ἐπειδὴ σκο πὸς ἦν αὐτῷ πάντας ἀνθρώπους σωθῆναι, προτείνει τὴν ἡμερότητα· καὶ παραθαῤῥύνων αὐτὸν λέγει· "Σπεύσας κατάβηθι·" ἐζήτει γὰρ αὐτὸν θεάσασθαι, καὶ ἐκώλυεν αὐτὸν ὁ ὄχλος, οὐ τοσοῦτον ὁ τῶν ἀν θρώπων, ὅσον ὁ τῶν ἁμαρτημάτων. Ἦν δὲ καὶ μι κρὸς τὴν ἡλικίαν οὐ μόνον τὴν σωματικὴν, ἀλλὰ καὶ τὴν πνευματικήν· καὶ οὐκ ἄλλως ἠδυνήθη ἰδεῖν αὐ τὸν, εἰ μὴ ὑψώθη ἀπὸ τῆς γῆς, καὶ ἀνέβη ἐπὶ τὴν συκομωραίαν, δι' ἧς ἔμελλε διελθεῖν ὁ Χριστός. Ἔχει δὲ αἴνιγμα ὁ λόγος. Οὐκ ἄλλως γὰρ δύναταί τις ἰδεῖν τὸν Χριστὸν, καὶ πιστεῦσαι εἰς αὐτὸν, εἰ μὴ ἐπὶ τὴν συκομωραίαν ἀρθῇ, μωράνας τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν, καὶ τὰ ἑξῆς. Ἔμελλε δὲ, φησὶν, ὁ Χριστὸς διὰ τῆς συκομωραίας διέρχεσθαι· τὴν γὰρ νομικὴν ὁδεύσας πολιτείαν, ὅ ἐστι συκῆν, τὰ μωρὰ τοῦ κόσμου ἐξελέξατο, ὅ ἐστι τὸν σταυρὸν καὶ τὸν θάνατον. Καὶ πᾶς ὃς αἴρει τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθεῖ τῇ τοῦ Χριστοῦ πολι τείᾳ, σώζεται, συνετῶς τὸν νόμον ἐργαζόμενος, ὅς ἐστι συκῆ μὴ ποιοῦσα σῦκα ἀλλὰ μῶρα· μωρία γὰρ τοῖς Ἰουδαίοις φαίνεται ἡ κεκρυμμένη τοῖς πιστοῖς 72.868 ἐργασία, ἐν περιτομῇ κακίας, καὶ ἀργίᾳ φαύλης πράξεως· μὴ μέντοι αἰσθητῶς ἀκροβυστίαν περι τεμόντων, καὶ τηρούντων τὸ Σάββατον. Ἔγνω τοί νυν αὐτὸν ἕτοιμον εἰς ὑπακοὴν, καὶ θερμὸν εἰς πίστιν, καὶ εὐμετάβλητον ἀπὸ κακίας εἰς ἀρετήν· διὸ καὶ καλεῖ, καὶ ἄπεισι κερδήσων αὐτόν· ὁ δὲ "σπεύσας κατέβη, καὶ ὑπεδέξατο αὐτὸν χαίρων," οὐ μόνον ὅτι εἶδεν αὐτὸν ὡς ἐζήτει, ἀλλ' ὅτι καὶ ἐκλήθη παρ' αὐτοῦ, καὶ ὅτι ὑπεδέξατο αὐτὸν, ὡς οὐκ ἄν ποτε προσεδόκησεν. 9Ζακχαῖε, σπεύσας κατάβηθι· σήμερον γὰρ ἐν τῷ οἴκῳ σου δεῖ με μεῖναι.9 (A f. 252 b, B f. 174) Πρόγνωσις αὕτη θεία, εὖ γὰρ ἠπίστατο τὸ ἐσόμενον· εἶδεν ἀνθρώπου ψυχὴν ἑτοιμότατα διανεύουσαν εἴς γε τὸ βιοῦν ἑλέσθαι ἁγίως· καὶ μετέθηκεν εἰς εὐσέβειαν· ὑπεδέξατο γὰρ, φησὶ, τὸν Ἰησοῦν χαίρων· ἔτυχε γὰρ ὧν μὴ προσ εδόκα· ἀλλ' ἴσως ἐκεῖνο φαίη τις ἂν τῷ πάντων ἡμῶν Σωτῆρι Χριστῷ· Αὐλίζῃ παρὰ Ζακχαίῳ καὶ παρὰ τῷ τελωνῶν ἡγουμένῳ, ὃς οὔπω τοὺς τῆς φι λοκερδείας ἀπενίψατο τρόπους; Ναὶ, φησίν· οἶδα τοῦτο, Θεὸς ὢν φύσει, καὶ τὰς ἑκάστου τῶν ἐπὶ τῆς γῆς ἐποπτεύων ὁδοὺς, καὶ πρὸς τούτοις ἔχων τῶν ἐσομένων τὴν γνῶσιν· κέκληκα πρὸς μετάγνωσιν, πρόθυμον ὄντα πρὸς τοῦτο. 9Τὰ ἡμίση τῶν ὑπαρχόντων μου, Κύριε, δίδωμι τοῖς πτωχοῖς.9 (A f. 252 b) Ὁρᾷς πῶς ὁ τελωνῶν ἡγούμενος, ὁ φιλάργυρος, εὐθὺς ἐλεήμων καὶ φιλοπτωχίας γέγονε ἐραστὴς, διανέμειν ἐπαγγελλόμενος τοῖς ἐνδεέσι τὸν πλοῦτον, καὶ τοῖς ἠδικημένοις ἀπολογούμενος, κατὰ τὸν νόμον τὸν τέσσαρα πρόβατα ἀνθ' ἑνὸς ἐκτίσειν κελεύοντα, κατὰ τὴν τοῦ ∆αβὶδ κρίσιν περὶ τοῦ τὴν ἀμνάδα λεχθέντος ἀπεστερηκέναι τοῦ πτωχοῦ. "Καὶ τὴν ἀμνάδα γὰρ, φησὶ, ἀποτίσει τετραπλασίονα." 9Σήμερον σωτηρία τῷ οἴκῳ τούτῳ ἐγένετο.9 (A f. 254) Ἔνθα γὰρ ἂν εἰσβάλῃ Χριστὸς, ἐκεῖ πάντως ἐστὶ καὶ σωτηρία· οὐκ εἰς ἀναβολὰς δὲ οὐδὲ ἐπαγγελίας, ἀλλὰ σήμερον τῷ Ζακχαίῳ τὴν σωτηρίαν ὁ Χριστὸς εὐαγγελίζεται· ἐπειδὴ καὶ αὐτὸς αὐτίκα πεποίηκεν ἃ ἐπηγγείλατο. Οὐ γὰρ εἶπεν· ∆ώσω τὰ ἡμίση, καὶ τοῖς ἀδικηθεῖσιν ἀποδώσω τετραπλοῦν· ἤκουσε γὰρ τοῦ Σολομῶντος· "Μὴ εἴπῃς· Ἐπάνηκε, καὶ αὔριον δώσω·" ἀλλ', "Ἰδοὺ, φησὶ, δίδωμι καὶ ἀπο δίδωμι." ∆ιὸ καὶ ὁ Χριστός· Σήμερον, φησὶ, δίδως, σήμερόν σοι καὶ ἡ σωτηρία. Ἔδει τοίνυν τοὺς Ἰουδαίους χαίρειν ἐπὶ Ζακχαίῳ σεσωσμένῳ παραδόξως· ὅτι καὶ αὐτὸς εἰς υἱοὺς ἐτέλει τῷ Ἀβραὰμ, οἷς τὴν διὰ Χριστοῦ λύτρωσιν διὰ προφητῶν ἁγίων ἐπηγγεί λατο ὁ Θεός. 9Προσθεὶς εἶπε παραβολήν· Ἄνθρωπός τις εὐ γενὴς, κ.τ.λ.9 (B f. 255) ∆ιὰ τῆς ἐν χερσὶ δὲ παραβολῆς, ὁμοῦ καὶ τὴν προτέραν εἰς ἀνθρώπους ἄφιξιν ἑαυτοῦ, καὶ 72.869 τὴν ἐνθένδε ἀποδημίαν, τήν τε μετὰ ταῦτα τῆς βα σιλείας ὑποδοχὴν, καὶ τὴν ἐπὶ τούτοις ἐπ' ἀγαθαῖς ἐλπίσι προσδοκωμένην ἡμῖν δευτέραν αὐτοῦ θεοφά νειαν, αἰνίττεται καὶ ὡς κατ' ἐκεῖνο καιροῦ, τῶν μὲν ἀξίων αὐτοῦ βασιλεύσει,