Μελχισεδέκ." Φράζε δὴ οὖν, τίς ἐκ τῶν Γραμματέων ἢ Φαρισαίων λελει τούργηκε τῷ Θεῷ κατὰ τὴν τάξιν Μελχισεδὲκ, ὃς ηὐλόγηκέ τε καὶ δεδεκάτωκε τὸν Ἀβραάμ; Ὡς δὲ ὁ πάνσοφος γράφει Παῦλος, "Χωρὶς πάσης ἀντιλογίας τὸ ἔλαττον ὑπὸ τοῦ κρείττονος εὐλογεῖται." Οὐκοῦν ἡ ῥίζα καὶ ἡ ἀπαρχὴ τῆς γενέσεως τῶν ἐξ Ἰσραὴλ, τουτέστιν, ὁ προπάτωρ Ἀβραὰμ, ὑπὸ τῆς τοῦ Μελχι σεδὲκ ἱερωσύνης ηὐλόγηται. Τύπος δὲ ἦν ὁ Μελχισε δὲκ, καὶ ἡ κατ' αὐτὸν ἱερωσύνη, τοῦ πάντων Σωτῆ ρος Χριστοῦ, ὃς γέγονεν ἡμῖν ἀρχιερεὺς καὶ ἀπόστο λος, προσάγων τῷ Θεῷ καὶ Πατρὶ τοὺς πεπιστευκό τας εἰς αὐτὸν, διὰ [τὴς] ὑπὲρ νόμον λατρείας τελειῶν εἰς ἁγιασμόν. Τί τοίνυν ἀσχάλλεις, Φαρισαῖε, τῶν ἱερῶν περιβόλων ἐκπεμπομένων, ὅσα ταῖς κατὰ νόμον θυσίαις ἦν χρήσιμα, καλοῦντος εἰς τὴν ἐπέκεινα τύπων ζωὴν, καὶ εἰς ἀληθῆ δικαίωσιν, τὴν διὰ πί στεως δηλονότι τῆς εἰς Χριστὸν, καὶ παρατιθέντος τῆς εὐαγγελικῆς πολιτείας τὴν ὁδόν; Ἐγκαλεῖς, εἰπέ μοι, τῷ νομοθέτῃ τοῦ νόμου τὴν λύσιν, καὶ ὅτι μὴ ταῖς ἰδίαις ἠκολούθησεν ἐντολαῖς; Ἀλλὰ νόμου παν τὸς ἐπέκεινα Θεός· ὁ γὰρ τοὺς νόμους οὐχ ἑαυτῷ μᾶλλον ἀλλ' ἡμῖν ὁρισάμενος, μεθίστησι κατὰ και ροὺς ἐφ' ὅπερ ἂν βούλοιτο τὰ διατεταγμένα, ἀναφέ ρων εἰς βελτίονα. Ἦν οὖν καιρὸς τοῦ παύσασθαι τὰ ἐν τύποις, ἀναδειχθῆναι δὲ τὰ κρείττονα. Καὶ γοῦν ἔφη που Θεὸς διὰ φωνῆς. Ἡσαΐου· "Καὶ ἀφανισθήσε ται νόμιμα λαοῦ μου·" Ἤργησε γὰρ τῆς νέας ἐν τολῆς ἀναδεδειγμένης, ἣν δι' ἑαυτοῦ λελάληκεν ἡμῖν ὁ Υἱός.(A f. 262, B f. 181 b) Κατὰ ταῦτα καὶ τούτοις ἐρωτῶσιν, "Ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς;" ἀνθυπήνεγκεν ὁ Σωτὴρ τὰ περὶ τοῦ βαπτίσματος Ἰωάννου. Οἱ δὲ φεύγουσι τὴν ἀλήθειαν, καὶ δυσσε βοῦντες οὐ καταπεφρίκασιν. Ὁ μὲν γὰρ Θεὸς καὶ Πατὴρ προαπέστειλε τὸν μακάριον Βαπτιστὴν δια κεκραγότα· "Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους τοῦ Θεοῦ ἡμῶν." Περὶ οὗ φησι καὶ ὁ σοφώτατος εὐαγγελιστής· "Οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός." Με μαρτύρηκε δὲ λέγων, ὅτι "Οὗτός ἐστιν ὁ βαπτίζων ἐν Πνεύματι ἁγίῳ·" καὶ ὅτι "Αὐτός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ." Ἀξιόχρεως μὲν οὖν εἰς μαρτυρίαν τὴν ἐπὶ Χριστῷ, μέγας ὢν, ὁ μακάριος Βαπτιστής. Ἐπειδὴ 72.885 δὲ ἔθος ἦν τοῖς Ἰουδαίοις διαβάλλειν τοὺς προφήτας, ὡς οὐκ ἀπεσταλμένους παρὰ Θεοῦ, ἤρετο Χριστὸς, ὁποίαν περὶ τοῦ Βαπτιστοῦ τὴν δόξαν ἐσχήκασιν. Οἱ δὲ δεδίασι μὲν εἰπεῖν τὸ ἀληθὲς, ἵνα μὴ ἀκούσωσι· ∆ιὰ τί μὴ ἐπιστεύσατε αὐτῷ; Φεύγουσι δὲ τὸ κατηγορεῖν τοῦ Προδρόμου, δεδιότες οὐ Θεὸν, ἀλλὰ τοὺς ὄχλους. Ἐπεὶ δὲ μὴ εἰδέναι ὁπόθεν εἴη τὸ βάπτισμα Ἰωάννου προσεποιοῦντο, καὶ ἐκακούργουν, εἰκότως οὐδὲν αὐτοῖς ἀποκρίνεται. 9Ἄνθρωπός τις ἐφύτευσεν ἀμπελῶνα, κ.τ.λ.9 (A f. 262, B f. 182, E f.149, δ φ. 66) Ὅλην εὑ ρήσει τις τὴν ἐπί γε τοῖς υἱοῖς Ἰσραὴλ ἱστορίαν ἐν τούτοις, ὡς ἐν βραχέσι συνενηγμένην. Ἀμπελὼν γὰρ, ὁ Ἰσραὴλ, ὡς ὁ Ψαλμῳδός φησιν· "Ἄμπελον ἐξ Αἰγύπτου μετῆρας, ἐξέβαλες ἔθνη, καὶ κατεφύτευ σας αὐτήν." Καὶ ὁ Ἡσαΐας· "Ἀμπελὼν ἐγενήθη, φησὶ, τῷ ἠγαπημένῳ." Τοῦτον τὸν ἀμπελῶνα φυ τεύσας ἐν τῇ γῇ τῆς ἐπαγγελίας ὁ Θεὸς καὶ Πατὴρ (τοῦτον γὰρ ἄνθρωπον νῦν λέγει διὰ τὸ φιλάνθρωπον καὶ τὸ τῆς παραβολῆς ἔθος), ἀπεδήμησε χρόνους ἱκανούς· καίτοι πληροῖ τὰ πάντα, ἀπολιμπάνεται δὲ τῶν ὄντων οὐδενός· πῶς οὖν ἀπεδήμησε; Μετὰ τὸ ὀφθῆναι ἐν εἴδει πυρὸς καταβεβηκὼς ἐπὶ τὸ ὄρος τὸ Σινᾶ, καὶ τὴν ἄῤῥητον μορφὴν ἐμφανῆ δεῖξαι αὐτοῖς, οὐκέτι τὴν αὐτοῦ παρουσίαν ὀφθαλμοφανῆ δέδωκεν αὐτοῖς, ἀλλ' ὡς κατά γε τὸν τύπον τῶν ἀνθρωπίνων πραγμάτων, ἔοικέ πως ἀποδημίᾳ μακρᾷ τὸ γεγενη μένον. Πλὴν ὁρᾶται πεφροντικὼς τοῦ χωρίου, καὶ εἰς νοῦν ἔχειν αὐτό· οὐδεὶς γὰρ γέγονε διὰ μέσου καιρὸς, καθ' ὃν οὐκ ἀπεστέλλοντο παρὰ τοῦ Θεοῦ προφῆται καὶ δίκαιοι νουθετοῦντες· ἀλλ' ᾗ φησιν Ἱερεμίας· "Ἰδοὺ τὸ ῥῆμα Κυρίου ἐγενήθη αὐτοῖς εἰς ὀνειδισμόν· οὐ μὴ βουληθῶσιν αὐτοῦ ἀκοῦσαι." Γεγόνασιν ἀπειθεῖς,