1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

136

οὐρανὸν καὶ τὴν γῆν· ἡ δὲ γῆ ἦν ἀόρατος.» εἶτ' ἐπιφέρει· «Καὶ εἶπεν ὁ θεός· Γενέσθω φῶς, καὶ ἐγένετο φῶς.» ἐν δὲ τῇ κοσμογονίᾳ τῇ αἰσθητῇ στερεὸν οὐρανὸν δημιουργεῖ τὸ δὲ στερεὸν 11.25.3 αἰσθητόν γῆν τε ὁρατὴν καὶ φῶς βλεπόμενον. ἆρ' οὐ δοκεῖ σοι ἐντεῦθεν ὁ Πλάτων ζῴων ἰδέας ἐν τῷ νοητῷ ἀπολείπειν κόσμῳ καὶ τὰ εἴδη τὰ αἰσθητὰ κατὰ 11.25.4 τὰ γένη δημιουργεῖν τὰ νοητά; εἰκότως ἄρα ἐκ γῆς μὲν τὸ σῶμα διαπλάττεσθαι λέγει Μωσῆς, ὃ γήϊνόν φησιν ὁ Πλάτων σκῆνος, ψυχὴν δὲ τὴν 11.25.5 λογικὴν ἄνωθεν ἐμπνευσθῆναι ὑπὸ θεοῦ εἰς πρόσωπον. ἐνταῦθα γὰρ τὸ ἡγεμονικὸν ἱδρῦσθαι λέγουσι, τὴν διὰ τῶν αἰσθητηρίων ἐπεισόδιον τῆς ψυχῆς ἐπὶ τοῦ πρωτοπλάστου εἴσοδον ἑρμηνεύοντες, διὸ καὶ «κατ' εἰκόνα καὶ καθ' ὁμοίωσιν» τὸν ἄνθρωπον γεγονέναι. εἰκὼν μὲν γὰρ θεοῦ λόγος ὁ θεῖος καὶ βασιλικός, ἄνθρωπος ἀπαθής· εἰκὼν δὲ εἰκόνος ἀνθρώπινος νοῦς.» Ἀκούσωμεν δὲ καὶ τῶν ῥηθησομένων·

11.26.1 κζʹ. ΕΒΡΑΙΩΝ ΚΑΙ ΠΛΑΤΩΝΟΣ ΠΕΡΙ ΤΩΝ ΕΝΑΝΤΙΩΝ ∆ΥΝΑΜΕΩΝ

Ἔτι πρὸς τούτοις ὁ Πλάτων τοῖς Ἑβραίων ἐπακολουθήσας λόγοις οὐ μόνον ἀσωμάτους καὶ ἀγαθὰς δυνάμεις, ἀλλὰ καὶ ἐναντίας φησὶν εἶναι, ὧδέ πη γράφων ἐν τῷ δεκάτῳ τῶν Νόμων· 11.26.2 «Ψυχὴν διοικοῦσαν καὶ ἐνοικοῦσαν τοῖς πάντη κινουμένοις οὐ καὶ τὸν οὐρανὸν ἀνάγκη διοικεῖν φάναι; Τί μήν; Μίαν, ἢ πλείους; ἐγὼ ὑπὲρ σφῶν ἀποκρινοῦμαι. δυοῖν μέν που ἔλαττον μηδὲν τιθῶμεν, τῆς τε εὐεργέτιδος καὶ τῆς τἀναντία δυναμένης ἐξεργάζεσθαι.» 11.26.3 Εἶθ' ὑποβάς φησιν· «Ἐπειδὴ γὰρ συνεχωρήσαμεν ἡμῖν αὐτοῖς εἶναι μὲν τὸν οὐρανὸν πολλῶν μεστὸν ἀγαθῶν, εἶναι δὲ καὶ τῶν ἐναντίων, πλειόνων δὲ τῶν μή, μάχη, φαμέν, ἀθάνατός ἐσθ' ἡ τοιαύτη καὶ φυλακῆς θαυμαστῆς δεομένη ξύμμαχοί τε ἡμῖν θεοί τε καὶ δαίμονες, ἡμεῖς δ' αὖ κτήματα θεῶν καὶ δαιμόνων». 11.26.4 Πόθεν καὶ ταῦτα τῷ Πλάτωνι ἐγὼ μὲν οὐκ ἂν ἔχοιμι φράζειν· ὃ δ' ἔχω φάναι, ἀληθές, μυρίοις πρόσθεν ἢ Πλάτωνα γενέσθαι χρόνοις καὶ τοῦθ' 11.26.5 Ἑβραίοις ἀνωμολογῆσθαι τὸ δόγμα. λέγει δ' οὖν ἡ παρ' αὐτοῖς γραφή· «Καὶ ἦν ὡς ἡ ἡμέρα αὕτη, καὶ ἦλθον οἱ ἄγγελοι τοῦ θεοῦ παραστῆναι ἐνώπιον τοῦ θεοῦ· καὶ ὁ διάβολος ἦλθεν ἐν μέσῳ αὐτῶν, περιελθὼν τὴν γῆν καὶ ἐμπεριπατήσας αὐτήν,» διάβολον μὲν τὴν ἐναντίαν δύναμιν, ἀγγέ11.26.6 λους δὲ θεοῦ τὰς ἀγαθὰς προσειποῦσα. ταύτας δὲ τὰς ἀγαθὰς δυνά μεις καὶ πνεύματα θεῖα καὶ λειτουργοὺς θεοῦ προσαγορεύει ἐν οἷς φησιν· «Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα καὶ τοὺς λειτουργοὺς αὐτοῦ 11.26.7 πυρὸς φλόγα.» ἀλλὰ καὶ τὴν διαμάχην τῶν ἐναντίων ὧδε παρίστησιν ὁ φήσας· «Οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τού11.26.8 του, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις.» ἄντικρυς δ' ἔοικεν ὁ Πλάτων τὸ Μωσέως λόγιον μεταφράζειν τὸ φῆσαν· «Ὅτε διεμέριζεν ὁ ὕψιστος ἔθνη, ὡς διέσπειρεν υἱοὺς Ἀδάμ, ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων θεοῦ,» δι' ὧν «κτήματα θεῶν καὶ δαιμόνων» τὸ πᾶν γένος ἀνθρώπων εἶναι ὡρίσατο.

11.27.1 κηʹ. ΠΕΡΙ ΨΥΧΗΣ ΑΘΑΝΑΣΙΑΣ ΕΒΡΑΙΩΝ ΚΑΙ ΠΛΑΤΩΝΟΣ Καὶ ἐν τοῖς περὶ ψυχῆς δὲ ἀθανασίας οὐδὲν Μωσέως ὁ Πλάτων διέστηκε τῇ δόξῃ. ὁ μέν γε πρῶτος ἀθάνατον οὐσίαν εἶναι τὴν ἐν ἀνθρώπῳ ψυχὴν ὡρίσατο, εἰκόνα φήσας ὑπάρχειν αὐτὴν θεοῦ, μᾶλλον δὲ κατ' εἰκόνα θεοῦ γεγενῆσθαι. «Εἶπε γὰρ ὁ θεός» φησίν· «Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν. καὶ ἐποίησεν ὁ θεὸς