141
11.30.1 λαʹ. ΠΕΡΙ ΤΩΝ ΚΑΤ' ΟΥΡΑΝΟΝ ΦΩΣΤΗΡΩΝ
Πάλιν Μωσέως καὶ τούτους εἶναι γενητοὺς διδάξαντος δι' ὧν ἔφησε· «Καὶ εἶπεν ὁ θεός· Γενηθήτωσαν φωστῆρες ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ ὥστε φαίνειν ἐπὶ τῆς γῆς· καὶ ἔστωσαν εἰς σημεῖα καὶ εἰς καιροὺς καὶ εἰς ἡμέρας καὶ εἰς ἐνιαυτούς. καὶ ἐποίησεν ὁ θεὸς τοὺς δύο φωστῆρας τοὺς μεγάλους καὶ τοὺς ἀστέρας· καὶ ἔθετο αὐτοὺς ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ,» 11.30.2 ὁμοίως ὁ Πλάτων· «Ἐξ οὖν λόγου φησί καὶ διανοίας θεοῦ τοιαύτης πρὸς χρόνου γένεσιν, ἵνα γενηθῇ χρόνος, ἥλιος καὶ σελήνη καὶ πέντε ἄλλα ἄστρα, ἐπίκλην ἔχοντα πλάνητες, εἰς διορισμὸν καὶ φυλακὴν ἀριθμῶν χρόνου γέγονε. σώματα δὲ αὐτῶν ποιήσας ὁ θεὸς ἔθηκεν εἰς τὰς περιφοράς.» 11.30.3 Ἐπιτήρει δὲ εἰ μὴ τὸ «ἐξ οὖν λόγου καὶ διανοίας θεοῦ» εἰρημένον τῷ Πλάτωνι ὅμοιον ἂν εἴη τῷ παρ' Ἑβραίοις φάσκοντι «τῷ λόγῳ κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσαι αἱ δυνάμεις αὐτῶν.» ἀλλὰ καὶ Μωσέως εἰπόντος «καὶ ἔθετο αὐτοὺς ἐν τῷ στερεώματι» ὁμοίᾳ κέχρηται καὶ ὁ Πλάτων φωνῇ τῇ «ἔθηκεν,» εἰπὼν «σώματα δὲ αὐτῶν ποιήσας ὁ θεὸς ἔθηκεν εἰς τὰς περιφοράς.»
11.31.1 λβʹ. ΟΤΙ ΠΑΝΤΑ ΚΑΛΑ ΤΑ ΕΡΓΑ ΤΟΥ ΘΕΟΥ Τῆς Ἑβραίων γραφῆς ἐφ' ἑκάστῳ τῶν δημιουργημάτων ἐπιφωνούσης· «Καὶ εἶδεν ὁ θεὸς ὅτι καλόν» καὶ ἐπὶ τῇ πάντων συγκεφαλαιώσει φασκούσης· «Καὶ εἶδεν ὁ θεὸς τὰ πάντα, καὶ ἰδοὺ καλὰ λίαν,» ἄκουε τοῦ Πλάτωνος ὥς φησιν· «Εἰ μὲν δὴ καλός ἐστιν ὅδε ὁ κόσμος ὅ τε δημιουργὸς ἀγαθός, δῆλον ὡς πρὸς τὸ ἀΐδιον ἔβλεπε.» Καὶ πάλιν· «Ὁ μὲν γὰρ κάλλιστος τῶν γεγονότων, ὁ δ' ἄριστος τῶν αἰτίων.»
λγʹ. ΠΕΡΙ ΤΗΣ ΑΛΛΟΙΩΣΕΩΣ ΚΑΙ ΜΕΤΑΒΟΛΗΣ ΤΟΥ ΚΟΣΜΟΥ Καὶ περὶ τούτου πάσης Ἑβραίων γραφῆς διαλαλούσης, τοτὲ μὲν δι' ὧν φησι· «Καὶ εἱλιγήσεται ὁ οὐρανὸς ὡς βιβλίον» τοτὲ δὲ δι' ὧν ἐπιλέγει· «Καὶ ἔσται ὁ οὐρανὸς καινὸς καὶ ἡ γῆ καινή, ἃ ἐγὼ ποιῶ μένειν ἐνώπιόν μου, λέγει κύριος» καὶ πάλιν ἄλλοτε δι' ὧν φησι· «Παράγει γὰρ τὸ σχῆμα τοῦ 11.32.2 κόσμου τούτου,» καὶ ὁ Πλάτων ἄκουε ὅπως τὸ δόγμα συνίστησι λέγων ἐν Τιμαίῳ· «Καὶ ξυνεστήσατο οὐρανὸν ὁρατὸν καὶ ἁπτόν· καὶ διὰ ταῦτα ἔκ τε δὴ τούτων τοιούτων καὶ τὸν ἀριθμὸν τεττάρων τὸ τοῦ κόσμου σῶμα ἐγενήθη δι' ἀναλογίας ὁμολογῆσαν φιλίαν τε ἔσχεν ἐκ τούτων, ὡς εἰς ταὐτὸν αὑτῷ ξυνελθὸν ἄλυτον ὑπὸ τῶν ἄλλων πλὴν ὑπὸ τοῦ ξυνδήσαντος γενέσθαι.» 11.32.3 Εἶθ' ἑξῆς φησι· «Χρόνος δ' οὖν μετὰ οὐρανοῦ γέγονεν, ἵνα ἅμα γεννηθέντες ἅμα καὶ λυθῶσιν, ἄν ποτε λύσις τις αὐτῶν γίγνηται.» 11.32.4 Καὶ πάλιν εἰπών· «Θεοὶ θεῶν, ὧν ἐγὼ δημιουργὸς πατήρ τε ἔργων, ἄλυτα ἐμοῦ μὴ θέλοντος,» ἐπάγει λέγων ἑξῆς· «Τὸ μὲν οὖν δὴ δεθὲν πᾶν λυτόν, τό γε μὴν καλῶς ἁρμοσθὲν καὶ ἔχον εὖ λύειν ἐθέλειν κακοῦ. διὸ καὶ ἐπείπερ γεγένησθε, ἀθάνατοι μὲν οὐκ ἐστὲ οὐδ' ἄλυτοι τὸ πάμπαν. οὔ τι μὲν δὴ λυθήσεσθέ γε οὐδὲ τεύξεσθε θανάτου μοίρας, τῆς ἐμῆς βουλήσεως μείζονος ἔτι δεσμοῦ καὶ κυριωτέρου λαχόντες ἐκείνων οἷς ὅτε ἐγίγνεσθε ξυνεδεῖσθε.» 11.32.5 Καὶ ἐν τῷ Πολιτικῷ δὲ τάδε ὁ αὐτός φησι· «Τὸ γὰρ πᾶν τόδε τοτὲ μὲν αὐτὸς ὁ θεὸς ξυμποδηγεῖ πορευόμενον καὶ ξυγκυκλεῖ, τοτὲ δ' ἀνῆκεν, ὅταν αἱ περίοδοι τοῦ προσήκοντος αὐτῷ μέτρον εἰλήφωσιν ἤδη χρόνου, τὸ δὲ πάλιν αὐτόματον εἰς τἀναντία περιάγεται, ζῷον ὂν καὶ φρόνησιν εἰληφὸς ἐκ τοῦ ξυναρμόσαντος αὐτὸ κατ' ἀρχάς. τοῦτο δὲ αὐτῷ τὸ πάλιν