Θεῷ πρέ πουσαν ὑμνολογίαν ἐδέχετο· καὶ δὴ καὶ προσῄεσαν οἱ θρασεῖς, μονονουχὶ διαμαρτυρόμενοί τε καὶ λέγον τες· "Οὐκ ἀκούεις τί οὗτοι λέγουσι;" ἀντὶ τοῦ, Ἄνθρωπος ὢν ἀνέχῃ δοξολογούμενος καὶ ὡς Θεὸς ὑμνούμενος, καὶ τὰς Θεῷ πρεπούσας εὐφημίας δέχῃ παρὰ τῶν παίδων; Καὶ τί πρὸς ταῦτα Χριστός; Ἠγα νάκτησεν ἆρα κατὰ τῶν παίδων; ἀπεσείσατο τὴν δο ξολογίαν; ἐπετίμησε τοῖς εὐφημοῦσιν αὐτὸν ὡς Θεόν; Οὐδαμῶς· ἔφη γὰρ μᾶλλον πρὸς τοὺς φιλεγκλήμονας, ἐπιστομίζων αὐτοὺς, ὅτι "Ἐὰν οὗτοι σιωπήσωσιν, οἱ λίθοι κεκράξονται." Ὁρᾷς, ὅπως προσμεμαρτύρη κεν ἑαυτῷ τὴν τῆς θεότητος δόξαν, ὁ ἐποχούμενος τῷ πώλῳ καὶ κατὰ σάρκα υἱὸς ∆αβίδ; Ἀλλ' οὐκ ἦν δό ξης ἀλλοτρίας κοινωνὸς, ὡς οἱ χριστομάχοι φασὶν, ἀλλ' οὐδὲ ὕστερος παρὰ τὸν ἐκ Θεοῦ Πατρὸς Λόγον ὡς Υἱὸς κατὰ μόνας· διὰ τοῦτο καὶ Θεὸς, καὶ Κύριος, καὶ Ὕψιστος ὀνομάζεται. 9Καὶ ὡς ἤγγισεν, ἰδὼν τὴν πόλιν, ἔκλαυσεν ἐπ' αὐτῇ, λέγων, κ.τ.λ.9 (A f. 260 b) Ἔφη που διὰ φωνῆς Ἱερεμίου ὁ τῶν ὅλων Θεὸς περὶ τῶν Ἰουδαίων· "Ἀργύριον ἀποδεδοκιμασμένον καλέσατε αὐτοὺς, ὅτι ἀπεδοκίμασεν αὐτοὺς ὁ Κύριος." Καὶ πάλιν· "Ἄκουε, γῆ, ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ τὸν λαὸν τοῦτον κακὰ, τὸν καρπὸν ἀποστροφῆς αὐτῶν, ὅτι τῷ λόγῳ μου οὐ προσέσχον, καὶ τὸν νόμον μου ἀπώσαντο." Καρποὶ τοίνυν γεγό νασι τῆς αὐτῶν ἀποστροφῆς, τὰ συμβεβηκότα αὐτοῖς σκυθρωπὰ δηλονότι· πλὴν καὶ οὕτως ἔχοντας γνώ μης, κατηλέει Χριστὸς, "Ὃς πάντας ἀνθρώπους θέ 72.880 λει σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν." Καὶ γοῦν, ἰδὼν, φησὶ, τὴν πόλιν, ἔκλαυσεν, ἵνα διὰ τούτου μάθωμεν ὅτι λελύπηται· εἴπερ ὅλως χρή τι τοιοῦτον εἰπεῖν περὶ τοῦ πάντων ἐπέκεινα Θεοῦ. Ἀλλ' οὐκ ἂν ἔγνωμεν ἡμεῖς ὅτι κακοὺς ὄντας ἠλέει, εἰ μὴ διὰ πράγματος ἀνθρωπίνου κατέστησεν ἐναρ γὲς, ὅπερ οὐκ ἦν ἰδεῖν πεπονθότα· δάκρυον γὰρ κατ ενεχθὲν, λύπης ἐστὶ σημεῖον. Οὕτω δεδάκρυκε καὶ ἐπὶ Λαζάρῳ, ἵνα συνῶμεν ὅτι λελύπηκεν αὐτὸν ἡ ἀνθρώπου φύσις πεσοῦσα πρὸς θάνατον· "Ἔκτισε γὰρ αὐτὸς ἐπὶ ἀφθαρσίᾳ τὰ πάντα· φθόνῳ δὲ διαβό λου, θάνατος εἰσῆλθεν εἰς τὸν κόσμον." Ἀλλ' οὐ γέ γονε κρείττων τῶν τοῦ κτίσαντος θελημάτων ὁ τοῦ διαβόλου φθόνος· ἦν δὲ ἀναγκαῖον τῇ παραβάσει τῆς ἐντολῆς ἀκολουθῆσαι δίκην καταφέρουσαν εἰς φθορὰν τὸν ἀτιμάσαντα νόμους ζωῆς. Οὕτω τοιγαροῦν δακρύ σαι φαμὲν αὐτὸν καὶ ἐπί γε τῇ Ἱερουσαλήμ· ἤθελε γὰρ, ὡς ἔφην, εὐδοκιμοῦσαν ὁρᾷν, διὰ τοῦ τὴν πρὸς αὐτὸν προσήκασθαι πίστιν, καὶ τὴν πρὸς Θεὸν εἰρή νην ἀσπάσασθαι. Αἰτιᾶται τοίνυν ἐπ' αὐτῷ δὴ τούτῳ Χριστὸς, καί φησιν· "Εἰ ἔγνως τὰ πρὸς εἰρήνην σου καὶ σύ·" τουτέστι, Τὰ χρήσιμά σοι καὶ ἀναγκαῖα πρὸς τὸ εἰρηνεῦσαι πρὸς Θεόν. Ταῦτα δὲ ἦν, ἡ πίστις, ἡ ὑπακοὴ, τὸ ἀπέχεσθαι τῶν τύπων καὶ τῆς ἐν νόμῳ λατρείας· ἀνθελέσθαι δὲ μᾶλλον τὴν ἐν πνεύματι καὶ ἀληθείᾳ, δῆλον δὲ ὅτι τὴν διὰ Χριστοῦ. 9Νῦν δὲ ἐκρύβη ἀπὸ ὀφθαλμῶν σου.9 (A f. 260 b) Οὐ γὰρ ἦσαν ἄξιοι τοῦ εἰδέναι, ἤγουν συνιέναι, τὰς θεοπνεύστους Γραφὰς, αἳ τὸ Χριστοῦ λαλοῦσι μυστήριον· "Ἄχρι γὰρ σήμερον τὸ αὐτὸ κάλυμμα ἐπὶ τῇ ἀναγνώσει τῆς Παλαιᾶς ∆ιαθήκης μένει· ἡνίκα γὰρ ἀναγινώσκεται Μωϋσῆς, κάλυμμα ἐπὶ τὴν καρδίαν αὐτῶν κεῖται μὴ ἀνακαλυπτόμενον." ὅτι ἐν Χριστῷ καταργεῖται· αὐτὸς γὰρ ὢν ἡ ἀλή θεια, παύει τὴν σκιάν· ἐπειδὴ δὲ τοῖς τοῦ νόμου τύ ποις οὐ προσεσχήκασιν, οὐ τεθέανται τὴν ἀλήθειαν· ἀναξίους ἀπέφηναν ἑαυτοὺς τῆς ἐν Χριστῷ σωτη ρίας οἱ ἐξ Ἰσραήλ. Ταύτῃ τοι καὶ ὁσίᾳ ψήφῳ Θεοῦ κατεκρύπτοντο· κέκρυπται τοίνυν ἀπὸ τῆς Ἱερουσα λὴμ τὰ τῆς πρὸς Θεὸν εἰρήνης ἐμποιητικὰ, ὧν ἔν ἐστι καὶ πρῶτον ἡ πίστις, δικαιοῦσα τὸν ἀσεβῆ καὶ συνάπτουσα δι' ἁγιασμοῦ καὶ δικαιοσύνης τῷ παν άγνῳ Θεῷ τοὺς ἔχοντας αὐτήν. 9Ἀνθ' ὧν οὐκ ἔγνως καιρὸν τῆς ἐπισκοπῆς σου.9 (A f. 261) Ποίας ἐπισκοπῆς; Τῆς διά γε, φημὶ, τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ· καὶ φανερὰ ἡ ἔκβασις. Καὶ γὰρ οἱ πιστεύσαντες, τῆς ἁλώσεως ὑπέρτεροι γεγόνασι, γνόντες τὸν ἐλθόντα αὐτοὺς