134
ἵππους 11.23.4 ἵππον καὶ κοινῶς παρὰ τὰ ζῷα ζῷον ἀγένητον καὶ ἄφθαρτον. ὃν τρόπον δὲ σφραγῖδος μιᾶς ἐκμαγεῖα γίνεσθαι πολλὰ καὶ συχνὰς εἰκόνας ἑνὸς ἀνδρός, οὕτως ἐκ μιᾶς ἑκάστης ἰδέας αἰσθητῶν σωμάτων φύσεις παμπληθεῖς, τῆς μὲν ἀνθρώπων ἀνθρώπους ἅπαντας, ... καὶ κατὰ τὸν αὐτὸν λόγον ἐπὶ τῶν 11.23.5 ἄλλων τῶν κατὰ φύσιν. εἶναι δὲ τὴν ἰδέαν ἀΐδιον οὐσίαν, αἰτίαν καὶ ἀρχὴν 11.23.6 τοῦ ἕκαστον εἶναι τοιοῦτον οἵα ἐστὶν αὐτή. καθάπερ οὖν τὰς κατὰ μέρος ὥσπερ ἀρχέτυπα τῶν αἰσθητῶν προηγεῖσθαι σωμάτων, οὕτως τὴν πάσας ἐν ἑαυτῇ περιέχουσαν, καλλίστην καὶ τελειοτάτην οὖσαν, ὑπάρχειν τοῦδε παράδειγμα τοῦ κόσμου· πρὸς γὰρ ταύτην ἀφομοιωθέντα ὑπὸ τοῦ δημιουργήσαντος αὐτὸν ἀπειργάσθαι θεοῦ κατὰ πρόνοιαν ἐκ τῆς πάσης οὐσίας.» 11.23.7 Ταῦτα καὶ ἀπὸ τοῦ δεδηλωμένου ἀνδρός. φθάνει γε μὴν καὶ ταῦτα Μωσῆς ὁ πάνσοφος, πρὸ τοῦ φαινομένου ἡλίου καὶ ἄστρων καὶ πρὸ τοῦ ὁρωμένου οὐρανοῦ, ὃ δὴ στερέωμα καλεῖ, πρό τε τῆς καθ' ἡμᾶς ξηρᾶς γῆς καὶ πρὸ τῆς παρ' ἡμῖν ἡμέρας καὶ νυκτὸς φῶς ἕτερον παρὰ τὸ τοῦ ἡλίου ἡμέραν τε καὶ νύκτα καὶ τὰ λοιπὰ πρὸς τοῦ πανηγεμόνος καὶ αἰτίου τῶν 11.23.8 ὅλων θεοῦ πεποιῆσθαι διδάσκων. ἀλλὰ καὶ οἱ μετὰ Μωσέα παῖδες Ἑβραίων ἥλιόν τινα εἶναι ἀσώματον οὐ πᾶσιν ὁρατὸν οὐδὲ θνητοῖς ὀφθαλμοῖς ὑπαγόμενον ὁρίζονται, ὡς ὁ προφήτης ἐκ προσώπου θεοῦ λέγων· «Τοῖς 11.23.9 δὲ φοβουμένοις με ἀνατελεῖ ἥλιος δικαιοσύνης.» καὶ αὐτὴν δὲ δικαιοσύνην, οὐχὶ τὴν ποιὰν ἐν ἀνθρώποις, ἀλλὰ τὴν ταύτης ἰδέαν οἶδεν ἄλλος Ἑβραίων προφήτης, ὁ φήσας περὶ θεοῦ· «Τίς ἐξήγειρεν ἀπὸ ἀνατολῶν δικαιοσύνην; ἐκάλεσεν αὐτὴν κατὰ πρόσωπον αὐτοῦ, καὶ πορεύσεται; δώσει ἐνώ 11.23.10 πιον ἐθνῶν.» καὶ Λόγον δὲ θεῖον ἀσώματον καὶ οὐσιώδη ἀρτίως ἡμῖν ὁ κοινὸς ἡμῶν λόγος ἐν τοῖς πρόσθεν ἀπὸ τῆς Ἑβραίων παρίστη γραφῆς. οὗ πέρι Λόγου καὶ τάδε παρὰ τοῖς αὐτοῖς εἴρηται· «Ὃς ἐγενήθη ἡμῖν σοφία 11.23.11 ἀπὸ θεοῦ δικαιοσύνη τε καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις.» λέγεται καὶ ζωή, λέγεται καὶ σοφία, λέγεται καὶ ἀλήθεια. καὶ πάντα τὰ κατ' οὐσίαν ὄντα τε καὶ ὑφεστῶτα οἱ Ἑβραίων λόγοι διδάσκουσιν εἰ δὴ Ἑβραῖοι καὶ οἱ τοῦ σωτῆρος ἡμῶν ἀπόστολοί τε καὶ μαθηταί, ναὶ μὴν καὶ μυρίας ἄλλας ἀσωμάτους δυνάμεις οὐρανοῦ τε ἐπέκεινα καὶ πάσης τῆς ὑλικῆς καὶ ῥοώδους οὐσίας, ὧν τὰς εἰκόνας ἐν τοῖς αἰσθητοῖς φασι κατατετυπῶσθαι, 11.23.12 ἐφ' ὧν ἤδη καὶ τοὔνομα τῆς εἰκόνος παρειλήφασι. τὸν γοῦν ἄνθρωπον εἰκόνα διαρρήδην νοητοῦ παραδείγματος εἶναι καὶ πάντα τὸν ἀνθρώπων βίον ἐν εἰκόνι διαπορεύεσθαι εἰρήκασι. λέγει δ' οὖν ὁ Μωσῆς· «Καὶ ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον, κατ' εἰκόνα θεοῦ ἐποίησεν αὐτόν.» καὶ πάλιν ἄλλος Ἑβραῖος τὰ πάτρια φιλοσοφῶν· «Μέντοιγε,» φησίν, «ἐν εἰκόνι διαπορεύεται ἄνθρωπος.» ἤδη δὲ καὶ οἱ τῶν ἱερῶν νόμων ἐξηγηταὶ ἐπάκουσον ὅπως τὴν ἐν τοῖς Μωσέως γράμμασι διάνοιαν σαφηνίζουσι. λέγει δ' οὖν ὁ Ἑβραῖος Φίλων τὰ πάτρια διερμηνεύων αὐτοῖς ῥήμασιν·
11.24.1 κεʹ. ΦΙΛΩΝΟΣ ΠΕΡΙ ΤΩΝ ΠΑΡΑ ΜΩΣΕΙ Ι∆ΕΩΝ
«Εἰ δέ τις ἐθελήσειε γυμνότερον χρήσασθαι τοῖς ὀνόμασιν, οὐδὲν ἂν ἕτερον εἴποι τὸν νοητὸν κόσμον ἢ θεοῦ λόγον ἤδη κοσμοποιοῦντος. οὐδὲ γὰρ ἡ νοητὴ πόλις ἕτερόν τί ἐστιν ἢ ὁ τοῦ ἀρχιτέκτονος λογισμὸς ἤδη τὴν 11.24.2 νοητὴν πόλιν κτίζειν διανοουμένου. τὸ δὲ δόγμα τοῦτο Μωσέως ἐστίν, οὐκ ἐμόν. τὴν γοῦν ἀνθρώπου γένεσιν ἀναγράφων ἐν τοῖς ἔπειτα διαρρήδην 11.24.3 ὁμολογεῖ, ὡς ἄρα «κατ' εἰκόνα θεοῦ» διετυπώθη. εἰ δὲ τὸ μέρος εἰκὼν εἰκόνος, δηλονότι καὶ τὸ ὅλον εἶδος, σύμπας οὗτος ὁ αἰσθητὸς κόσμος, εἰ μείζων τῆς ἀνθρωπίνης ἐστί, μίμημα θείας εἰκόνος· δῆλον δὲ ὅτι καὶ