὴν ἀδικίαν, ὃς οὐκ ἔχει Θεὸν ὃν φοβηθήσεται, οὐδὲ πρόσωπον ἀνθρώπου λαμβάνει, ὃς καὶ τὴν προσεδρεύουσαν αὐτῷ ψυχὴν οἰκτείρει· ἀλλὰ ταῦτα μὲν τολμηρῶς καὶ φαύλως τινὲς ἐξελάβοντο· ὁ μέν τοι Κύριος, ὅτι ἐν τῷ καιρῷ τῆς συντελείας πρὸς τοὺς τότε κινδύ νους τῇ προσευχῇ συντόνως χρηστέον, ἐπιφέρει, ὅτι "Ἆρα ἐλθὼν εὑρήσει τὴν πίστιν;" ἐν σχήματι 72.853 ἐρωτήσεως τὸ σπάνιον παριστῶν. Εἴωθε γὰρ ἐπὶ τοῦ σπανίου, τῷ ἐρωτηματικῷ τρόπῳ χρᾶσθαι· ὡς κἀν ταῦθα δηλῶν, ὅτι βραχεῖς ἔσονται οἱ τὴν πίστιν φυ λάττοντες· καὶ ἐν ὀλίγοις αὐτὴν εὑρήσει ἐπὶ τῆς γῆς, ἐν νεφέλαις ἐλθών. (A f. 236 b) Ἵνα δὲ μάθῃς ὅσην ἔχει ζημίαν τὸ κατακρίνειν ἑτέρους, καὶ μὴ ἐπὶ τοῖς οἰκείοις πταί σμασι μετανοεῖν, ἐξ αὐτῶν σε τῶν Εὐαγγελίων πι στώσομεν. Λέγει τοιγαροῦν οὗτος ὁ μακάριος Λουκᾶς περὶ τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ· "Εἶπε δὲ αὐτοῖς καὶ παραβολὴν περὶ τῶν δικαιούντων ἑαυτοὺς, ἐξου θενούντων δὲ τοὺς ἑτέρους." Καὶ τίς ἡ παραβολή; 9Ἄνθρωποι δύο ἀνέβησαν εἰς τὸ ἱερὸν προσεύ ξασθαι, κ.τ.λ.9 (A f. 236 b, E f.145, Ε f. 298) Ἐνταῦθα γὰρ διδάσκει ἡμᾶς, τίνα χρὴ τρόπον τὰς πρὸς αὐτὸν ποιεῖσθαι λιτὰς, ἵνα μὴ ἄμισθον εὑρεθῇ τοῖς χρωμέ νοις τὸ χρῆμα· μηδὲ δι' ὧν ἄν τις ὠφελεῖσθαι νο μίζοι, διὰ τούτων αὐτῶν παροτρύνῃ καθ' ἑαυτοῦ τὸν τῶν ἄνωθεν χαρισμάτων δοτῆρα Θεόν· γέγραπται γὰρ, ὅτι "Ἔστι δίκαιος ἀπολλύμενος ἐν δικαίῳ αὐ τοῦ." Ἰδοὺ γὰρ ἐνταῦθα ὁ Φαρισαῖος κατακέκριται, ὅτι μὴ ἐπιστημόνως ἐποιεῖτο τὴν προσευχήν. Πολλὰ γὰρ κατ' αὐτὸν αὐτοῦ τὰ ἐγκλήματα· πρῶτον μὲν φορτικός ἐστι καὶ ἄνους· τεθαύμακε γὰρ αὐτὸς ἑαυ τὸν, καίτοι βοῶντος τοῦ ἱεροῦ Γράμματος· "Ἐγ κωμιαζέτω σε ὁ πέλας, καὶ μὴ τὸ σὸν στόμα· ἀλλό τριος, καὶ μὴ τὰ σὰ χείλη." Εἶτα, ἠγνόησεν ὅτι τὸ κακῶν εἶναι κρείττονα, οὐχὶ πάντη τε καὶ πάντως ἀξιοθαύμαστον ἀποφαίνει τινά· τὸ δὲ ἁμιλλᾶσθαι φιλεῖν τοῖς εἰωθόσιν εὐδοκιμεῖν, λαμπρὸν καὶ δια πρεπῆ, καὶ τοῖς δικαίως τεθαυμασμένοις ἐναρίθμιον ἀπεργάζεται.(A f. 239, Ε f. 298) Ὁ γοῦν τελώ νης εἱστήκει μακρόθεν· οὐδ' ὅσον εἰπεῖν ἀνατεῖναι τολμῶν εἰς ὕψος τοὺς ὀφθαλμοὺς, ἀλλὰ τῷ ἐρυθριῶντι βλέμματι, τὸ τῆς ψυχῆς μηνύων ἀπαῤῥησίαστον. Ὁρᾷς ὅτι περιστείλας τὴν παῤῥησίαν, ὡς οὐκ ἔχων αὐτὴν, τοῖς ὑπὸ τοῦ συνειδότος ἐλέγχοις πλήττεται; ∆έδιε γὰρ καὶ μόνον ὀφθῆναι Θεῷ, ὡς ὀλίγως φρον τίσας τῶν αὐτοῦ νόμων·