142
ἁμαρτημάτων, χαλεπωτέραν ἐκεῖ ποιεῖ τὴν τιμωρίαν· οὕτω τὸ πολλῆς ἀνέσεως ἀπολαύειν ἁμαρτάνοντας καὶ εὐπορίας, ἐφόδιον τοῖς ἁμαρτάνουσι καὶ ὑπόθεσις κολάσεως μείζονος γίνεται. Εἰ ὁ μωρὸν λέγων τὸν ἀδελφὸν αὐτοῦ, τῆς ἐσχάτης κολάσεώς ἐστιν ἄξιος· ὁ κακοῦργον, καὶ βάσκανον, καὶ μυρία ἄλλα τοιαῦτα κατηγορῶν, πόσον ἑαυτῷ τὸ τῆς γεέννης συνάξει πῦρ; τὸ γὰρ, Μωρὲ, τῶν εἰρημένων πολλῷ κουφότερον εἰς ὕβρεως λόγον ἐστί. ∆ιόπερ ἐκεῖνα παρεὶς, τοῦτο ἔθηκεν ὁ Χριστὸς, ἵνα μάθῃς, ὅτι εἰ τὸ 63.749 φορητότερον λεχθὲν τὴν γέενναν ἐπισπᾶται κατὰ τοῦ λέγοντος, πολλῷ μᾶλλον τὰ βαρύτατα καὶ ἀφορητότερα τοῦτο ἐργάσεται. Εἰ δέ τινες ὑπερβολὴν τοῦ λόγου καταγινώσκοντες, ὑπὲρ τοῦ φοβῆσαι μόνον ταύτην εἰρῆσθαι τὴν ἀπειλὴν νομίζουσιν, ὥρα αὐτοὺς καὶ τοὺς μοιχοὺς καὶ εἰδωλολάτρας τῆς εἰρημένης ἀπαλλάττειν κολάσεως. Εἰ γὰρ φόβου ἕνεκεν τοῖς λοιδόροις ἠπείλησε, δῆλον ὅτι κἀκείνοις· ὁμοῦ γὰρ ἅπαντας συναγαγὼν, οὕτως ἐπήγαγε τῆς βασιλείας τὴν ἔκπτωσιν. Τί οὖν, φησὶν, ὁ λοίδορος μετὰ τοῦ μοιχοῦ καὶ μαλακοῦ κείσεται; Εἰ μὲν τὴν αὐτὴν αὐτοῖς δώσει δίκην, ἑτέρου τοῦτο ζητῆσαι καιροῦ· ὅτι δὲ τῆς βασιλείας ὁμοίως ἐκπεσεῖται ἐκεῖνος, τῷ Παύλῳ πείθομαι λέγοντι, μᾶλλον δὲ τῷ ἐνεργοῦντι ἐν αὐτῷ Χριστῷ, ὅτι οὔτε οὗτοι, οὔτε ἐκεῖνοι βασιλείαν Θεοῦ κληρονομήσουσιν. Εἴ τινος ἡμῶν πρᾶγμα κρυπτὸν εἰς μέσον ἠνέχθη τήμερον ἐπὶ τῆς ἐκκλησίας μόνης, οὐκ ἂν ἀπώλετο καὶ τὴν γῆν εὔξατο αὐτῷ διαστῆναι μᾶλλον ἂν, ἢ τοσούτους μάρτυρας κακίας ἔχειν; Τί οὖν τότε πεισόμεθα, ὅταν ἐπὶ τῆς οἰκουμένης εἰς μέσον ἅπαντα φέρηται ἐν οὕτω θεάτρῳ λαμπρῷ καὶ περιφανεῖ, καὶ τῶν γνωρίμων καὶ τῶν ἀγνώστων ἡμῖν ἅπαντα κατοπτευόντων; τίνος ἐσόμεθα, ὅταν δεθέντες εἰς τὸ ἐξώτερον ἀπαγώμεθα σκότος; μᾶλλον δὲ τί ποιήσομεν (ὃ πάντων ἐστὶ φοβερώτερον) ὅταν τῷ Θεῷ προσκρούσωμεν; Εἰ γάρ τις αἴσθησιν ἔχει καὶ νοῦν, ἤδη καὶ τὴν γέενναν ὑπέμεινεν, ὅταν ἐξ ὄψεως γένηται τοῦ Θεοῦ. Καὶ γὰρ ἐχρῆν, οὐχ ὅταν κολαζώμεθα, ἀλγεῖν, ἀλλ' ὅταν ἁμαρτάνωμεν· τὸ γὰρ προσκροῦσαι τῷ Θεῷ τοῦ κολασθῆναι χαλεπώτερον. Νῦν δ' οὕτως ἀθλίως διακείμεθα, ὡς, εἰ μὴ γεέννης φόβος ἦν, μηδὲ ἂν ἑλέσθαι ταχέως ποιῆσαί τι καλόν. ∆ιόπερ εἰ καὶ μηδενὸς ἕνεκεν ἑτέρου, τούτου γε ἕνεκεν γεέννης ἂν εἴημεν ἄξιοι, τὴν γέενναν μᾶλλον τοῦ Θεοῦ φοβούμενοι. Οἱ γὰρ πολλὰ πταίοντες καὶ μὴ κολαζόμενοι, φοβεῖσθαι καὶ δεδοικέναι ὀφείλουσιν· αὔξεται γὰρ αὐτοῖς τὰ τῆς τιμωρίας, διὰ τῆς ἀτιμωρησίας καὶ τῆς μακροθυμίας τοῦ Θεοῦ. Ὅταν οὖν ἴδῃς ἀδίκως πλουτοῦντα καὶ εὐημεροῦντά τινα, μὴ μακαρίσῃς, ἀλλὰ δάκρυσον τὸν τοιοῦτον· καὶ γὰρ προσθήκη κολάσεως ὁ πλοῦτος οὗτος αὐτῷ. Ὥσπερ γὰρ οἱ πολλὰ ἁμαρτόντες, καὶ μὴ βουλόμενοι μετανοεῖν, θησαυρίζουσιν ἑαυτοῖς θησαυρὸν ὀργῆς· οὕτως οἱ μετὰ τοῦ μηδὲ κολάζεσθαι καὶ εὐπραγίας ἀπολαύοντες, μείζονα ὑποστήσονται τὴν τιμωρίαν. Οὐ γὰρ πάντων τῶν ἁμαρτημάτων αἱ αὐταὶ κολάσεις, ἀλλὰ πολλαὶ καὶ διάφοροι, καὶ ἀπὸ χρόνων, καὶ ἀπὸ προσώπων καὶ ἀπὸ ἀξιωμάτων, καὶ ἀπὸ συνέσεως. Καὶ γὰρ ἐὰν ὦσι πονηροὶ δύο, οὐ τῶν αὐτῶν ἐνταῦθα ἀπολαύσαντες, ἀλλ' ὁ μὲν ἐν πλούτῳ, ὁ δὲ ἐν πενίᾳ, οὐχ ὁμοίως ἐκεῖ τιμωρηθήσονται, ἀλλ' ὁ εὐπορώτερος χαλεπώτερα. ∆ιὰ γὰρ τοῦτο οὐδὲ πάντας ἐνταῦθα ἀπαιτεῖ δίκην ὁ Θεὸς, ἵνα μὴ ἀπογνῷς τὴν ἀνάστασιν, καὶ ἀπελπίσῃς τὴν κρίσιν, ὡς πάντων ἐνταῦθα διδόντων λόγων· οὔτε πάντας ἀφίησιν ἀτιμωρητὶ ἀπελθεῖν, ἵνα μὴ πάλιν ἀπρονόητα εἶναι τὰ πάντων νομίσῃς. Ἆρά γε οὐχὶ τὰ ὅμοια τοῖς πρὶν δι' ἁμαρτήματα τιμωρηθεῖσι πράττουσι καὶ νῦν πολλοί; Καὶ πάνυ· ὅταν γὰρ μὴ σαρκικὸν, ἀλλὰ πνευματικὸν ἀνέλῃς ἀδελφὸν, ὡς ὁ Κάϊν, οὐ ταὐτὰ εἰργάσω; Τί γὰρ, εἰ καὶ μὴ ξίφει, ἀλλ' ἑτέρῳ τρόπῳ; οὐδεὶς οὖν ἐφθόνησε νῦν τῷ αὐτοῦ ἀδελφῷ; οὐδεὶς περιέβαλε 63.750 κινδύνοις; Ἀλλ' ἐνταῦθα οὐκ ἔδοσαν δίκην. Ἀλλὰ δώσουσιν. Εἰ γὰρ ὁ μήτε νόμων ἀκούσας γραπτῶν μήτε προφητῶν, μήτε σημεῖα θεασάμενος μεγάλα, τοσαύτην δίδωσι τιμωρίαν, ὁ ὑστέρως ταὐτὰ δεδρακὼς, καὶ μηδὲ τοσούτοις παραδείγμασι σωφρονιζόμενος, ἀτιμώρητος ἔσται; καὶ ποῦ τοῦ Θεοῦ τὸ δίκαιον;