142
ἰέναι διὰ τόδε ἐξ ἀνάγκης ἔμφυτον γέγονε. ∆ιὰ τὸ ποῖον δή; 11.32.6 Τὸ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχειν ἀεὶ καὶ ταὐτὸν εἶναι τοῖς πάντων θειοτάτοις προσήκει μόνοις, σώματος δὲ φύσις οὐ ταύτης τῆς τάξεως. ὃν δὲ οὐρανὸν καὶ κόσμον ἐπωνομάκαμεν, πολλῶν μὲν καὶ μακαρίων παρὰ τοῦ γεννήσαντος μετείληφεν, ἀτὰρ οὖν δὴ κεκοινώνηκέ γε καὶ σώματος· ὅθεν αὐτῷ μεταβολῆς ἀμοίρῳ γίγνεσθαι διὰ παντὸς ἀδύνατον, κατὰ δύναμίν γε μὴν ὅτι μάλιστα ἐν τῷ αὐτῷ κατὰ τὰ αὐτὰ μίαν φορὰν κινεῖται, διότι τὴν ἀνακύκλησιν εἴληχεν, 11.32.7 ὅτι σμικροτάτην τῆς ἑαυτοῦ κινήσεως παράλλαξιν. αὐτὸ δὲ ἑαυτὸ στρέφειν ἀεὶ σχεδὸν οὐδενὶ δυνατὸν πλὴν τῷ τῶν κινουμένων αὖ πάντων ἡγουμένῳ. κινεῖν δὲ τούτῳ τι τοτὲ μὲν ἄλλως, αὖθις δ' ἐναντίως οὐ θέμις. ἐκ πάντων δὴ τούτων τὸν κόσμον μήτε αὐτὸν χρὴ φάναι στρέφειν ἑαυτὸν ἀεὶ μηθ' ὅλον ὑπὸ θεοῦ στρέφεσθαι διττὰς καὶ ἐναντίας περιαγωγὰς μήτ' αὖ τινε δύο θεὼ φρονοῦντε ἑαυτοῖς ἐναντία στρέφειν αὐτόν, ἀλλ' ὅπερ ἄρτι ἐρρήθη καὶ μόνον λοιπόν, τοτὲ μὲν ὑπ' ἄλλης ξυμποδηγεῖσθαι θείας αἰτίας, τὸ ζῆν πάλιν ἐπικτώμενον καὶ λαμβάνοντα ἀθανασίαν ἐπισκευαστὴν παρὰ τοῦ δημιουργοῦ, τοτὲ δ' ὅταν ἀνεθῇ, δι' ἑαυτοῦ αὐτὸν ἰέναι κατὰ καιρὸν ἀφεθέντα τοιοῦτον, ὥστε ἀνάπαλιν πορεύεσθαι πολλὰς περιόδων μυριάδας διὰ τὸ μέγιστον ὂν καὶ ἰσορροπώτατον ἐπὶ σμικροτάτου βαῖνον ποδὸς ἰέναι. 11.32.8 Φαίνεται γοῦν δὴ καὶ μάλα εἰκότως εἰρῆσθαι πάντα ὅσα διελήλυθας. Λογισάμενοι δὴ ξυννοήσωμεν τὸ πάθος ἐκ τῶν νῦν λεχθέντων, ὃ πάντων ἔφαμεν εἶναι τῶν θαυμαστῶν αἴτιον. ἔστι γὰρ οὖν δὴ τοῦτ' αὐτό. 11.32.9 Τὸ ποῖον; Τὸ τὴν τοῦ παντὸς φορὰν τοτὲ μὲν ἐφ' ἃ νῦν κυκλεῖται φέρεσθαι, τοτὲ δ' ἐπὶ τἀναντία. Πῶς δή; Ταύτην τὴν μεταβολὴν ἡγεῖσθαι δεῖ τῶν περὶ τὸν οὐρανὸν γιγνομένων τροπῶν πασῶν εἶναι μεγίστην καὶ τελεωτάτην τροπήν. 11.32.10 Ἔοικε γοῦν. Μεγίστας τοίνυν μεταβολὰς χρὴ νομίζειν γίγνεσθαι τότε τοῖς ἐντὸς ἡμῖν οἰκοῦσιν αὐτοῦ. Καὶ τοῦτ' εἰκός. Μεταβολὰς δέ γε μεγάλας καὶ πολλὰς καὶ παντοίας ξυμφερομένας ἆρ' οὐκ ἴσμεν τὴν τῶν ζῴων φύσιν ὅτι χαλεπῶς ἀνέχεται; 11.32.11 Πῶς δ' οὔ; Φθοραὶ τοίνυν ἐξ ἀνάγκης τότε μέγισται ξυμβαίνουσι τῶν τε ἄλλων ζῴων, καὶ δὴ καὶ τῶν ἀνθρώπων γένος ὀλίγον τι περιλείπεται. περὶ δὲ τούτους ἄλλα τε παθήματα πολλά, θαυμαστὰ καὶ καινά, ξυμπίπτει, μέγιστον δὲ τόδε καὶ ξυνεπόμενον τῇ τοῦ παντὸς ἀνελίξει τότε, ὅταν ἡ τῆς νῦν καθεστηκυίας ἐναντία γίγνηται τροπή.» Τούτοις ἅπασιν ὑποβὰς ἑξῆς περὶ τῆς τῶν τετελευτηκότων ἀναβιώσεως, ὁμοίως ταῖς Ἑβραίων δόξαις κινούμενος, ταῦτ' ἐπιλέγει·
11.33.1 λδʹ. ΠΕΡΙ ΤΗΣ ΤΩΝ ΤΕΤΕΛΕΥΤΗΚΟΤΩΝ ΑΝΑΒΙΩΣΕΩΣ· ΑΠΟ ΤΟΥ ΑΥΤΟΥ
«Γένεσις δὲ τίς τότ' ἦν, ὦ ξένε, ζῴων, καὶ τίνα τρόπον ἐξ ἀλλήλων ἐγεννῶντο; 11.33.2 ∆ῆλον, ὦ Σώκρατες, ὅτι τὸ μὲν ἐξ ἀλλήλων οὐκ ἦν ἐν τῇ τότε φύσει γεννώμενον, τὸ δὲ γηγενὲς εἶναί ποτε γένος λεχθὲν τοῦτ' ἦν τὸ κατ' ἐκεῖνον τὸν χρόνον ἐκ γῆς πάλιν ἀναστρεφόμενον, ἀπεμνημονεύετο δὲ ὑπὸ τῶν ἡμετέρων προγόνων τῶν πρώτων, οἳ τελευτώσῃ μὲν τῇ προτέρᾳ περιφορᾷ τὸν ἑξῆς χρόνον ἐγειτόνουν, τῆσδε δὲ κατ' ἀρχὰς ἐφύοντο· τούτων γὰρ οὗτοι κήρυκες 11.33.3 ἐγένονθ' ἡμῖν τῶν λόγων, οἳ νῦν ὑπὸ πολλῶν οὐκ ὀρθῶς ἀπιστοῦνται. τὸ γὰρ ἐντεῦθεν, οἶμαι, χρὴ ξυννοεῖν. ἐχόμενον γάρ ἐστι τῷ τοὺς πρεσβύτας ἐπὶ τὴν τοῦ παιδὸς ἰέναι φύσιν ἐκ τῶν τετελευτηκότων αὖ, κειμένων δ' ἐν γῇ πάλιν ἐκεῖ ξυνισταμένους καὶ ἀναβιωσκομένους ἕπεσθαι τῇ τροπῇ, ξυνανακυκλουμένης εἰς τἀναντία τῆς γενέσεως, καὶ γηγενεῖς δὴ κατὰ τοῦτον τὸν τρόπον ἐξ ἀνάγκης φυομένους οὕτως ἔχειν τοὔνομα καὶ τὸν λόγον, ὅσους