1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

137

τὸν ἄνθρωπον, κατ' 11.27.2 εἰκόνα θεοῦ ἐποίησεν αὐτόν.» καὶ ἑξῆς τὸν σύνθετον τῷ λόγῳ διαιρῶν εἴς τε τὸ φαινόμενον σῶμα καὶ εἰς τὸν κατὰ ψυχὴν νοούμενον ἐπιλέγει· «Καὶ ἔλαβεν ὁ θεὸς χοῦν ἀπὸ τῆς γῆς καὶ ἔπλασε τὸν ἄνθρωπον καὶ ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς, καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν 11.27.3 ζῶσαν.» ἀλλὰ καὶ ἀρχικόν φησιν αὐτὸν καὶ βασιλικὸν γεγονέναι τῶν ἐπὶ γῆς ἁπάντων. λέγει οὖν· «Καὶ εἶπεν ὁ θεός· Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν, καὶ ἀρχέτωσαν τῶν ἰχθύων τῆς θαλάσσης καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ καὶ τῶν κτηνῶν καὶ πάσης τῆς γῆς. καὶ ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον ἐν εἰκόνι αὐτοῦ, κατ' εἰκόνα θεοῦ 11.27.4 ἐποίησεν αὐτόν.» πῶς δ' ἂν ἄλλως εἰκὼν ἐπινοοῖτο θεοῦ καὶ ὁμοίωμα ἢ κατὰ τὰς ἐν τῷ θεῷ δυνάμεις καὶ κατὰ τὴν τῆς ἀρετῆς ὁμοιότητα; Μωσεῖ δὴ καὶ ἐν τούτοις ὥσπερ μεμαθητευμένος ὁ Πλάτων ἐπάκουσον ἐν τῷ Ἀλκιβιάδῃ οἷά φησιν· 11.27.5 «Ἔχομεν οὖν εἰπεῖν ὅ τι τῆς ψυχῆς ἐστι θειότατον ἢ τοῦτο περὶ ὃ εἰδέναι 11.27.5 τε καὶ φρονεῖν ἐστιν; Οὐκ ἔχομεν. Τῷ θεῷ ἄρα τοῦτο ἔοικεν αὐτῆς· καί τις εἰς τοῦτο βλέπων καὶ πᾶν τὸ θεῖον γνούς, θεόν τε καὶ φρόνησιν, οὕτω καὶ ἑαυτὸν ἂν γνοίη μάλιστα. Φαίνεται. Ἆρ' οὖν, ὅθ' ὥσπερ κάτοπτρά ἐστι σαφέστερα τοῦ ἐν τῷ ὀφθαλμῷ ἐνόπτρου καὶ καθαρώτερα καὶ λαμπρότερα, οὕτω καὶ ὁ θεὸς τοῦ ἐν τῇ ἡμετέρᾳ ψυχῇ βελτίστου καθαρώτερόν τε καὶ λαμπρότερον τυγχάνει ὄν; Ἔοικέ γε, ὦ Σώκρατες. Εἰς τὸν θεὸν ἄρα βλέποντες ἐκείνῳ καλλίστῳ ἐνόπτρῳ χρῴμεθ' ἂν καὶ τῶν ἀνθρωπίνων εἰς τὴν ψυχῆς ἀρετὴν καὶ οὕτως ἂν μάλιστα ὁρῷμεν καὶ γινώσκοιμεν ἡμᾶς αὐτούς. Ναί.» 11.27.6 Ταῦτα μὲν ἐν τῷ Ἀλκιβιάδῃ. ἐν δὲ τῷ Περὶ ψυχῆς ὅπως πλατύτερον ἑρμηνεύει τὰ κατὰ τοὺς τόπους· «Θῶμεν οὖν βούλει, ἔφη, δύο εἴδη τῶν ὄντων, τὸ μὲν ὁρατόν, τὸ δὲ ἀειδές; Θῶμεν, ἔφη. Καὶ τὸ μὲν ἀειδὲς ἀεὶ κατὰ ταὐτὰ ἔχον, τὸ δὲ ὁρατὸν μηδέ11.27.7 ποτε κατὰ ταὐτά; Καὶ ταῦτα, ἔφη, θῶμεν. Φέρε δή, ἦ δ' ὅς, ἄλλο τι δὴ ἡμῶν αὐτῶν τὸ μὲν σῶμά ἐστι, τὸ δὲ ψυχή; Οὐδὲν ἄλλο, ἔφη. Ποτέρῳ οὖν ὁμοιότερον τῷ εἴδει φαῖμεν ἂν εἶναι καὶ ξυγγενέστερον τὸ σῶμα; Πανταχῇ τοῦτό γε δὴ τῷ ὁρατῷ. Τί δὲ ἡ ψυχή; ὁρατὸν ἢ ἀειδές; Οὐχ ὑπὸ ἀνθρώπων γε, ὦ Σώκρατες, ἔφη. Ἀλλὰ μὴν ἡμεῖς γε τὰ ὁρατὰ καὶ τὰ μὴ τῇ τῶν ἀνθρώπων 11.27.8 φύσει ἐλέγομεν, ἢ ἄλλῃ τινὶ οἴει; Τῇ τῶν ἀνθρώπων. Τί οὖν περὶ ψυχῆς λέγομεν; ὁρατὸν ἢ ἀόρατον εἶναι; Οὐχ ὁρατόν. Ἀειδὲς ἄρα; Ναί. Ὁμοιότερον ἄρα ψυχὴ σώματός ἐστι τῷ ἀειδεῖ, τὸ δὲ τῷ ὁρατῷ. Πᾶσα ἀνάγκη, 11.27.9 ὦ Σώκρατες. Οὐκοῦν καὶ πάλαι ἐλέγομεν, ὅτι ἡ ψυχὴ ὅταν μὲν τῷ σώματι χρῆται εἰς τὸ σκοπεῖν τι, ἢ διὰ τοῦ ὁρᾶν ἢ διὰ τοῦ ἀκούειν ἢ δι' ἄλλης τινὸς αἰσθήσεως τοῦτο γάρ ἐστι τὸ διὰ τοῦ σώματος σκοπεῖν τι, τότε μὲν ἕλκεται ὑπὸ τοῦ σώματος εἰς ταῦτα τὰ μηδέποτε κατὰ ταὐτὰ ἔχοντα καὶ αὐτὴ πλανᾶται καὶ ταράττεται καὶ ἰλιγγιᾷ ὥσπερ μεθύουσα, ἅτε τοιούτων 11.27.10 ἐφαπτομένη; Πάνυ γε. Ὅταν δὲ αὐτὴ καθ' αὑτὴν σκοπῇ, ἐκεῖσε οἴχεται εἰς τὸ καθαρὸν καὶ ἀεὶ ὂν καὶ ἀθάνατον καὶ ὡσαύτως ἔχον, καὶ ὡς ξυγγενὴς οὖσα αὐτοῦ ἀεὶ μετ' ἐκείνου τε γίνεται, ὅταν περ αὐτὴ καθ' αὑτὴν γένηται καὶ ἐνῇ αὐτῇ, καὶ πέπαυταί τε τοῦ πλάνου καὶ περὶ ἐκεῖνα ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχει, ἅτε τοιούτων ἐφαπτομένη. καὶ τοῦτο αὐτῆς τὸ 11.27.11 πάθημα φρόνησις κέκληται. Παντάπασιν, ἔφη, καλῶς καὶ ἀληθῆ λέγεις, ὦ Σώκρατες. Ποτέρῳ οὖν αὖ σοι δοκεῖ τῷ εἴδει καὶ ἐκ τῶν πρόσθεν καὶ ἐκ τῶν νῦν λεγομένων ἡ ψυχὴ ὁμοιότερον εἶναι καὶ ξυγγενέστερον; Πᾶς ἂν ἔμοιγε δοκεῖ, ἦ δ' ὅς, συγχωρῆσαι, ὦ Σώκρατες, ἐκ ταύτης τῆς μεθόδου καὶ ὁ δυσμαθέστατος ὅτι ὅλῳ καὶ παντὶ ὁμοιότερόν ἐστιν ψυχὴ τῷ ἀεὶ ὡσαύτως 11.27.12 ἔχοντι μᾶλλον ἢ τῷ μή. Τί δὲ τὸ σῶμα; Τῷ ἑτέρῳ. Ὅρα δὴ καὶ τῇδε· ὅτι ἐπειδὰν ἐν τῷ αὐτῷ ὦσι ψυχὴ καὶ σῶμα, τῷ μὲν δουλεύειν καὶ ἄρχεσθαι ἡ φύσις προστάττει, τῇ δὲ ἄρχειν καὶ δεσπόζειν· καὶ κατὰ ταῦτα αὖ πότερόν σοι δοκεῖ ὅμοιον τῷ