140
11.28.14 θνητοειδής ἐστι καὶ τοῖς ἀθανάτοις ἐμφερής. ἄνθρωπος γὰρ καὶ ὁ γαστρίζων ἑαυτὸν καὶ κεκορέσθαι σπουδάζων ὡς τὰ κτήνη· ἄνθρωπος δὲ καὶ ὁ σῴζειν ἐν πελάγει δι' ἐπιστήμης ἐν κινδύνοις οἷός τε ὢν τὴν ναῦν καὶ ὁ σῴζειν ἐν νόσοις καὶ ὅ γε τὴν μὲν ἀλήθειαν εὑρίσκων, μεθοδεύσας δὲ καὶ πρὸς γνώσεως καταλήψεις πυρείων τε εὑρέσεις καὶ ὡροσκοπείων τηρήσεις καὶ 11.28.15 μιμήσεις τῶν τοῦ δημιουργοῦ ποιημάτων μηχανησάμενος. ἄνθρωπος γὰρ ἐπενόησεν ἐπὶ γῆς συνόδους τῶν ἑπτὰ μετὰ τῶν κινήσεων δημιουργῆσαι, διὰ μηχανημάτων τὰ ἐν οὐρανῷ μιμούμενος. καὶ τί γὰρ οὐκ ἐπενόησεν, ἀποδει11.28.16 κνὺς τὸν θεῖον καὶ θεῷ παρισωμένον ἐν αὑτῷ νοῦν; ἀφ' ὧν Ὀλυμπίου τε καὶ θείου καὶ οὐδαμῶς θνητοῦ τολμήματα διαφαίνων τοὺς πολλοὺς διὰ φιλαυτίαν τῆς αὐτῶν εἰς τὰ κάτω ῥοπῆς ἰδεῖν αὐτὸν οὐχ οἵους τε ὄντας ἐκ τῶν ἔξωθεν φαινομένων ὁμοίως αὐτοῖς θνητοειδῆ δοξάζειν αὐτὸν ἀναπέπεικεν· ἑνὸς ὄντος καὶ τούτου τρόπου τῆς ἐκ κακίας παραμυθίας, τὸ τῇ ἀντανισώσει τῆς αὑτῶν ἀθλιότητος διὰ τὰ ἔξωθεν φαινόμενα προσαναπαυομένους πείθειν ἑαυτούς, ὅτι ὡς τὰ ἔξω καὶ τὰ εἴσω πάντες ἄνθρωποι.» 11.28.17 Τούτων ἁπάντων διδάσκαλος πέφηνε γεγονὼς ὁ Μωσῆς, ὃς διεξιὼν τὴν πρώτην ἀνθρωπογονίαν κατὰ τὰς προτεθείσας λέξεις διὰ τῆς πρὸς τὸ 11.28.18 θεῖον ἐξομοιώσεως τοὺς περὶ ψυχῆς ἀθανασίας λόγους ἐπιστώσατο. ἀλλ' ἐπειδὴ τὰ περὶ τῆς ἀσωμάτου καὶ ἀφανοῦς οὐσίας σύμφωνα καὶ ὁμόδοξα Μωσεῖ καὶ Πλάτωνι συνέστη, ὥρα καὶ τὰ λοιπὰ μέρη τῆς κατὰ Πλάτωνα φιλοσοφίας ἐπιθεωρῆσαι δεῖξαί τε τὸν ἄνδρα Ἑβραίοις κατὰ πάντα φίλον, ἐκτὸς εἰ μή που παρατραπεὶς ἀνθρωπινώτερον ἢ κατὰ τὸν ἀληθῆ φάναι τι 11.28.19 προήχθη λόγον. αὐτίκα τῶν εἰρημένων ὅσα μὲν ἐπιτυχῶς λέλεκται τῷ ἀνδρὶ συντρέχοι ἂν τοῖς Μωσεῖ δεδογμένοις, ὅσα δὲ μὴ ἀρέσκοντα Μωσεῖ καὶ τοῖς προφήταις ὑπέλαβεν, οὐκ ἂν ἔχοι συνεστῶτα τὸν λόγον. τοῦτο δ' ἡμῖν ἐν καιρῷ τῷ δέοντι παραστήσεται. τέως δ', ἐπεὶ πεφώραται ἐν τῇ περὶ τῶν νοητῶν ἐποπτείᾳ συνῳδὰ καὶ σύμφωνα τὰ τεθειμένα, ὥρα ἐπανελθοῦσιν αὖθις ἐπὶ τὴν τῶν αἰσθητῶν φυσιολογίαν ἐν βραχέσι τὴν πρὸς τὰ Ἑβραίων ἐπιδραμεῖν τοῦ ἀνδρὸς συμφωνίαν.
11.29.1 λʹ. ΠΕΡΙ ΤΟΥ ΓΕΝΗΤΟΝ ΕΙΝΑΙ ΤΟΝ ΚΟΣΜΟΝ Μωσέως γενητὸν ἀποφηναμένου τόδε τὸ πᾶν ὑπὸ τοῦ θεοῦ γενόμενον λέγει δ' οὖν ἀρχόμενος τῆς ἑαυτοῦ γραφῆς· «Ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν» καὶ μετὰ τὰ κατὰ μέρος ἐπάγει· «Αὕτη ἡ βίβλος γενέσεως οὐρανοῦ καὶ γῆς, ὅτε ἐγένετο, ᾗ ἡμέρᾳ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν», ἄκουε τοῦ Πλάτωνος ὡς οὐκ ἐκπίπτει τῆς διανοίας ὧδέ πη καὶ αὐτὸς γράφων· 11.29.2 «Πᾶν δὲ αὖ τὸ γινόμενον ὑπ' αἰτίου τινὸς ἐξ ἀνάγκης γίγνεσθαι· πάντη γὰρ ἀδύνατον χωρὶς αἰτίου γένεσιν ἔχειν.» 11.29.3 Καὶ ἐπιλέγει· «Ὁ δὴ πᾶς οὐρανὸς ἢ κόσμος ἢ καὶ ἄλλο, ὅ τι ποτὲ ὀνομαζόμενος μάλιστα ἂν δέχοιτο τοῦθ' ἡμῖν ὠνομάσθω· σκεπτέον οὖν περὶ αὐτοῦ πρῶτον, ὅπερ ὑπόκειται περὶ παντὸς ἐν ἀρχῇ δεῖν σκοπεῖν, πότερον ἦν ἀεί, γενέσεως ἀρχὴν 11.29.4 ἔχων οὐδεμίαν, ἢ γέγονεν ἀπ' ἀρχῆς τινος ἀρξάμενος. γέγονεν· ὁρατὸς γὰρ ἁπτός τέ ἐστι καὶ σῶμα ἔχων, πάντα δὲ τὰ τοιαῦτα αἰσθητά, τὰ δ' αἰσθητὰ δόξῃ περιληπτὰ καὶ γενητὰ ἐφάνη. τῷ δ' αὖ γενομένῳ φαμὲν ὑπ' αἰτίου τινὸς ἀνάγκην εἶναι γενέσθαι. τὸν μὲν οὖν ποιητὴν καὶ δημιουργὸν τοῦδε τοῦ παντὸς εὑρεῖν τε ἔργον καὶ εὑρόντα εἰς πάντας ἀδύνατον λέγειν.» 11.29.5 Καὶ αὖθις ἑξῆς φησιν· «Οὕτως οὖν δὴ κατὰ λόγον τὸν εἰκότα δεῖ λέγειν τόνδε τὸν κόσμον ζῷον ἔμψυχον ἔννουν τῇ ἀληθείᾳ διὰ τὴν τοῦ θεοῦ γενέσθαι πρόνοιαν.»