ὁ Υἱός· καὶ ὡς εἰκὼν, τοῦ γεννήσαντος τὸ κάλλος ἐν ἰδίᾳ φύσει δεικνύς.(A f. 245) Ἀλλὰ ταῦτα μὲν ἀπόχρη πρός γε τὰ παρόντα. Εἴρηται δὲ καὶ ἐν τῷ Ματθαίῳ. Προσδοκῶντος δὲ τοῦ ἄρχοντος, ἀκούσεσθαι λέγοντος τοῦ Χριστοῦ· Ἀποπήδησον τῶν Μωϋσέως γραμμά των, καὶ πρόσιθι τοῖς δι' ἐμοῦ θεσπίσμασι· τοῦτο μὲν οὐκ ἔφη, τὸν ἐνόντα σκοπὸν τῷ πειράζοντι θεο πρεπέστατα βλέπων· ὥσπερ δὲ οὐκ οὐσῶν ἑτέρων ἐντολῶν, πλὴν ὅτι μόνων τῶν διὰ Μωϋσέως, πέμπει τὸν ἄνθρωπον πρὸς αὐτὰς, καί φησι· 9Τὰς ἐντολὰς οἶδας· Μὴ μοιχεύσῃς, μὴ φονεύ σῃς, κ.τ.λ.9 (A f. 246 b) Ὁ μέν τοι νόμος πᾶν εἶδος ἀποφά σκει φαυλότητος, καὶ τοὺς τῆς ἀνοσιότητος κατακι βδηλεύει τρόπους· "Οὐ γὰρ μοιχεύσεις, φησὶν, οὐ φονεύσεις," καὶ τὰ λοιπὰ ἐναργῶς ἀποφάσκων, τὸ μήτε χρῆναι φονεῖν, μήτε μὴν ἀλλοτρίοις γάμοις ἐπιμαίνεσθαι· καταδικάζων δὲ καὶ κλοπῆς, καὶ ἐπι ορκίας, καὶ τοῦ ψευδομαρτυρεῖν, καὶ ποινὰς τοῖς πλημμελοῦσιν ὁρίζων. Εἶτα τῆς εἰς γονέας αἰδοῦς ἐπιμελητὰς γενέσθαι προστέταχεν, ἀξιόκτητα τοῖς εὐδοκιμεῖν ἐθέλουσι τὰ γέρα προθείς· "Τίμα γὰρ, φησὶ, τὸν πατέρα σου καὶ τὴν μητέρα σου, ἵνα εὖ σοι γένηται, καὶ ἔσῃ μακροχρόνιος ἐπὶ τῆς γῆς." (A f. 247, δ φ. 59 b) Ἐνόμισεν ὁ δύστροπος καὶ δεινὸς εἰς κακουργίας, καίτοι Θεὸν ὄντα τὸν ἐρωτώ μενον συναρπάσειν ἀκονιτὶ πρὸς τὸ αὐτῷ δοκοῦν ἀποκρινόμενον· ὁ δὲ Χριστὸς, καίτοι πονηρὸν ὄντα, οὐκ ἀπεσόβησεν. "Ὁ δὲ ἀκούσας ταῦτα, περίλυπος ἐγένετο."(A f. 247 b) Ὁ τῆς Ἰουδαίων Συναγωγῆς ἄρχων, τὸν νέον οὐκ ἐχώρησεν οἶνον, ἀσκὸς παλαιὸς ὑπάρχων, ἀλλ' ἐῤῥάγη, καὶ ἀχρεῖος ἦν· λε λύπηται γὰρ, καίτοι μάθημα λαβὼν ζωῆς τῆς εἰς αἰῶνα πρόξενον.(B f. 171, E f.146) Κάμηλον, οὐ τὸ ζῶον, ἀλλὰ τὸ ἐν τοῖς πλοίοις παχὺ σχοινίον. Ἔξεστι γὰρ αὐτοῖς, εἰ μὴ εἰσάπαν ἕλοιντο τὸ τῶν ὅλων ὄντων ἀπολισθεῖν, ἑτέρως εὐδοκιμεῖν, ποιῆσαι φίλους ἐκ τοῦ ἀδίκου μαμωνᾶ, ἵνα ὅταν ἐπιλίπωσι, δέξωνται αὐτοὺς εἰς τὰς αἰωνίους σκηνάς. 9Ἀφήκαμεν πάντα, καὶ ἠκολουθήσαμέν σοι.9 (A f. 250, E f.146) Προσεπάγει δὲ τούτοις ὁ Ματθαῖος τό· "Τί ἄρα ἔσται ἡμῖν;" Πρὸς τοῦτο ἐρεῖ τις· Τί γὰρ ὅλως ἀφῆκαν οἱ μαθηταὶ, ἢ τίνων 72.860 ἀντέκτισιν αἰτοῦσι παρὰ Χριστοῦ; Τί οὖν πρὸς ταῦτά φαμεν; Μάλιστα μὲν ταύτης ἕνεκα τῆς αἰτίας, ἀναγκαιοτάτην ἐποιοῦντο τὴν πεῦσιν. Ὡς γὰρ οὐδὲν κεκτημένοι, πλὴν ὅτι μικρὰ καὶ εὐτελῆ, βούλονται μαθεῖν τίνα τρόπον ἀμείψεται Θεὸς καὶ τοὺς ὀλίγιστα καταλελοιπότας διὰ τὴν βασιλείαν τοῦ Θεοῦ, τουτέστι διὰ τὸ ἐφίεσθαι τυχεῖν τῆς τῶν οὐρανῶν βασιλείας, διὰ τῆς εἰς αὐτὸν ἀγάπης. Ἀραρότως μὲν γὰρ ὁ πλούσιος καταφρονήσας πολλῶν, προσδοκήσει τὰς ἀμοιβάς· ὁ δέ γε μικρὰ κεκτημένος, εἶτα τούτων ἀποστὰς, ἐν ποίαις ἐλπίσιν ἔσται, πῶς οὐκ ἔδει μα θεῖν; Εἶτα πρὸς τούτοις κἀκεῖνο εἰπεῖν ἀνάγκη· τὸ γάρ τοι πολλῶν ἢ ὀλίγων ἀπολισθεῖν, ἴσον τοῖς πα θοῦσιν εἴη ἂν κατὰ τὸν τῆς ὀρθότητος λόγον· οὐκοῦν τό γε ἧκον εἰς ὑπακοὴν καὶ πρόθεσιν, ἐν ἴσῃ τάξει καταλογισθεῖεν ἂν τοῖς πολλὰ κεκτημένοις οἱ μὴ κατ' αὐτοὺς μὲν ὄντες, εἶτα ταῖς ἴσαις προθυμίαις χρώ μενοι, καὶ τῶν ἐνόντων τὴν ἀπεμπολὴν ἑκούσιον ὑπομένοντες. Εἶτα τί πρὸς αὐτοὺς ὁ Χριστός; 9Ἀμὴν λέγω ὑμῖν, ὅτι οὐδείς ἐστιν ὃς ἀφῆκεν οἰκίαν, ἢ γονεῖς, κ.τ.λ.9 (A f. 250, B f. 172, δ φ. 60 b) Θεοπρεπὴς ἡ φωνὴ, καὶ ἡ ψῆφος ὁσία· εἰς ἐλπίδα γὰρ βεβαίαν ἀνακομί ζει ἅπαντας τοὺς ἀκροωμένους· καὶ ἐνώμοτον ποιεῖ ται τὴν ὑπόσχεσιν, προτιθεὶς τοῦ λόγου τὸ ἀμὴν, οἷον ὅρκου χρείαν ἀποπληροῦν. Ζητῆσαι δὲ πρέπει, τίνες ἂν εἶεν οἱ ἀφιέντες πατέρα ἢ μητέρα, γυναῖκά τε καὶ ἀδελφοὺς καὶ οἰκίας· εἶθ' οὕτως πολυπρα γμονῆσαι λεπτῶς, πῶς ἂν οἱ τοιοῦτοι πολλαπλασίονα λάβοιεν ἐν τῷ παρόντι καιρῷ. Οὐκοῦν καταλιμπά νουσί τινες πατέρα, καὶ τῆς εἰς ἅπαν τὸ γένος φιλο στοργίας ὀλιγωροῦσι ἔσθ' ὅτε, διά γε τὴν εἰς Χρι στὸν ἀγάπην· καὶ τίνα τρόπον, αὐτὸς ἡμᾶς διδάξει λέγων· "Ὁ φιλῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ, οὐκ ἔστι μου ἄξιος." Καί· "Ἦλθον μερίσαι ἄνθρωπον ἀπὸ τοῦ πατρὸς