ἐπι σκέψασθαι καὶ σῶσαι, καὶ ἀπὸ τῶν Ῥωμαίων εἰρή νην σχόντες· ὥστε εἰ καὶ πᾶσα ἡ πόλις ἔγνω τὰ πρὸς εἰρήνην αὐτῇ συντελοῦντα, οὐδεὶς ἂν ἑάλω. 9Εἰσελθὼν εἰς τὸ ἱερὸν ἤρξατο ἐκβάλλειν τοὺς πωλοῦντας ἐν αὐτῷ καὶ ἀγοράζοντας.9 (A f. 261 α β) Ἦν μὲν ἐν τῷ ἱερῷ πληθὺς, ἀργυρ αμοιβοὶ, καὶ οἱ τὰ θυόμενα κατὰ νόμον ζῶα πω 72.881 λοῦντες. Ἀλλ' ἦν ἤδη καιρὸς τοῦ καταλῆξαι τὴν σκιὰν, ἀναλάμψαι δὲ τὴν ἐν Χριστῷ ἀλήθειαν. ∆ιὰ τοῦτο Χριστὸς, ἅτε δὴ μετὰ τοῦ ἰδίου Πατρὸς ἐν τῷ παρ' αὐτοῖς νεῷ τιμώμενος, συστέλλεσθαι τὰ ἐν νόμῳ προστέταχεν, οἶκον δὲ προσευχῆς ἀναδείκνυσθαι τὸν ναόν. Τὸ γὰρ ἐπιπλήττειν καὶ ἀποσοβεῖν τῶν ἱερῶν περιβόλων τοὺς τὰ εἰς θυσίαν χρήσιμα διαπι πράσκοντας, τοῦτο πάντως ἐστὶ, καὶ ἕτερον οὐδέν. (A f. 261 b, B f. 180 b) Ὁ μὲν τῶν ὅλων Σωτὴρ καὶ Κύριος χρησίμως τοῦτο ποιεῖ, ἐμφανῆ καθιστὰς τοῖς Ἰουδαίοις τὴν ἑαυτοῦ δόξαν, ἵνα πιστεύσωσιν, ὅτι Υἱός ἐστι τοῦ Θεοῦ· ὡς γὰρ ἐξουσίαν ἔχων τοῦ ναοῦ, ἐπεμελεῖτο αὐτοῦ· καὶ δὴ καὶ ὠνόμαζε Πατέρα ἴδιον τὸν Θεόν· ὡς γὰρ ἄλλος φησὶν εὐαγγελιστὴς, τοῖς ἐμπόροις ἔφη· "Μὴ ποιεῖτε τὸν οἶκον τοῦ Πα τρός μου οἶκον ἐμπορίου." Καὶ πάλιν· "Γέγραπται· Ὁ οἶκός μου, οἶκος προσευχῆς κληθήσεται· ὑμεῖς δὲ αὐτὸν ποιεῖτε σπήλαιον λῃστῶν." ∆ιὰ δὲ τοῦ ἐκ βάλλειν τὰ πρὸς τὴν θυσίαν ἐπιτήδεια ζῶα, δείκνυσιν ὅτι καιρὸς λοιπὸν παύσασθαι τὴν νομικὴν λατρείαν, καὶ τὴν σκιὰν καταλῆξαι τῇ τῆς ἀληθείας παρουσίᾳ. Τὸ δὲ καὶ φραγέλλιον ἐκ σχοινίων ποιῆσαι, καὶ ἀπει λῆσαι πληγὰς ἐπανατείνειν αὐτοῖς, δηλοῖ ὅτι οἱ τὴν νομικὴν τιμῶντες λατρείαν, μετὰ τὴν τῆς ἀληθείας ἀνάδειξιν, ἅτε πνεῦμα δουλείας ἔχοντες, καὶ τὸ ἐλευ θεροῦσθαι παραιτούμενοι, ὑπὸ μάστιγας ἔσονται δου λοπρεπεῖς. Ὅρα τὴν καταφρόνησιν αὐτῶν· ἐν τῷ ναῷ γὰρ ἐκαπήλευον, καὶ οἱ μὲν ἐπώλουν τὰ πρὸς θυσίαν ἐπιτήδεια τοῖς χρῄζουσι, πρόβατα λέγω, καὶ βόας, καὶ περιστερὰς, ὡς ὁ Ἰωάννης ἐδήλωσε, καὶ εἴ τι τοιοῦτον· οἱ δὲ ἠγόραζον. Κολλυβισταὶ δέ εἰσιν οἱ τραπεζῖται· κόλλυβος γὰρ ὁ ὀβολὸς, καὶ κολ λυβίζω λέγεται τὸ καταλλάσσω (ὡς ἡ συνήθεια κατ αλλάσσει τὰ ὀνόματα) [βαεξ συντ ιν μαργ. Cod. β]. Εἰσῆλθεν οὖν ὁ Χριστὸς εἰς τὸ ἱερὸν μετὰ παῤῥησίας ὡς ∆εσπότης, καὶ τὴν ἐκβολὴν τῶν ῥηθέντων ἐποιή σατο, τήν τε κατὰ πάντων ἐξουσίαν ὡς Θεὸς, ἣν εἶχε, παραγυμνῶν, καὶ τῇ ἀναμαρτησίᾳ τεθαῤῥηκὼς, καὶ τοῦτο δὲ προδηλῶν τὴν ἐκβολὴν τῶν δι' αἵματος θυ σιῶν, ἅμα δὲ καὶ παιδεύων ἡμᾶς ὑπὲρ τῆς Ἐκκλη σίας παῤῥησιάζεσθαι.(A f. 261 b) Ἔδει δὴ οὖν προσκυνῆσαι μᾶλλον αὐτῷ ὡς Θεῷ· οἱ δὲ τοῦτο μὲν οὐ πεπράχασιν· ἐζήτουν δὲ αὐτὸν ἀπολέσαι, ἀλλ' οὐχ εὕρισκον· ὁ γὰρ λαὸς ἐξεκρέματο αὐτοῦ ἀκούων, φορτικωτέραν τοῖς Γραμματεῦσι καὶ Φαρισαίοις καὶ ἅπασι τοῖς ἡγουμένοις τῶν Ἰουδαίων ἀποφαίνων τὴν κόλασιν, μήτε προσιεμένοις τὴν πίστιν, ἀλλὰ καὶ τοῖς ἑτέροις ἐπισκήπτουσιν.
ΚΕΦΑΛ. Κʹ.
Ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς,9 (A f. 261 b, E f.148 b, δ φ. 65 b) Ὁ νόμος, φη 72.884 σὶν, ὁ διὰ Μωϋσέως μόνους ἐκέλευσε τῶν ἱερῶν ἅπτε σθαι σπουδασμάτων, τοὺς ἐξ αἵματος Λευΐ· αὐτοὶ διατάττουσι τὰ ἐν τῷ θείῳ ναῷ, αὐτοῖς δέδοται τὸ μυσταγωγεῖν, καὶ ἡ τῶν ἱερῶν περιβόλων ἐξουσία. Σὺ δὲ πῶς ἐξ ἑτέρας ὑπάρχων φυλῆς, (γέγονας γὰρ ἐξ Ἰούδα.) τὰς ἡμῖν ἐκνεμηθείσας ἁρπάζεις τιμάς, (A f. 262) Τίς σοι δέδωκε τὴν ἐξουσίαν ταύτην; Ἀλλ' εἰ τὰς θεοπνεύστους ᾔδεις Γραφὰς, ὦ ἀσύνετE. f. αρισαῖε, ἐμνήσθης ἂν λέγοντος τοῦ μακαρίου προ φήτου ∆αβὶδ πρὸς τὸν τῶν ὅλων Σωτῆρα Χριστόν· "Ὤμοσε Κύριος, καὶ οὐ μεταμεληθήσεται. Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν τοῦ