1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

138

σωτηρίας τῆς σῆς; Εἰ οὖν οἱ πονηροὶ μὴ κολάζονται, ἐρεῖ πάλιν ἄλλος ἴσως, ὅτι οὔτε οἱ ἀγαθοὶ στεφανοῦνται· καὶ ποῦ ἡ φιλανθρωπία καὶ ἡ δικαιοκρισία τοῦ Θεοῦ; Μὴ τοίνυν φενακίζετε ἑαυτοὺς, ἄνθρωποι, τῷ διαβόλῳ πειθόμενοι· ἐκείνου γάρ εἰσι ταῦτα τὰ νοήματα. Εἰ γὰρ δικασταὶ καὶ δεσπόται καὶ διδάσκαλοι τοὺς μὲν ἀγαθοὺς τιμῶσι, τοὺς δὲ πονηροὺς κολάζουσι, πῶς ἂν ἔχοι λόγον παρὰ τῷ Θεῷ τὰ ἐναντία γίνεσθαι, καὶ τῶν αὐτῶν ἀξιοῦσθαι τοὺς ἀγαθοὺς καὶ τοὺς πονηρούς; πότε δὲ καὶ ἀπαλλαγήσονται τῆς κακίας οἱ πονηροί; Εἰ γὰρ καὶ κόλασιν προσδοκῶντες οὐκ ἀφίστανται τῆς πονηρίας, ἂν καὶ τὸν φόβον τοῦτον ἀποθῶνται, καὶ μὴ μόνον εἰς γέενναν μὴ ἐμπέσωσιν, ἀλλὰ καὶ βασιλείας ἐπιτύχωσι, πότε πονηρευόμενοι στήσονται; Ἀκήκοά τινων φιλαμαρτημόνων λεγόντων, ὅτι πρὸς φόβον τῶν ἀνθρώπων ἠπείλησε τὴν γέενναν ὁ Θεός· μὴ γένοιτο γὰρ, ὅτι ἐλεήμων ὢν κολάσει τινὰ, καὶ μάλιστα τῶν ἐπεγνωκότων αὐτόν. Λέγετε οὖν μοι, οἱ ψεύστην τὸν Θεὸν ἀποφαίνοντες, τίς τὴν οἰκουμένην ἐπέκλυσεν ἅπασαν ἐπὶ τοῦ Νῶε, καὶ τὸ χαλεπὸν ἐκεῖνο ναυάγιον εἰργάσατο, καὶ τὴν παντὸς τοῦ γένους ἡμῶν πανωλεθρίαν ἐποίησε; τίς τοὺς κεραυνοὺς ἐκείνους καὶ τοὺς πρηστῆρας ἀφῆκεν ἐπὶ τὴν Σοδόμων γῆν; τίς τὴν Αἴγυπτον ἅπασαν κατεπόντισε; τίς τὰς ἑξακοσίας χιλιάδας ἐπὶ τῆς ἐρήμου κατηνάλωσε; τίς τὴν συναγωγὴν Ἀβει 63.744 ρὼν κατέφλεξε; τίς τοῖς περὶ Κορὲ καὶ ∆αθὰν ἀνοῖξαι τῇ γῇ τὸ στόμα καὶ καταπιεῖν ἐκέλευσε; τίς τὰς ἑβδομήκοντα χιλιάδας ἐν μιᾷ καιροῦ ῥοπῇ κατήνεγκεν ἐπὶ τοῦ ∆αυΐδ; τίς ὁ τὰς ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδας ἐν μιᾷ νυκτὶ θανατώσας ἐπὶ τῆς προφητείας Ἡσαΐου; Τὰς δὲ καθημερινὰς συμφορὰς οὐχ ὁρᾷς ὅσας φέρομεν ἁμαρτάνοντες; Πῶς ἂν ἔχοι λόγον, τοὺς μὲν κολάζεσθαι, τοὺς δὲ μὴ κολάζεσθαι; Εἰ γὰρ οὐκ ἄδικος ὁ Θεὸς, ὡσπεροῦν οὐδὲ ἄδικος, πάντως καὶ σὺ δίκην δώσεις ἁμαρτάνων· εἰ δὲ, ἐπειδὴ φιλάνθρωπός ἐστιν ὁ Θεὸς, οὐ κολάζει, οὐδὲ τούτους ἔδει κολασθῆναι. Νυνὶ δὲ διὰ ταῦτα ἡμῶν τὰ ῥήματα πολλοὺς καὶ ἐνταῦθα κολάζει ὁ Θεὸς, ἵνα, ὅταν τοῖς ῥήμασι μὴ πιστεύσητε τῆς ἀπειλῆς, κἂν τοῖς πράγμασι πιστεύσητε τῆς τιμωρίας. Ἆρα πείθομεν τοὺς ἀντιλέγοντας, ὅτι οὐκ ἔστι μῦθος ὁ περὶ τῆς γεέννης λόγος; Οὕτω γάρ ἐστιν ἀληθὴς, ὅτι οὐχ ἡμεῖς μόνον, ἀλλὰ καὶ ποιηταὶ καὶ φιλόσοφοι καὶ λογοποιοὶ περὶ τῆς μελλούσης ἀνταποδόσεως ἐφιλοσόφησαν, καὶ ἐν ᾅδου κολάζεσθαι τοὺς πονηροὺς εἰρήκασιν. Εἰ γὰρ καὶ μετὰ ἀληθείας, ὡς ἔχει ταῦτα, εἰπεῖν οὐκ ἠδυνήθησαν, ἅτε ἀπὸ λογισμῶν κινηθέντες καὶ παρ' ἀκουσμάτων τῶν παρ' ἡμῖν, ἀλλ' ὅμως εἰκόνα τινὰ κρίσεως ἔλαβον. Κωκυτοὺς γάρ φασί τινας καὶ Πυριφλεγέθοντας ποταμοὺς καὶ Στυγὸς ὕδωρ καὶ Τάρταρον, τοσοῦτον ἀπέχοντα τῆς γῆς, ὅσον αὐτὴ τοῦ οὐρανοῦ, καὶ πολλοὺς κολάσεως τρόπους· καὶ πάλιν Ἠλύσιον πεδίον, καὶ μακάρων νήσους, καὶ λειμῶνας εὐανθεῖς, καὶ εὐωδίαν πολλὴν, καὶ αὔραν λεπτήν· καὶ χοροὺς ἐκεῖ διατρίβοντας, καὶ λευκὴν περιβεβλημένους στολὴν, καὶ ᾄδοντας ὕμνους τινάς· καὶ ὅλως καὶ ἀγαθοῖς καὶ πονηροῖς ἀποκειμένην ἀντίδοσιν μετὰ τὴν ἐντεῦθεν ἔξοδον. Μὴ τοίνυν ἀπιστῶμεν γέενναν, ἵνα μὴ ἐμπέσωμεν εἰς αὐτήν· ὁ γὰρ ἀπιστῶν ῥᾳθυμότερος γίνεται· ὁ δὲ ῥᾳθυμῶν εἰς αὐτὴν ἀπελεύσεται πάντως· ἀλλὰ καὶ πιστεύωμεν ἀνενδοιάστως, καὶ διαλεγώμεθα συνεχῶς περὶ αὐτῆς, καὶ οὐ ταχέως ἁμαρτησόμεθα. Τῶν γὰρ τοιούτων λόγων ἡ μνήμη καθάπερ τι φάρμακον πικρὸν πᾶσαν κακίαν ἀποσμῆξαι δυνήσεται, συνεχῶς ἡμῶν ἐνιζάνουσα τῇ ψυχῇ. Ἂν ὠμὸς καὶ ἀνελεήμων ᾖς, ἀναμνήσθητι τῶν παρθένων ἐκείνων, αἳ τῶν λαμπάδων αὐτῶν σβεσθεισῶν, διὰ τὸ μὴ ἔχειν ἔλαιον, τοῦ νυμφῶνος ἐξέπεσον, καὶ ταχέως ἔσῃ φιλάνθρωπος. Ἂν ἁρπάσαι βουληθῇς, ἄκουσον τοῦ δικαστοῦ λέγοντος, ∆ήσατε αὐτοῦ χεῖρας καὶ πόδας, καὶ βάλετε αὐτὸν εἰς τὸ σκότος τὸ ἐξώτερον· καὶ ταύτην ἐκβαλεῖς τὴν ἐπιθυμίαν. Ἂν μεθύειν καὶ τρυφᾷν ἐπιθυμῇς, ἄκουσον τοῦ πλουσίου λέγοντος, Πέμψον Λάζαρον, ἵνα ἄκρῳ τῷ δακτύλῳ καταψύξῃ τὴν τηγανιζομένην γλῶσσαν· καὶ οὐ τυγχάνοντος τῆς αἰτήσεως· καὶ ταχέως ἀποστήσῃ τοῦ πάθους. Ἂν