αὐτοῦ," καὶ τὰ ἑξῆς. Σαγηνεύοντος γὰρ εἰς τὴν ὑπ' αὐτῷ πίστιν τοῦ θείου κηρύγματος τὴν ὑπ' οὐρανὸν, βούλονται μὲν πρὸς τοῦτο ἰέναι τι νὲς, ὑφορῶνται δὲ ἴσως πατέρας ἢ μητέρας ἀπίστους ὄντας καὶ πονηρούς· καὶ υἱοὺς δὲ πολλάκις οὐκ ἠνέσχοντο λυπῆσαι πατέρες, διὰ τοῦ προσδραμεῖν τῇ πίστει. Ὁ αὐτὸς δ' ἂν γένοιτο λόγος καὶ περὶ ἀδελ φῶν πρὸς ἀδελφοὺς, καὶ νύμφης πρὸς πενθερὰν, κἀκείνης πρὸς ταύτην· ἀλλ' οἵ γε τῇ πίστει ἑδραῖοι προτάττουσιν οὐδὲν τῆς εἰς Χριστὸν ἀγάπης, τὸ κατὰ σάρκα γένος ἐν οὐδενὶ ποιούμενοι λόγῳ. Σκοπῆσαι δὲ λοιπὸν χρὴ πῶς ἄν τις τούτους ἀφεὶς, πολλαπλασίονα λήψεται ἐν τῷ νῦν αἰῶνι. Ἆρα γὰρ πολλῶν γυναικῶν ἔσται ἀνὴρ, ἢ πολλοὺς ἀνθ' ἑνὸς πατέρας εὑρήσει ἐπὶ τῆς γῆς, καὶ πολυπλασιασθὲν οὕτω τὸ κατὰ σάρκα γένος; Οὐ τοῦτό φαμεν· ἀλλ' ὅτι τὰ σαρκικὰ καὶ πρόσκαιρα καταλελοιπὼς, τὰ πολλῷ κρείττονα λήψεται, καὶ οἷον πολλαπλασίονα τῶν καταφρονουμένων. Καὶ οἱ ἀπόστολοι γὰρ 72.861 ἀφέντες ὀλίγα, ἁγίου μεμέστωνται Πνεύματος, καὶ παντοδαπῶν ἔτυχον χαρισμάτων, ἀπόλεκτοί τε καὶ ἀοίδιμοι γεγόνασι τοῖς ἁπανταχοῦ. Ἅπαντες οὗν ἐσόμεθα κατ' ἐκείνους οἱ πιστεύσαντες εἰς Χριστὸν, καὶ ἠγαπηκότες αὐτοῦ τὸ ὄνομα. Κἂν οἶκον ἀφῇ τις, τὰς ἄνω λήψεται μονάς· κἂν ἀπολισθήσῃ πατρὸς, τὸν ἐν οὐρανοῖς ἔχει Πατέρα· κἂν ἀδελφῶν γένηται μα κρὰν, ἀλλ' εἰς ἀδελφότητα αὐτὸν παραλήψεται Χρι στός· ὅταν ἀφῇ γυναῖκα σύνοικον, εὑρήσει τὴν ἄνωθεν καὶ παρὰ Θεοῦ σοφίαν, ἐξ ἧς τεκνογο νήσει εὐκαρπίας· κἂν ἀφήσῃ μητέρα, εὑρήσει "τὴν ἄνω Ἱερουσαλὴμ, ἥτις ἐστὶν ἐλευθέρα καὶ μήτηρ ἡμῶν." 9Τελεσθήσονται πάντα τὰ γεγραμμένα διὰ τῶν προφητῶν τῷ Υἱῷ τοῦ ἀνθρώπου.9 (A f. 250, B f. 172 b, δ φ. 61) Προαποκείρει διὰ τοῦ λέγειν τὰ συμβησόμενα, καὶ λογισμῶν ἀτοπίαν, καὶ παντὸς σκανδάλου πρόφασιν· οἱ γὰρ τὰς παρ' αὐτοῦ θεοσημείας τεθεαμένοι, καὶ τοῖς παρ' αὐτοῦ λόγοις πρὸς εὐανδρίαν διανευρούμενοι, ἔμελλον ὁρᾷν αὐτὸν τῶν Ἰουδαίων ὑπομένοντα γέλωτα, σταυρούμενον, καὶ ἀτιμαζόμενον. Ἦν οὖν εἰκὸς ἐπ' αὐτοῖς δὴ τού τοις σκανδαλιζομένους, ἐκεῖνα καθ' ἑαυτοὺς διενθυ μεῖσθαί τε καὶ λέγειν· Ὁ τοσοῦτος ἐν ἰσχύϊ, καὶ νεύματι μόνῳ θαυματουργῶν, ὁ τὴν τοῦ Πατρὸς πρόνοιαν καὶ μέχρι στρουθίων καθικνεῖσθαι λέγων, ὁ Μονογενὴς καὶ Πρωτότοκος, πῶς ἠγνόησε τὰ ἐσό μενα, καὶ τεθήρευται παρ' ἐχθρῶν ὁ καὶ ἡμᾶς αὐ τοὺς διασώσειν ὑπισχνούμενος; Ἵνα τοίνυν εἰδεῖεν, ὡς καὶ προέγνω τὸ πάθος, καὶ διαφυγεῖν εὐκόλως ἐξὸν, ἑκὼν εἰς τοῦτο παρῆλθε, προκαταμηνύει τὰ συμβησόμενα. Προσετίθει δὲ ἀναγκαίως, ὡς πάντα προείρηται διὰ προφητῶν ἁγίων, προοικονομοῦντος Θεοῦ καὶ τοῦτο χρησίμως, ἵν' ὅταν γενέσθαι συμβῇ, σκανδαλισθείη μηδείς. Ἐξῆν γὰρ ὅλως μηδὲ παθεῖν τῷ προεγνωκότι τὸ συμβησόμενον· ἀλλ' οὐ βεβίασται πρός τινος, εἵλετο δὲ τὸ παθεῖν ἑκὼν, εὖ εἰδὼς ὅτι σωτηρία ἔσται τῷ κόσμῳ παντὶ, τὸ παθεῖν αὐτόν. Ὑπέστη μὲν γὰρ τὸν κατὰ σάρκα θάνατον, ἐγήγερ ται δὲ πατήσας τὴν φθορὰν, καὶ διὰ τῆς ἐκ νεκρῶν ἀναστάσεως, ἐνεφύτευσε τοῖς ἀνθρωπίνοις σώμασι τὴν παρ' ἑαυτοῦ ζωήν· ὅλη γὰρ ἦν ἡ ἀνθρώπου φύσις ἐν αὐτῷ παλινδρομοῦσα πρὸς ἀφθαρσίαν. 9Αὐτοὶ οὐδὲν τούτων συνῆκαν.9 (A f. 250 b) Ὁ μὲν τῶν ὅλων Σωτὴρ προαπήγ γειλε ταῦτα τοῖς ἁγίοις ἀποστόλοις, οἱ δὲ οὐ συν ῆκαν, φησὶ, τὰ λεγόμενα· οὔπω γὰρ ᾔδεισαν ἀκρι βῶς τὰ παρὰ τῶν ἁγίων προφητῶν προκεκηρυγμένα. Καὶ γοῦν ὁ προὔχων ἐν μαθηταῖς, συνεὶς οὔπω τοῦ μυστηρίου τὸ βάθος, ἀντανίστατο λέγων· "Ἵλεώς σοι, Κύριε, οὐ μὴ ἔσται σοι τοῦτο." Ἐπετιμήθη δὲ 72.864 τοῦτο λέγων. Ἐπεὶ δὲ ἀνεβίω Χριστὸς ἐκ νεκρῶν, διήνοιξεν αὐτῶν τοὺς ὀφθαλμοὺς καθ' ὃ γέγραφέ τις τῶν ἁγίων εὐαγγελιστῶν· κατεφωτίσθησαν γὰρ, τὴν τοῦ Πνεύματος μέθεξιν ἀμφιλαφῆ πλουτήσαντες· ὡς λέγειν· "Καὶ ἔχομεν βεβαιότερον τὸν προφητικὸν λόγον, ᾧ καλῶς ποιεῖτε προσέχοντες, ὡς λύχνῳ φαί νοντι ἐν αὐχμηρῷ τόπῳ, ἕως οὗ ἡμέρα διαυγάσῃ καὶ