1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

137

ἐπιτιμᾷ. Οὐδὲ γὰρ οὕτως ἐλεγχόμενοι παρ' ἑτέρων ἀλγοῦμεν, ὡς ἐλέγχοντες ἑτέρους ὑπὲρ ἁμαρτημάτων ὧν ἐσμεν ὑπεύθυνοι. Βούλεσθε μαθεῖν ὅσον κατόρθωμα τὸ τῶν οἰκείων μεμνῆσθαι ἁμαρτημάτων; ἐπὶ τῆς τῶν χρημάτων δαπάνης εὐθέως ἀναστάντες ἀπὸ τῆς κλίνης, πρὶν εἰς ἀγορὰν ἐμβαλεῖν, ἢ μεταχειρίσαι τι τῶν ἰδιωτικῶν ἢ δημοσίων πραγμάτων, τὸν οἰκέτην καλέσαντες ἀπαιτοῦμεν τὸν λόγον τῶν δαπανηθέντων, ἵνα ἴδωμεν, τί μὲν κακῶς, τί δὲ εἰς δέον ἀνήλωται, πόσον δὲ ὑπολέλειπται· κἂν ἴδωμεν ὀλίγον τὸ ὑπολελειμμένον, παντὶ τρόπῳ προσόδων ἀφορμὰς ἐπινοοῦμεν, ἵνα μὴ λάθωμεν διαφθαρέντες λιμῷ. Τοῦτο τοίνυν καὶ ἐπὶ τῶν πράξεων τῶν ἡμετέρων ποιῶμεν, τὸ συνειδὸς τὸ ἡμέτερον κολάσαντες, ποιήσωμεν αὐτῷ λόγον τῶν ῥημάτων, τῶν πραγμάτων, τῶν ἐνθυμήσεων, ἐξετάσωμεν τί μὲν εἰς δέον ἠνήλωται, τί δὲ ἐπὶ βλάβῃ τῇ ἡμετέρᾳ· ποῖος λόγος ἐδαπανήθη κακῶς, εἰς λοιδορίας, εἰς αἰσχρολογίας, εἰς ὕβρεις· ποῖον ἐνθύμημα τὸν ὀφθαλμὸν εἰς ἀκολασίαν ἐκίνησε· τίς λόγος ἐπὶ βλάβῃ τῇ ἡμετέρᾳ εἰς ἔργον ἐξηνέχθη, ἢ διὰ χειρῶν, ἢ διὰ γλώττης, ἢ διὰ τῶν ὀμμάτων αὐτῶν· καὶ σπουδάσωμεν τῆς μὲν ἀκαίρου δαπάνης ἀποστῆναι, ἀντὶ δὲ τῶν ἅπαξ ἀναλωθέντων κακῶς, ἑτέραν ἀποθέσθαι πρόσοδον, ἀντὶ τῶν ῥημάτων τῶν εἰκῆ προσενεχθέντων εὐχὰς, ἀντὶ τῶν ὄψεων τῶν ἀκολάστως γενομένων ἐλεημοσύνας, νηστείας. Εἰ γὰρ μέλλοιμεν δαπανᾷν μὲν ἀκαίρως, μηδὲν δὲ ἀποτίθεσθαι μηδὲ θησαυρίζειν ἑαυτοῖς ἀγαθὸν, εἰς ἐσχάτην κατενεχθέντες πενίαν, λήσομεν πρὸς τὴν ἀθάνατον τοῦ πυρὸς ἑαυτοὺς παραπέμποντες κόλασιν. Πόσον τοίνυν βέλτιον, πρόσκαιρον κατάνυξιν καὶ ὀδυρμὸν ἀθανάτων ἀλλάξασθαι καλῶν καὶ ἡδονῆς τέλος οὐκ ἐχούσης, ἢ τὸν βραχὺν τοῦτον καὶ πρόσκαιρον βίον ἐνταῦθα γελάσαντας ἀπελθεῖν ἐκεῖ κολασθησομένους ἀθάνατα; Εἰ γὰρ Παῦλος, ὁ τοσοῦτος καὶ τηλικοῦτος, ὁ καθάπερ ὑπό 63.743 πτερος τὴν οἰκουμένην διαδραμὼν ἅπασαν, καὶ τῶν σωματικῶν ἀναγκῶν ἀνώτερος γεγονὼς, καὶ τῶν ἀῤῥήτων ἐκείνων ῥημάτων ἀκοῦσαι καταξιωθεὶς, ὧν μέχρι τῆς σήμερον οὐδεὶς ἄλλος ἤκουσε, γράφων ἔλεγεν· Ὑπωπιάζω μου τὸ σῶμα καὶ δουλαγωγῶ, μή πως ἄλλοις κηρύξας αὐτὸς ἀδόκιμος γένωμαι· τί 63.744 ἂν εἴποιμεν ἡμεῖς οἱ φορτίοις ἁμαρτημάτων βεβαρημένοι, καὶ πρὸς τούτοις πολλὴν τὴν ῥᾳθυμίαν ἐπιδεικνύμενοι; Μὴ γὰρ ἀνακωχὴν ἔχει ὁ πόλεμος οὗτος; Πάντοτε νήφειν καὶ ἐγρηγορέναι δεῖ, καὶ μηδέποτε ἐν ἀδείᾳ εἶναι, ἐπεὶ μηδὲ ἔστι καιρὸς ὡρισμένος τῆς τοῦ πολεμοῦντος ἡμῖν ἐπιθέσεως.

ΛΟΓΟΣ ΚΕʹ. Περὶ τῆς μελλούσης κρίσεως. Πολλοὶ τῶν παρ' ἡμῖν ἀνθρώπων τῇ σαρκὶ προσηλωμένοι καὶ τοῖς παροῦσι

δουλεύοντες πράγμασιν, οὐδὲν εἶναι τὰ μετὰ ταῦτα νομίζουσι, καὶ τὸ τοῦ Θεοῦ προβαλλόμενοι φιλάνθρωπον, μὴ εἶναι κόλασιν μηδὲ τιμωρίαν λέγουσιν. Εἰ οὖν φιλάνθρωπός ἐστιν ὁ Θεὸς, ὥσπερ οὖν καὶ ἔστι, καὶ δίκαιος πάντως ἂν εἴη· εἰ δὲ δίκαιος, πῶς οὐκ ἂν εἴη δίκαιον τὸν μυρία παθόντα ἐξ ἀρχῆς ἀγαθὰ, εἶτα κολάσεως ἄξια πράξαντα, καὶ μήτε ἀπειλῇ μήτε εὐεργεσίᾳ γενόμενον βελτίω, κολάζεσθαι, Εἰ γὰρ τὸ δίκαιον ἐξετάζοις, ἐξ ἀρχῆς ἡμᾶς καὶ εὐθέως ἀπολέσθαι ἔδει κατὰ τὸν τοῦ δικαίου λόγον μᾶλλον· καὶ γὰρ καὶ φιλανθρωπίαν εἶχεν, εἰ καὶ τοῦτο ἐπάθομεν τὸ μὴ γενόμενον. Ὅταν μὲν γάρ τις τὸν οὐδὲν ἠδικηκότα ὑβρίζῃ, κατὰ τὸν τοῦ δικαίου λόγον πάντως δίδωσι δίκην· ὅταν δέ τις τὸν εὐεργέτην, τὸν οὐδὲν προπαθόντα μὲν εὖ, ποιήσαντα δὲ μυρία καὶ μόνον τοῦ εἶναι γενόμενον αἴτιον, οὐχ ὑβρίζῃ μόνον, ἀλλὰ καὶ καθ' ἑκάστην ἡμέραν λυπῇ δι' ὧν ποιεῖ, ποίας ὁ τοιοῦτος συγγνώμης ἔσται ἄξιος; Πῶς οὐ δέδοικας, εἰπέ μοι, τολμηρὰ φθεγγόμενος, ὅταν λέγῃς, Φιλάνθρωπός ἐστιν ὁ Θεὸς καὶ οὐ κολάζει. Εἰ δὲ κολάσει, εὑρεθήσεται κατὰ σὲ οὐκέτι φιλάνθρωπος; ∆ιὰ τί γὰρ, εἰπέ μοι, οὐκ ἀξιοῖς κολάζεσθαι ἁμαρτάνων; οὐχὶ προεῖπέν σοι ἅπαντα; οὐχὶ ἠπείλησεν; οὐχὶ ἐβοήθησεν; οὐχὶ μυρία εἰργάσατο ὑπὲρ τῆς