1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

144

ψυχῆς ἱστορεῖ·

11.36.1 λζʹ. ΠΛΟΥΤΑΡΧΟΥ ΠΕΡΙ ΤΟΥ ΟΜΟΙΟΥ «Ἀντύλλῳ δὲ τούτῳ καὶ αὐτοὶ παρῆμεν· ἀλλὰ Σωσιτέλει καὶ Ἡρακλέωνι διηγησώμεθα. νοσῶν γὰρ ἔναγχος ἀβιώτως ἔχειν ἐδόκει τοῖς ἰατροῖς· ἀνενεχθεὶς δὲ μικρὸν ἔκ τινος οὐ βιαίου καταφορᾶς, ἄλλο μὲν οὐδὲν οὔτ' ἔπραξεν οὔτ' εἶπε παρακινητικόν, ἔλεγε δὲ τεθνάναι καὶ πάλιν ἀφεῖσθαι καὶ μὴ τεθνήξεσθαι τὸ παράπαν ὑπὸ τῆς ἀρρωστίας ἐκείνης, ἀλλὰ καὶ κακῶς ἀκηκοέναι τοὺς ἀγαγόντας αὐτὸν ὑπὸ τοῦ κυρίου· πεμφθέντας γὰρ ἐπὶ Νικανδᾶν αὐτὸν ἥκειν ἀντ' ἐκείνου κομίζοντας. ὁ δὲ Νικανδᾶς ἦν σκυτοτόμος, ἄλλως δὲ τῶν ἐν παλαίστρᾳ γεγονότων καὶ πολλοῖς συνήθης καὶ γνώριμος. ὅθεν οἱ νεανίσκοι προσιόντες ἔσκωπτον αὐτὸν ὡς ἀποδεδρακότα καὶ διεφθαρκότα τοὺς ἐκεῖθεν ὑπηρέτας. αὐτὸς μέντοι δῆλος ἦν εὐθὺς ὑποθραττόμενος καὶ δυσχε ραίνων· τέλος δὲ πυρετοῦ προσπεσόντος ἐξαίφνης ἀπέθανε τριταῖος. οὗτος δὲ ἀνεβίω, καὶ περίεστιν εὖ γε ποιῶν, ἡμῖν ξένων ἐπιεικέστατος.» 11.36.2 Ταῦτά μοι κείσθω διὰ τὸ καὶ ἐν ταῖς Ἑβραίων γραφαῖς νεκρῶν ἀναβιώσεις φέρεσθαι. ἐπεὶ δὲ καὶ γῆν τινα ἐν ἐπαγγελίαις μόνοις τοῖς θεοφιλέσι δοθήσεσθαι περιέχουσι, κατὰ τὸ φάσκον λόγιον· «Οἱ δὲ πραεῖς κληρονομήσουσι τὴν γῆν,» ταύτην δὲ ἐπουράνιον ὑπάρχειν διασαφεῖ ὁ φάσκων λόγος· «Ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστίν, ἥτις ἐστὶ μήτηρ ἡμῶν» ὅ τε προφήτης τὴν αὐτὴν δὴ ταύτην ἐκ πολυτελῶν καὶ τιμίων συνεστάναι λίθων ἐν τρόπῳ ἀλληγορίας αἰνίττεται λέγων· «Ἰδοὺ ἐγὼ ἑτοιμάζω σοι ἄνθρακα τὸν λίθον σου καὶ θήσω τὰς ἐπάλξεις σου ἴασπιν καὶ τοὺς θεμελίους σου σάπφειρον καὶ τὸν περίβολόν σου λίθους ἐκλεκτούς,» θέα ὡς καὶ ὁ Πλάτων αὐτὰ δὴ ταῦτα ἢ τὰ παραπλήσια πεπεῖσθαι εἶναι ἀληθῆ ἐν τῷ Περὶ ψυχῆς ὁμολογεῖ, Σωκράτει ἀνατιθεὶς τὸν λόγον ὧδέ πη·

11.37.1 ληʹ. ΩΣ ΚΑΙ ΤΑ ΠΕΡΙ ΤΗΣ ΛΕΓΟΜΕΝΗΣ ΕΠΟΥΡΑΝΙΟΥ ΓΗΣ Ο

ΠΛΑΤΩΝ ΟΜΟΙΩΣ ΕΒΡΑΙΟΙΣ ∆ΙΕΞΕΙΣΙΝ «Ἀλλὰ μέντοι, ὦ Σιμμία, οὐχὶ ἡ Γλαύκου τέχνη γέ μοι δοκεῖ εἶναι διηγήσασθαι ἅ γ' ἐστίν· ὡς μέντοι ἀληθῆ, χαλεπώτερόν μοι φαίνεται ἢ κατὰ τὴν Γλαύκου τέχνην. καὶ ἅμα μὲν ἐγὼ ἴσως οὐδ' ἂν οἷός τε εἴην, ἅμα δέ, καὶ εἰ ἠπιστάμην, ὁ βίος μοι δοκεῖ ὁ ἐμός, ὦ Σιμμία, τῷ μήκει οὐκ ἐξαρκεῖν. τὴν μέντοι ἰδέαν τῆς γῆς, οἵαν πέπεισμαι εἶναι, καὶ τοὺς τόπους αὐτῆς οὐδέν με κωλύει λέγειν. Ἀλλ', ἔφη ὁ Σιμμίας, καὶ ταῦτα ἀρκεῖ. 11.37.2 Πέπεισμαι τοίνυν, ἦ δ' ὅς, ἐγὼ πρῶτον μέν, εἰ ἔστιν ἐν μέσῳ τῷ οὐρανῷ περιφερὴς οὖσα, μηδὲν αὐτῇ δεῖν μήτε ἀέρος πρὸς τὸ μὴ πεσεῖν μήτε ἄλλης ἀνάγκης μηδεμιᾶς τοιαύτης, ἀλλ' ἱκανὴν ἴσχειν αὐτὴν εἶναι τὴν ὁμοιότητα τοῦ οὐρανοῦ αὐτοῦ αὑτῷ πάντη καὶ τῆς γῆς αὐτῆς τὴν ἰσορροπίαν· ἰσόρροπον γὰρ πρᾶγμα ὁμοίου τινὸς ἐν μέσῳ τεθὲν οὐχ ἕξει μᾶλλον οὐδ' ἧττον οὐδαμόσε 11.37.3 κλιθῆναι, ὁμοίως δ' ἔχον ἀκλινὲς μένει. Πρῶτον μὲν δή, ἦ δ' ὅς, τοῦτο πέπεισμαι. Καὶ ὀρθῶς γε, ἔφη ὁ Σιμμίας. Ἔτι τοίνυν, ἔφη, πάμμεγά τι εἶναι αὐτό, καὶ ἡμᾶς οἰκεῖν τοὺς μέχρι Ἡρακλείων στηλῶν ἀπὸ Φάσιδος ἐν μικρῷ τινι μορίῳ, ὥσπερ περὶ τέλμα μύρμηκας ἢ βατράχους περὶ τὴν θάλατταν 11.37.4 οἰκοῦντας, καὶ ἄλλους ἄλλοθι πολλοὺς ἐν πολλοῖς οἰκεῖν. εἶναι γὰρ πανταχῆ περὶ τὴν γῆν πολλὰ κοῖλα καὶ παντοδαπὰ καὶ τὰς ἰδέας καὶ τὰ μεγέθη, εἰς ἃ ξυνερρυηκέναι τό τε ὕδωρ καὶ τὴν ὁμίχλην καὶ τὸν ἀέρα· αὐτὴν δὲ τὴν γῆν καθαρὰν τε