σπερμάτων, ἐγχωννύμενα μὲν ταῖς βώλοις, καρποφορεῖ· τὰ δὲ ἀκατάχωστα διαρπάζεται. (A f. 257 b) Ἐρεῖ καὶ ὑμῖν ὁ χρήσας τὰ τάλαντα· Εἰ γὰρ αὐστηρός εἰμι, φησὶ, θερίζων ὅπου οὐκ ἔσπειρα, διὰ τί μὴ τὴν δοθεῖσάν σοι χάριν, (τοῦτο γάρ ἐστιν ἡ μνᾶ) δέδωκας τοῖς τραπεζίταις, τουτέστι, προὔθηκας εἰς ἀπόλαυσιν τοῖς εὖ εἰδόσι δοκιμάζειν τὰ παρὰ 72.876 σοῦ; Ἐγὼ γὰρ ἐλθὼν, ἔπραξα ἂν, τουτέστιν ἀπ ῄτησα, τὸ ἐμὸν σὺν τόκῳ Τῶν μὲν γὰρ διδασκάλων ἐστὶ τὸ κατασπείρειν τοῖς ἀκροωμένοις τὸν ἐπωφελῆ καὶ σωτήριον λόγον· ἔργον δὲ ἰσχύος τῆς παρὰ Θεοῦ, τὸ καλεῖν εἰς εὐπείθειαν τοὺς ἀκροωμένους καὶ εὔκαρπον αὐτῶν ἀποφαίνειν τὸν νοῦν.(A f. 258 b) Ὁ μὲν ὀκνηρὸς οἰκέτης νεκρὸν θεὶς τὸ χά ρισμα καὶ μὴ ἐπεργασάμενος, γυμνὸς καὶ τοῦ δοθέν τος ἔσται χαρίσματος· οἱ δὲ τὴν ἀμείνω βαδίσαντες ὁδὸν, ἐν προσθήκαις ἔσονται τῶν ἄνωθεν ἀγαθῶν. (β. φ. 175 b) Σημειωτέον δὲ ὅτι ὁ ἕτερος τῶν εὐαγγελιστῶν οἶδε καὶ ποσότητος διαφορὰς τῆς γενο μένης τῶν ταλάντων διανομῆς. "Ὧ μὲν γὰρ, φησὶ, δέδωκε πέντε τάλαντα, ᾧ δὲ δύο, ᾧ δὲ ἒν, τοῖς ἑκάστου μέτροις ἀναλόγως τὴν διανέμησιν ποιού μενος." Τίνες δ' ἂν εἶεν οἱ θαρσούμενοι, φέρε λέγωμεν. Οἱ τέλειοι τὴν ἕξιν, οἶς ἂν πρέποι καὶ ἡ στερεὰ τροφὴ, μυσταγωγεῖν εἰδότες ὀρθῶς, καὶ πρὸς πᾶν ὁτιοῦν τῶν ἐπιτηδευμάτων ἑαυτούς τε καὶ ἑτέ ρους ἀπευθύνοντες, ὁποῖοι γεγόνασιν οἱ θεσπέσιοι μαθηταὶ, καὶ οἱ μετ' ἐκείνους τὴν αὐτὴν διακονίαν διαδεξάμενοι· τούτοις ὁ σωτὴρ τὴν τῶν θείων χαρι σμάτων δίδωσι διαφοράν· ἵνα ὦσι φωστῆρες ἐν κόσμῳ, λόγον ζωῆς ἐπέχοντες· οὗτοι νουθετοῦντες τοὺς ὑπὸ χεῖρα λαοὺς, προσεργάζονται τῷ ταλάντῳ, καὶ τὸν τοῖς ἁγίοις πρέποντα κερδανοῦσι κλῆρον. (A f. 259) Οἱ μὴ θελήσαντες ἐπ' αὐτοὺς βασι λεῦσαι τὸν ἄνθρωπον τὸν εὐγενῆ, κατεσφάγησαν ἔμπροσθεν αὐτοῦ. Τοῦτο πεπόνθασιν οἱ ἐξ αἵματος Ἰσραήλ· ἀρνησάμενοι γὰρ τὴν Χριστοῦ βασιλείαν, ταῖς ἐσχάταις περιπεπτώκασι συμφοραῖς, καὶ κακοὶ κακῶς ἀπολώλασιν. 9Καὶ ἤγαγον αὐτὸν πρὸς τὸν Ἰησοῦν.9 (B f. 178 b, E f.148) Ἄγεται ὁ πῶλος, δύο μαθη τῶν ἀπεσταλμένων παρὰ Χριστοῦ· ὑπηρετοῦσι γὰρ πρὸς τοῦτο αὐτῷ δύο τάγματα, προφῆται καὶ ἀπό στολοι δι' ὦν σαγηνεύεται εἰς πίστιν τὰ ἔθνη, ὧν ἐστι τύπος ὁ πῶλος· ἄγεται δὲ ἀπό τινος κώμης, ἵνα καὶ διὰ τούτων τὴν ἄδικον τῶν ἐθνῶν καταδείξῃ φρένα, οὐκ ἐννόμως, ἀλλ' ἀγρίως καὶ ἀτημελῶς ζησάντων. Πλὴν μετέστη ἐπὶ τὸ ἥμερον· γέγονε γὰρ ὑπὸ Χριστῷ τῷ πάντα διδάσκοντι. Ἕτερος δὲ εὐαγ γελιστὴς, καὶ παῖδας ἔφη βαΐα φοινίκων ἀνατείνον τας προτρέχειν αὐτοῦ, καὶ ὁμοῦ τοῖς μαθηταῖς δοξολογεῖν· ἵνα καὶ δι' αὐτῶν τὸν νέον καὶ ἐξ ἐθνῶν λαὸν, ὥσπερ ἐν πίνακι γεγραμμένον ἴδωμεν· γέγρα πται γάρ· "Καὶ λαὸς ὁ κτιζόμενος αἰνέσει τὸν Κύ ριον."(I f. 106 b) Τὸν τῆς κολάσεως δηλονότι, τὸν ἐξώτερον σκότον, τὸν ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ· οὖτος τῶν ἀφιλοικτιρμόνων ὁ κλῆρος. 72.877 9Πορευομένου δὲ αὐτοῦ, κ.τ.λ.9 (A f. 260) Ἀνῄει μὲν εἰς Ἱεροσόλυμα Χριστὸς, τὸν ὑπὲρ τῆς ἁπάντων σωτηρίας καὶ ζωῆς ἀνατλῆναι σταυρόν· ἐπεκάθισέ τε τῷ πώλῳ· προσυπήντων δὲ τῶν Ἰουδαίων οἱ δῆμοι, καὶ παῖδες ἄνηβοι σὺν αὐ τοῖς, καὶ πολλαῖς αὐτὸν εὐφημίαις καὶ κρότοις ἠπεί γοντο στεφανοῦν· οἱ μὲν γὰρ ἐστρώννυον ἐν τῇ ὀδῷ τὰ ἱμάτια ἑαυτῶν, οἱ δὲ βραχεῖαν ἔτι κομιδῇ τὴν ἡλι κίαν ἔχοντες, τὰ κάλυντρα τῶν φοινίκων ἀνατεί νοντες ὑψοῦ, ᾠδὴν ἐποιοῦντο Χριστὸν, λέγοντες· Εἰ ρήνη ἐν οὐρανῷ· οὐκέτι τοῦ Θεοῦ ἡμῖν ἐκπεπολεμω μένου, ἀλλ' ἐν τῇ χώρᾳ ἡμῶν τῶν ἐχθρῶν αὐτοῦ περιπατοῦντος, καὶ διὰ τοῦτο ὑπὸ τῶν ἀγγέλων δο ξαζομένου· ὁ γὰρ ἄνω βασιλεὺς κατέβη κάτω, καὶ μίαν ὑπακοὴν πεποίηκεν. 9Καί τινες τῶν Φαρισαίων ἀπὸ τοῦ ὄχλου εἶπον, κ.τ.λ.9 (A f. 260 b) Ἀλλ' οὐκ ἐδόκει συμφέρεσθαι ταῖς τοῦ πλήθους σπουδαῖς τοῖς καθηγεῖσθαι λαχοῦσιν· ὑπέτριζον γὰρ τοὺς ὀδόντας αὐτῶν, καὶ πρὸς τὴν τῶν παίδων ταύτην φωνὴν ἠγανάκτουν οἱ βάσκανοι Φαρισαῖοι, ἐπειδὴ ὁρώμενος ἄνθρωπος τὴν