139
ἀσκεδάστῳ καὶ ἀδιαλύτῳ καὶ οὐσιωμένῳ καὶ συνεστῶτι ἐν ἀφθαρ11.28.2 σίᾳ, πῶς οὐ τοῦ γένους ἂν εἴη τοῦ κατὰ τὸ παράδειγμα; ὅταν γὰρ δύο τινῶν ἄκρων ἐναργῶς ἐναντίων, οἷον λογικοῦ τε καὶ ἀλόγου, ἄλλο τι ἀμφισβητῆται ποίας ἐστὶ μερίδος, εἷς ἦν καὶ οὗτος τρόπος ἀποδείξεως διὰ τοῦ δεῖξαι τίνι τῶν ἀντικειμένων ὅμοιον. οὕτω γάρ, καίπερ ἐν ἀλογίᾳ κατὰ πρώτην ἡλικίαν τοῦ ἀνθρωπίνου γένους κατισχημένου πολλῶν τε ἄχρι γήρως ἐν τοῖς τῆς ἀλογίας ἁμαρτήμασι πλεοναζόντων, ὅμως διὰ τὸ τῷ καθαρῶς λογικῷ πολλὰς 11.28.3 ὁμοιότητας φέρειν λογικὸν εἶναι τὸ γένος τοῦτο ἐξ ἀρχῆς ἐπιστεύθη. ὄντος οὖν θείου συστήματος καὶ ἀκηράτου καὶ ἀλυμάντου προφανῶς τοῦ τῶν θεῶν, ὄντος δὲ πάλιν ἐναργῶς τοῦ χθονίου καὶ λυτοῦ καὶ ἐν διαφθορᾷ κειμένου, ἀμφισβητουμένης δὲ παρά τισι τῆς ψυχῆς τίνι τῶν προκειμένων μέρει προσκεχώρηκεν, ἐκ τῆς ὁμοιότητος ᾠήθη ὁ Πλάτων δεῖν ἀνιχνεύειν τὴν ἀλήθειαν. 11.28.4 καὶ ἐπειδὴ τῷ μὲν θνητῷ τε καὶ λυτῷ καὶ ἀνοήτῳ καὶ ζωῆς ἀμετόχῳ καὶ διὰ τοῦτο ἁπτῷ τε καὶ αἰσθητῷ καὶ γινομένῳ καὶ ἀπολλυμένῳ οὐδαμῶς ἔοικε, τῷ δὲ θείῳ καὶ ἀθανάτῳ καὶ ἀειδεῖ καὶ νοερῷ ζῶντί τε καὶ ἀληθείας συγγενεῖ καὶ ὅσα ἐκεῖνος περὶ αὐτῆς ἀναλογίζεται, ἐδόκει μὴ τὰς μὲν ἄλλας ὁμοιότητας τοῦ θεοῦ ἐνεῖναι συγχωρεῖν, τὸ δὲ τῆς οὐσίας ἐμφερὲς ἀπ' αὐτῆς ἐθέλειν ἀθετεῖν, 11.28.5 δι' ὃ καὶ τούτων αὐτὴν τυχεῖν συμβέβηκεν. ὥσπερ γὰρ τὰ ταῖς ἐνεργείαις τῷ θεῷ ἀνόμοια εὐθὺς καὶ τῇ συστάσει τῆς οὐσίας ἐξήλλακτο, οὕτως ἀκόλουθον εἶναι τὰ τῶν αὐτῶν πως ἐνεργειῶν μέτοχα φθάνειν τὴν ὁμοιότητα τῆς οὐσίας κεκτημένα. διὰ γὰρ τὴν ποιὰν οὐσίαν ποιὰς εἶναι καὶ τὰς ἐνεργείας, ὡς ἂν ἀπ' αὐτῆς ῥεούσας καὶ αὐτῆς οὔσας βλαστήματα.» 11.28.6 Τούτου τοίνυν τοῦ λόγου τὴν δύναμιν περιαιρῶν ὁ Βόηθος ἐπάκουσον εὐθὺς ἐν ἀρχῇ τοῦ λόγου ὃ πεποίηκε γράφων οὕτως· 11.28.7 «Εἰ μὲν ἀθάνατός ἐστιν ἡ ψυχὴ καὶ παντὸς ὀλέθρου κρείττων τις φύσις, 11.28.8 πολλοὺς ἀναμείναντα χρὴ καὶ περιηγησάμενον λόγους ἀποφήνασθαι. τὸ μέντοι τῶν περὶ ἡμᾶς ὁμοιότερον μηδὲν γενέσθαι θεῷ ψυχῆς, οὐ πολλῆς ἄν τις δεηθεὶς πραγματείας πιστεύσειεν, οὐ μόνον διὰ τὸ συνεχὲς καὶ ἄπαυστον 11.28.9 τῆς κινήσεως, ἣν ἐν ἡμῖν ἐνδίδωσιν, ἀλλὰ τοῦ καθ' ἑαυτὴν νοῦ. εἰς ὅπερ ἀπιδὼν καὶ ὁ Κροτωνιάτης φυσικὸς εἶπεν ἀθάνατον αὐτὴν οὖσαν καὶ πᾶσαν 11.28.10 ἠρεμίαν φύσει φεύγειν, ὥσπερ τὰ θεῖα τῶν σωμάτων. ἀλλὰ καὶ καθάπαξ τὴν ἰδέαν τῆς ψυχῆς καὶ μάλιστα τὸν ἄρχοντα ἐν ἡμῖν νοῦν, ὁπηλίκα βουλεύματα καὶ ὁρμὰς πολλάκις ὁποίας ὑποκινεῖ, τῷ κατανοήσαντι πολλή τις ἂν πρὸς τὸν θεὸν ὁμοιότης ὑποφανείη.» 11.28.11 Καὶ ἑξῆς ἐπιλέγει· «Εἰ γὰρ ὡς ὁμοιότατον τῷ θείῳ πάντων χρημάτων ἡ ψυχὴ δείκνυται, τίς ἔτι χρεία τῶν ἄλλων δεῖσθαι λόγων εἰς ἀπόδειξιν τῆς ἀθανασίας αὐτῆς προοιμιαζόμενον καὶ μὴ καὶ τοῦτον ὡς ἕνα μετὰ τῶν πολλῶν καταριθμοῦντα, ἱκανὸν ὄντα ἐντρέψαι τοὺς εὐγνώμονας, ὡς οὐκ ἂν τῶν ἐμφερῶν τῷ θείῳ 11.28.12 μετέσχεν ἐνεργειῶν μή τοι θεία γε οὖσα καὶ αὐτή; εἰ γὰρ καίπερ ἐν τῷ θνητῷ καὶ λυτῷ καὶ ἀνοήτῳ καὶ καθ' ἑαυτὸ νεκρῷ καὶ ἀεὶ ἀπολλυμένῳ καὶ διαρρέοντι εἰς τὴν τῆς ἀπωλείας μεταβολὴν κατορωρυγμένη αὐτό τε ποιεῖ καὶ συνέχει καὶ τὴν ἑαυτῆς θείαν ἀναδείκνυσιν οὐσίαν, καίπερ ἐπιπροσθουμένη καὶ ἐμποδιζομένη ὑπὸ τοῦ προκειμένου αὐτῇ πανωλέθρου πλάσματος, πῶς εἰ τοῦ ἀλόγου χωρισθείη, ὥσπερ χρυσίον περιπεπλασμένου πηλοῦ, οὐκ αὐτόθεν ἂν τὸ ἑαυτῆς εἶδος ἐκφήνειεν ὡς ἐμφερὲς ὂν μόνῳ τῷ θεῷ, ἀλλὰ καὶ διὰ τὸ μέτοχον αὐτοῦ εἶναι καὶ τὰς ἐν ταῖς ἐνεργείαις ὁμοιότητας διασῷζον καὶ ἐν τῷ μάλιστα θνητῷ αὐτῆς ὥσπερ ἐστὶν ὅταν ἐν τῷ θνητῷ καθειρχθῇ διὰ τοῦτο μὴ διαλυόμενον, ὅτι φύσεως ἦν τῆς ἀμοίρου φθορᾶς;» 11.28.13 Καὶ ὑποκαταβάς φησιν· «Εἰκότως δὲ καὶ θεία φαίνεται ἀπὸ τῆς πρὸς τὸν ἀμέριστον ὁμοιώσεως καὶ θνητὴ ἀφ' ὧν προσπελάζει τῇ θνητῇ φύσει· καὶ κάτεισι καὶ ἄνεισι καὶ