καὶ δι' αὐτοῦ τοῦ φαινομένου σχήματος, τῆς ἑαυτοῦ φαυλότητος κατηγορεῖ· τύπτει τὸ στῆθος, ὁμολογεῖ τὰ ἐγκλήματα, δείκνυσιν ὡς ἰατρῷ τὴν νόσον, καὶ κατοικτείρεσθαι παρακαλεῖ. (A f. 241 b, Ε f. 305) Ὥσπερ οὖν οὐδὲ ὁ τελώνης [ἐξουδενώθη]· τί γάρ φησι περὶ αὐτοῦ, τοῦ τὰς οἰκείας ἁμαρτίας ὁμολογοῦντος, ὁ πάντων Κριτὴς, ὁ τὰς καρ δίας ἐπιγινώσκων, ὁ τὰς πάντων δεχόμενος προσευ χάς; "Λέγω ὑμῖν, κατέβη οὗτος δεδικαιωμένος εἰς τὸν οἶκον αὐτοῦ, ἢ ἐκεῖνος." Κἂν εἴ τις γὰρ γέ νοιτο χρηστὸς καὶ ἐπιεικὴς, μὴ ταύτης ἕνεκα τῆς αἰτίας ὑπεροψίαν νοσείτω· μεμνήσθω δὲ μᾶλλον Χριστοῦ λέγοντος τοῖς ἁγίοις ἀποστόλοις· "Ὅταν ταῦτα ποιήσητε, δῆλον δὲ ὅτι τὰ διατεταγμένα, λέγετε ὡς ∆οῦλοι ἀχρεῖοί ἐσμεν· ὃ ὠφείλομεν ποιῆσαι, πε ποιήκαμεν." Ὀφείλομεν δὲ ὡς ἐξ ἀναγκαίου ζυγοῦ 72.856 τῷ ἐπὶ πάντας Θεῷ τὴν δουλείαν, τὴν ὑποταγὴν τὴν εἰς πᾶν ὁτιοῦν· ὁρᾷς ὅπως ὁ τελώνης τὰ ἁμαρτήματα ἀπεδύσατο, τὴν τοῦ Φαρισαίου κατηγορίαν πράως ἐνεγκών; Καὶ ὁ μὲν ἀπὸ δόξης, εἰς τὸ τῆς ἀτιμίας κατέπεσε βάραθρον· ὁ δὲ ἀπὸ τῆς ἐπονειδίστου ζωῆς, εἰς μακαρίαν ἐπανῆλθε κατάστασιν· καὶ ὁ μὲν πολλῷ τῷ μέσῳ τῆς πρὸς Θεὸν ἐγγύτητος ἐκεχώριστο· ὁ δὲ πρὸς τὴν τῆς παῤῥησίας χώραν ἀνείλκυτο· καὶ ὁ μὲν ἐξ ὄγκου τεταπείνωτο, ὁ δὲ ἐκ ταπεινώσεως ὕψωτο. 9Προσέφερον δὲ αὐτῷ καὶ τὰ βρέφη ἵνα αὐτῶν ἅπτηται.9 (A f. 243 b, B f. 169, δ φ. 60) Προσέθει ποτε γύναια, καὶ δὴ καὶ βρέφη προσεκόμιζον αἱ μητέρες, ἵνα ἐπιθῇ αὐτοῖς τὰς χεῖρας· ὄχλον δὲ τὸ χρῆμα νο μίσαντες εἶναι, ἀπεῖργον οἱ μαθηταί· αὐτὸς δὲ καὶ λίαν ἀσμένως προσίετο, λέγων· "Ἄφετε· τῶν γὰρ τοιούτων ἡ βασιλεία." Ἐντεῦθεν ἀταλαίπωρον ἰδεῖν, ὡς ἀκακίας σύμβολον τὸ ἀρτιγενές ἐστι παιδίον· νέα γὰρ ὥσπερ κτίσις, τὸ βρέφος. Οὐ βασκαίνοντες μέν τοι τοῖς βρέφεσιν ἐπετίμων οἱ μαθηταὶ, ἀπονέμοντες δὲ μᾶλλον ὡς διδασκάλῳ τὸ χρεὼν, καὶ οἱονεὶ τὰς περιττὰς ὀχλήσεις ἀπείργοντες· οὐκ ἀσυνέτους δὲ ἡμᾶς εἶναι βούλεται Χριστὸς, φάσκων· "Τῶν γὰρ τοι ούτων ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν·" ἀλλὰ τῇ κακίᾳ νηπιάζειν, ταῖς δὲ φρεσὶ τελείους ὑπάρχειν· τὸ γὰρ βρέφος, ἢ ὀλίγα παντελῶς, ἢ οὐδὲν ὅλως εἰδὸς, ἀπ αλλάττοιτο ἂν εἰκότως τῆς ἐπὶ φαυλότητι καὶ πονηρίᾳ διαβολῆς· οἷς καὶ ἡμᾶς ἐξομοιοῦσθαι προσήκει, ἁπλοῦν καὶ ἀπόνηρον διαζῶντας βίον· τελείους δὲ εἶναι χρὴ ταῖς φρεσὶν, ἑδραῖον ἔχοντας τὸν νοῦν, εἰς τὸ εἰδέναι σαφῶς τίς ὁ τῶν ὅλων Θεὸς, καὶ διαβολι κῶν σκανδάλων ἀποφοιτᾷν· οὗτος γὰρ ὅρος φιλοσο φίας, τὸ μετὰ συνέσεως ἄπλαστον εἶναι. 9Ἐπηρώτησέ τις αὐτὸν ἄρχων, κ.τ.λ.9 (A f. 244, δ φ. 60) Ὁ ἐνθάδε λεγόμενος ἄρχων, ἀκριβὴς εἶναί τις ὑπονοούμενος, ᾠήθη δύνασθαι ἐλέγξαι Χριστὸν, ἀτιμάζοντα μὲν τὴν διὰ Μωϋσέως ἐντολὴν, ἰδίους δὲ νόμους εἰσκεκομικότα. Προσέρχε ται τοίνυν, καὶ χρηστολογεῖν ὑποπλάττεται· διδάσκα λον γὰρ ὑποκαλεῖ, καὶ ἀγαθὸν ὀνομάζει, καὶ μαθη τιᾷν ἐπαγγέλλεται. Εἰ δὲ πειράζων ἐπύθετο, εἰκότως ὁ δρασσόμενος τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν, φησὶ πρὸς αὐτόν· Εἰ μὴ πεπίστευκας ὅτι Θεός εἰμι, πῶς τὰ μόνῃ πρέποντα τῇ ἀνωτάτῳ φύσει περιτέ θεικάς μοι, καὶ ἀγαθὸν ἀποκαλεῖς, ὃν δὴ καὶ νενό μικας ἄνθρωπον εἶναι κατὰ σέ; Φύσει γὰρ ἀγαθὸς ὁ Θεὸς, καὶ ἴδιον αὐτοῦ καὶ οὐσιωδῶς ἐμπεφυκὸς καὶ ἐξαίρετον ἀξίωμα, τὸ εἶναι ἀγαθὸν, κατὰ μέθεξιν δὲ, ἄγγελοι καὶ ἡμεῖς. Καὶ οὗτος μὲν ὁ τοῦ λόγου σκοπὸς γέγονε τῷ Χριστῷ. Οὐκ ἀνέξεται δὲ ἴσως τῆς τῶν ἐννοιῶν ὀρθότητος, ὁ τῆς Ἀρείου δυσσεβείας μέτοχος, φάσκων· Ἰδοὺ σαφῶς ἠρνήσατο εἶναι ἀγαθὸς, ἀνατί θησι δὲ ὡς μόνῳ πρέπον τῷ Θεῷ καὶ Πατρί. Ἀλλ' εἴπερ ἦν, φησὶν, ὁμοούσιος αὐτῷ καὶ ἐξ αὐτοῦ κατὰ 72.857 φύσιν, οὐκ ἂν ὑπῆρχε καὶ αὐτὸς ὡς Θεὸς ἀγαθός; Ἀλλὰ λεκτέον πρὸς αὐτούς· Ἐπειδὴ πᾶς λόγος ὀρθός τε καὶ ἀκριβὴς, ὁμοούσιον οἶδεν ὄντα τῷ Πατρὶ τὸν Υἱὸν, πῶς οὐκ ἔστιν ἀγαθὸς, Θεὸς ὤν; Οὐ γὰρ δύναται δένδρον ἀγαθὸν καρποὺς πονηροὺς ποιεῖν, οὐδὲ ἐκ γλυκείας πηγῆς ποταμὸς πρόεισιν οὐ γλυκύς· Θεοῦ τοιγαροῦν ἀγαθοῦ καρπὸς ἀγαθὸς