φωσφόρος ἀνατείλῃ ἐν ταῖς καρδίαις ὑμῶν." 9Ἰησοῦ, υἱὲ ∆αβὶδ, ἐλέησόν με.9 (A f. 251 b, E f.146 b) Προσῆλθε μὲν οὗτος ὡς Θεῷ τῷ πάντα ἰσχύοντι· ὀνομάζει δὲ αὐτὸν υἱὸν ∆αβίδ· τεθραμμένος γὰρ ἐν Ἰουδαϊσμῷ, καὶ αὐθιγενὴς ὑπάρχων, οὐκ ἠγνόησε τὰ διά γε τοῦ νόμου καὶ τῶν ἁγίων προφητῶν περὶ αὐτοῦ προηγορευ μένα, καὶ ὡς ἐκ γένους ὑπῆρχε τοῦ ∆αβὶδ τὸ κατὰ σάρκα. Οὐκοῦν ὡς ἤδη πεπιστευκὼς ὅτι Θεὸς ὢν ὁ Λόγος, ὑπέμεινεν ἑκὼν τὴν κατὰ σάρκα γέννησιν, τὴν ἀπό γε, φημὶ, τῆς ἁγίας Παρθένου, πρόσεισιν ὡς Θεῷ, λέγων· "Ἐλέησόν μου, υἱὲ ∆αβίδ·" Ὅτι γὰροὕτω διατεθεὶς προσεκόμισε τὴν ἱκετηρίαν, ἐπιμαρ τυρήσει λέγων αὐτῷ ὁ Χριστός· "Ἡ πίστις σου σέ σωκέ σε." Μιμησάσθωσαν αὐτὸν τὸν τὰς ὄψεις ἠῤ ῥωστηκότα, οἱ διαιροῦντες εἰς δύο τὸν ἕνα Κύριον Ἰησοῦν Χριστὸν, ὃς ὡς Θεῷ πρόσεισι τῷ πάν των Σωτῆρι Χριστῷ, καὶ Κύριον αὐτὸν, καὶ υἱὸν ὀνομάζει ∆αβίδ. Μαρτυρεῖ δὲ αὐτοῦ τῇ δόξῃ, διὰ τοῦ θεοπρεπεστάτην ἐνέργειαν παρ' αὐτοῦ ζητεῖν. Θαυ μαζέτωσαν αὐτοῦ τὴν ἔνστασιν τῆς ὁμολογίας· τινὲς μὲν γὰρ ἐπετίμων ὁμολογοῦντι τὴν πίστιν· ὁ δὲ οὐκ ἀνίει, οὐδ' ἐνεποδίζετο ἡ παῤῥησία διὰ τῶν κωλυόν των. Οἶδεν ἡ πίστις πρὸς πάντα μάχεσθαι καὶ πάντα νικᾷν· διὸ ἐπετίμων, ὁ δὲ πιστὸς οὐχ ὑπεστέλλετο, ἀλλ' ἠκολούθει τῷ ∆εσπότῃ, εἰδὼς ὅτι καλὴ ἡ ὑπὲρ εὐσεβείας ἀναίδεια· εἰ γὰρ ὑπὲρ χρημάτων ἀναιδεῖς πολλοὶ, ὑπὲρ σωτηρίας ψυχῆς οὐ χρὴ τὴν καλὴν ἀν αίδειαν ἐνδύσασθαι;(A f. 251 b, δ φ. 61 b) Ἵστησι τὸν Κύριον ἡ φωνὴ τοῦ μετὰ πίστεως ἐπικαλουμέ νου· καὶ τετίμηται εἰκότως παρὰ Χριστοῦ ὁ τυφλός· κέκληται γὰρ παρ' αὐτοῦ, καὶ ἐγγὺς γενέσθαι προσ τέτακται, ἵν' ὁ ἐγγίσας αὐτῷ τῇ πίστει πρότερον, πλησιάσῃ καὶ τῷ σώματι· καὶ ἡμᾶς οὖν ἡ πίστις παρίστησι καὶ ἐγγὺς ἀποφέρει Χριστοῦ, ὥστε καὶ λόγων ἀξιωθῆναι τῶν παρ' αὐτοῦ. Ἐγγὺς γὰρ ἐν εχθέντα τὸν τυφλὸν, ἤρετο λέγων· "Τί σοι θέλεις ἵνα ποιήσω;" Ἆρ' οὖν ἠγνόει τὴν αἴτησιν; καὶ πῶς ἂν ἔχοι τοῦτο λόγον; Ἠρώτα τοίνυν οἰκονομικῶς, ἵνα δὴ μάθοιεν οἱ περιεστηκότες, ἤγουν συμβαδίζον 72.865 τες, ὡς οὐ χρήματα μᾶλλον αἰτεῖ αὐτὸν, ἀλλ' ἐνέρ γειαν θεϊκὴν ὡς παρὰ Θεοῦ.(A f. 255, δ φ. 61 b) Ἆρ' οὖν ἀπηλλάττετο μὲν τοῦ νοσεῖν ὁ τυφλὸς, κατ ημέλει δὲ τοῦ εἶναι φιλόχριστος; Οὐδαμῶς· ἀλλὰ τοῖς ἔργοις τὴν εὐγνωμοσύνην ἐπεδείκνυτο. Καὶ διτ τῆς ἠλευθέρωτο τυφλότητος, τῆς τε σωματικῆς, καὶ τῆς εἰς νοῦν καὶ καρδίαν· οὐ γὰρ ἂν ἐδόξασεν αὐτὸν ὡς Θεὸν, εἰ μὴ ἀνέβλεψεν ὄντως. Γέγονε δὲ καὶ ἑτέροις πρόφασις τοῦ δοξάζειν αὐτόν.
ΚΕΦΑΛ. ΙΘʹ.
Ἰδοὺ ἀνὴρ ὀνόματι καλούμενος Ζακχαῖος.9 (A f. 252, B f. 173, E f.146 b, δ φ. 62) Ἀρχιτε λώνης ἦν ὁ Ζακχαῖος, ἐν ἐπιτάσει τε πολλῇ παρ' αὐ τῷ φιλάργυρον, καὶ τῆς πλεονεξίας ὁ σκοπός· τοῦτο γὰρ τοῖς τελώναις τὸ ἐπιτήδευμα· ταύτην δὲ καὶ εἰδωλολατρείαν ὀνομάζει ὁ Παῦλος, ὡς τάχα πρέπου σαν μόνοις τοῖς οὐκ εἰδόσι Θεόν. Ταύτῃτοι καὶ μάλα εἰκότως παῤῥησίαν ἀναιδῆ τοῖς προσώποις ἐνδύσαν τας τοὺς τελώνας, πόρναις συντέταχεν ὁ Κύριος, οὕτω λέγων τοῖς Ἰουδαίων καθηγηταῖς· "Αἱ πόρναι καὶ οἱ τελῶναι προάγουσιν ὑμᾶς εἰς τὴν βασιλείαν τοῦ Θεοῦ." Ἀλλ' οὐ μεμένηκεν ἐν τούτοις ὁ Ζακ χαῖος, ἠξιώθη δὲ φειδοῦς τῆς παρὰ Χριστοῦ· αὐτὸς γάρ ἐστιν ὁ καλῶν ἐγγὺς τοὺς μακρὰν, καὶ φωτίζων τοὺς ἐσκοτισμένους. Ὁποία δὲ γέγονε τῷ Ζακχαίῳ τῆς ἐπιστροφῆς ἡ ὁδὸς, φέρε ἴδωμεν.(B f. 173 b) Ἐπεθύμησεν ἰδεῖν τὸν Ἰησοῦν· ἐβλάστησε γὰρ ἐν αὐτῷ σπέρμα σωτηρίας. Τεθέαται τοῦτο Χριστὸς τοῖς τῆς θεότητος ὀφθαλμοῖς· ἀναβλέψας οὖν εἶδεν αὐτὸν καὶ τοῖς τῆς ἀνθρωπότητος· καὶ