ἰδίοις οἰκέταις, κατά γε τὴν ἐν Εὐαγγελίοις παραβολήν. Οὐκοῦν ἁπλώσατε τὰς καρδίας, καὶ ὑποδέξασθε χαίροντες· δόκιμοι γένεσθε τραπεζῖται· ἐμπορεύσασθε τὸ δοθὲν, ἐπιστημόνως· πολυπλασιάσατε ταῖς ἐπιεικείαις. Μέγα καὶ ἁγιοπρεπὲς τὸ καύχημα, καὶ τοὺς τῆς γνησιότητος ἐπαίνους προξενεῖ. Καὶ τί τοῦτο λέγω, τὸ ἔτι μεῖζον ἀφείς; Οὐρανοῦ πολίτην ἐργάζεται, εἰς βασιλείαν ἀναφέρει, αὐτῷ συνδοξάζεσθαι ποιεῖ τῷ πάντων ἡμῶν Σωτῆρι Χριστῷ. Ἴδωμεν δὲ τοῦτο, καὶ ἐξ αὐτῶν τῶν εὐαγγελικῶν γραμμάτων. Ὁ τὰ πέντε τάλαντα λαβὼν παρὰ τοῦ οἰκοδεσπότου, προσ εργασάμενος δὲ καὶ ἕτερα πέντε, τί προσέρχεται λέγων; "Κύριε, πέντε τάλαντά μοι ἔδωκας, ἴδε ἐποίησα ἄλλα πέντε." Ὁρᾷς ὅσον ἐστὶ τῆς φιλοπο νίας τὸ καύχημα; Καὶ τί πρὸς αὐτὸν ἔφη Χριστός; "Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστὲ, ἐπὶ ὀλίγα ἦς πιστὸς, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ Κυρίου σου." Τί τούτου τὸ μεῖζον εἰς δύναμιν; τί τὸ αἱρετώτερον εἰς εὐημερίαν; Ἔπαινοι παρὰ Χριστοῦ, καὶ ψῆφος ∆εσποτικὴ στεφανοῦσα τὸν φιλερ γήσαντα, πιστὸν ὀνομάζει τὸν καρποφορήσαντα νοη τῶς. Μὴ γὰρ τῷ ∆εσπότῃ τὸ κέρδος προσήνεγκε; Μὴ 72.873 γὰρ χρῄζει τινὸς ἐν τοῖς καθ' ἑαυτόν; Αὐτός ἐστι τὸ πάντων πλήρωμα, καὶ ὡς ὁ πάνσοφος Ἰωάννης φησὶν, "Ἐκ τοῦ πληρώματος αὐτοῦ πάντες ἡμεῖς ἐλάβομεν." Ἀλλ' ὅταν ἡμεῖς ἑαυτοὺς κερδάνωμεν, προσωφελῶμεν δὲ καὶ ἑτέρους, τότε χαίρει Χριστός· πλοῦτον ἡγεῖται τὴν ἡμῶν εὐδοκίμησιν. Καὶ τὸ ἔτι μεῖζον ἐρῶ· τροφὴν ὥσπερ ποιεῖται τὸ πρᾶγμα· ὅτι δέ ἐστιν ἀληθὲς ὅ φημι, πάλιν ἐκ τῶν εὐαγγελι κῶν μαθήσῃ γραμμάτων· νενουθέτηκε μὲν γὰρ τὴν ἐκ Σαμαρείας γυναῖκα· εἶτα λεγούσης ἐκείνης, Ὅτε ἔλθῃ Μεσσίας, ἀπαγγελεῖ ἡμῖν πάντα, ἑαυτὸν ἐμφανῆ κατέστησε, λέγων· "Ἐγώ εἰμι ὁ λαλῶν σοι." Καὶ τὸ μὲν γύναιον, δρόμῳ συντείνεται, καὶ τὴν Σαμα ρειτῶν μεμυσταγώγηκε πόλιν. Εἰδὼς δὲ Χριστὸς ὅτι πολλοὶ πιστεύσουσιν ἐπ' αὐτὸν, τοῖς ἁγίοις ἔφασκε μαθηταῖς· "Ἐγὼ βρῶσιν ἔχω φαγεῖν, ἣν ὑμεῖς οὐκ οἴδατε." Τρέφει γὰρ ὥσπερ τὴν ἡμερωτάτην φύσιν, τῶν ἀπολωλότων ἡ σωτηρία. Ὁ μὲν οὖν γνήσιος οἰκέτης, (ἀναβήσομαι γὰρ αὖθις ἐπὶ τὸν τοῦ λόγου σκοπὸν), τὸν τῆς ἐπιεικείας ἀνεδή σατο στέφανον· εἰσκεκόμισται γὰρ εἰς τὴν χαρὰν τοῦ ἰδίου δεσπότου. Ὁ δέ γε λαβὼν τὸ [ἓν] τάλαντον, εἶτα γεγονὼς ὀκνηρὸς, προσεργασάμενος δὲ παντελῶς οὐδὲν, κατακρύψας δὲ μᾶλλον εἰς γῆν αὐτὸ, ταῖς ἐσχάταις περιπέπτωκε δίκαις. Φύγωμεν τοίνυν τὴν μίμησιν, ἀποπεμψώμεθα τῆς ἑαυτῶν διανοίας τὸν ἀκερδῆ καὶ ἐπάρατον ὄκνον, τὸν ἐπ' ἀγαθοῖς δηλον ότι σπουδάσμασι· μὴ εἰς ἀργίαν, τὴν δοθεῖσαν ἡμῖν παρὰ Χριστοῦ καταχώσωμεν χάριν. Φησί που διὰ φωνῆς Ἡσαΐου ὁ τῶν ὅλων Θεός· "Ἱερεὺς λαλησάτω εἰς τὴν καρδίαν Ἱερουσαλήμ." Τί δὲ, εἰ ὁ μὲν διδάσκων, τοὺς ὠφελεῖν εἰωθότας ἐξυφαίνοι λόγους τοῖς ἀκροωμένοις, οἱ δὲ οὐκ εἰς νοῦν καὶ καρδίαν ἀποτίθενται τὴν μυσταγωγίαν, ἀλλ' ἐπικροτήσαντες μόνον, καὶ γυμνοῖς ἐπαίνοις ἀμειψάμενοι τὸν μυστ αγωγὸν, ἄγευστοι τῶν ἱερῶν ἀπομένουσι διδαγμάτων; Ἆρα ὀκνῆσαι προσήκει τὸν μυσταγωγόν; Εἶτα, ποίους εὑρήσει λόγους ἐπὶ τοῦ θείου βήματος τοὺς ἐπικουροῦντας αὐτῷ, ὅταν αἰτιάσηται τῶν ἀκροω μένων τὸ ῥᾴθυμον, καὶ εὐάφορμον εἴπῃ διὰ τοῦτο τὸν ὄκνον; Κατακριθήσεται γὰρ μᾶλλον, ὡς ἔστιν ἰδεῖν ἐκ τῆς εὐαγγελικῆς παραβολῆς. Ὁ γάρ τοι τὸ τάλαντον λαβὼν παρὰ τοῦ οἰκοδεσπότου, κατέχωσε μὲν εἰς γῆν αὐτὸ, καὶ ἀπολυπλασίαστον ἔχων, προσ εκόμιζε λέγων· "Κύριε, ἴδε ἔχεις τὸ σόν." Ἆρ' οὖν ἐπῄνεται καὶ γερῶν ἠξίωται, ἢ κατεδικάσθη μᾶλλον ὡς ὀκνηρός; "Ἔδει σε γὰρ, φησὶ, καταβαλεῖν τὸ ἀργύριόν μου τοῖς τραπεζίταις· κἀγὼ ἐλθὼν ἐκομι σάμην ἂν τὸ ἐμὸν σὺν τόκῳ." Οὐκοῦν ὡς τραπεζί ταις ὑμῖν ἐπιστήμοσι τὸ δεσποτικὸν ἀργύριον ἐξ οδιάζω ἐγώ· ὑμεῖς δὲ λαβόντες, ἀπόθεσθε εἰς νοῦν τὸ δοθὲν, καὶ εἰς τὸ βάθος τῆς ἑαυτῶν καρδίας κρύψατε· εὖ εἰδότες, ὅτι τὰ εἰς γῆν πεμπόμενα τῶν