μὲν ἀκριβῶς, ποτὲ δὲ συντόμως ἀπαγγέλλοντος. 9Ἐζήτησαν οἱ ἀρχιερεῖς καὶ οἱ Γραμματεῖς ἐπι βαλεῖν ἐπ' αὐτὸν τὰς χεῖρας.9 (A f. 264, E f.149 b) Ἐξεκαύθη πάλιν εἰς ἀχα 72.889 λίνους ὀργὰς τὸ τῶν Φαρισαίων ἐργαστήριον, καὶ ἀποκτεῖναι βούλονται τὸν ἐπὶ λύσει θανάτου γενόμε νον ἄνθρωπον· ἀλλὰ διέκοψεν αὐτῶν τὸ ἀνόσιον ἐγχείρημα ὁ τοῦ λαοῦ φόβος· οὐ γὰρ τῆς εἰς Θεὸν εὐσεβείας ἦν αὐτοῖς ὁ λόγος· οὐδὲ γέγονεν αὐτοῖς χαλινὸς ἡ διὰ Μωϋσέως ἐντολὴ λέγουσα· "Ἀθῶον καὶ δίκαιον οὐκ ἀποκτενεῖς·" προτιμῶσι δὲ μᾶλλον τῆς εἰς Θεὸν αἰδοῦς τὸν ἀνθρώπινον φόβον. Ποία δὲ αὐτοῖς ἐστιν ἡ αἰτία καὶ τῆς μανίας ἡ πρόφασις; Ἔγνωσαν, φησὶν, ὅτι πρὸς αὐτοὺς εἶπε τὴν παραβο λὴν ταύτην. Καίτοι πῶς οὐ μᾶλλον ἐχρῆν μεμαθη κότας τὸ ἐσόμενον, ἔξω φέρεσθαι τοῦ κακοῦ, καὶ τῇ πίστει τιμῆσαι τὸν δικαιοῦντα τὸν ἀσεβῆ, καὶ ἀμνη σικάκῳ χάριτι διασώζοντα τοὺς ταῖς ἁμαρτίαις ἐνισχημένους; Ἀλλ' οὐδὲν τῶν τοιούτων ὑπολογισά μενοι, συκοφαντίας τῆς κατ' αὐτοῦ συλλέγουσιν ἀφορμάς. 9Καὶ παρατηρήσαντες ἀπέστειλαν ἐγκαθέτους, ὑποκρινομένους ἑαυτοὺς δικαίους, κ.τ.λ.9 (A f. 264, E f.149 b, δ φ. 67) Καθῆκάν τινας ἐπιεικείας δόκησιν ἔχοντας, πονηροὺς δὲ ὄντας τὸν τρόπον· ἐπιλαθόμενοι τοῦ εἰπόντος Θεοῦ· "Τίς οὗτος ὁ κρύπτων με βουλὴν, συνέχων δὲ ῥήματα ἐν καρ δίᾳ, ἐμὲ οἴεται κρύπτειν;" ὡς ἀνθρώπῳ προσιόν τες κοινῷ τῷ πάντων Σωτῆρι Χριστῷ· ἀλλ' ἦν ἄμει νον ἐννοεῖν, ὅτι γέγονε μὲν ἐν ὁμοιώσει τῇ πρὸς ἡμᾶς Θεὸς ὢν ὁ Λόγος· ἀπὸ δέ γε τῆς ὑπὲρ λόγον θεοσημείας καὶ ἀπὸ δόξης τῆς θεοπρεποῦς, οὐκ ἄν θρωπος ὢν μόνον διεδείκνυτο, ἀλλὰ καὶ Θεός. Τί δὲ δή φασιν; 9Καὶ ἐπηρώτησαν αὐτὸν, λέγοντες· ∆ιδάσκαλε, οἴδαμεν ὅτι ὀρθῶς λέγεις καὶ διδάσκεις, κ.τ.λ.9 (A f. 264 b, E f.149 b) Ἤθελε μὲν γὰρ ὁ Θεὸς, ἀνθρωπίνης δυναστείας ἐλεύθερον εἶναι τὸν Ἰσραήλ· ἐπειδὴ δὲ τοὺς θείους πεπατήκασι νόμους, γεγόνασιν ὑπὸ χεῖρα Ῥωμαίων, οἳ καὶ δασμοὺς ἐπέθηκαν αὐ τοῖς. Ἐζήτουν τοίνυν παραδοῦναι αὐτὸν τῇ ἐξουσίᾳ τοῦ ἡγεμόνος· προσεδόκησαν γὰρ ὅτι πάντη καὶ πάντως ἀκούσονται λέγοντος· Οὐκ ἔξεστι φόρους δοῦναι Καίσαρι. Τί οὖν φησιν πρὸς αὐτοὺς ὁ τὰς καρδίας εἰδὼς τῶν ἀνθρώπων; Κατανοήσας αὐτῶν τὴν πανουργίαν, "Ἐπιδείξατέ μοι δηνάριον," ἔφη. Ἐπιδειχθέντος δὲ, πάλιν ἤρετο· "Τίνος ἔχει εἰκόνα καὶ ἐπιγραφήν;" Οἱ δὲ, "Καίσαρος," φασίν. Καὶ τί πρὸς ταῦτα Χριστός; "Ἀπόδοτε τὰ Καίσαρος, Καίσαρι· καὶ τὰ τοῦ Θεοῦ, τῷ Θεῷ." Χρημάτων μὲν γὰρ δασμοὺς ὑποῤῥίπτουσι τοῖς ὑπεζευγμένοις οἱ τὴν κατ' αὐτῶν λαχόντες ἀρχήν· οὐκ ἀπαιτεῖ δὲ παρ' ἡμῶν ὁ Θεὸς δηνάριον, ἀλλὰ πίστιν καὶ ἀγά πην, καὶ τὴν ἐξ ἔργων ἀγαθῶν εὐοσμίαν. Οὐκοῦν τεθαυμάκασι μὲν τὴν ἀπολογίαν, καὶ τοῦτο ἐπὶ παν τὸς τοῦ λαοῦ, ἐφ' οὗ καὶ ἠρώτων· ὡς μείζονα γε νέσθαι τὴν ἁμαρτίαν. Οἱ δὲ καὶ τούτων εἰς λήθην ἐνηνεγμένοι, Πιλάτῳ προσῆγον τὸν Ἰησοῦν φάσκον τες· "Τοῦτον εὕρομεν διαστρέφοντα τὸν λαὸν, καὶ κωλύοντα φόρους διδόναι Καίσαρι." Καὶ ὅμως θαυμάσαντες τὴν ἀπολογίαν, ἀπῆλθον κατῃσχυμμένοι. 72.892 9Προσελθόντες δέ τινες τῶν Σαδδουκαίων, κ.τ.λ.9 (A f. 265, E f.130) Ὁποία τις ἡ τῶν Σαδδουκαίων αἵρεσις, διεσάφησεν ἐν ταῖς Πράξεσιν, ὡδὶ γεγραφώς· "Σαδδουκαῖοι μὲν γὰρ λέγουσι μὴ εἶναι ἀνάστασιν, μήτε ἄγγελον, μήτε πνεῦμα· Φαρισαῖοι δὲ ὁμολο γοῦσι καὶ ἀμφότερα." Προσίασι τοίνυν τῷ πάντων ἡμῶν Σωτῆρι Χριστῷ, ὅς ἐστι ζωὴ καὶ ἀνάστασις, καὶ ἀναιρεῖν πειρῶνται τὴν ἀνάστασιν· ὑβρισταὶ δὲ ὄντες καὶ ἄπιστοι, πλάττουσί τι μεστὸν ἀμαθίας. Ἴδωμεν δὲ ἅπερ ἔφη Χριστὸς, διελέγχων αὐτοὺς, διαγελᾶν τὴν ἀνάστασιν πειρωμένους τῷ πλάσματι τῶν ἐπτὰ ἀδελφῶν ἐπὶ μιᾶς γαμετῆς τεθνεώτων. Οἱ μὲν γὰρ υἱοὶ, φησὶ, τοῦ αἰῶνος τούτου, του τέστιν, οἱ τὸν κοσμικὸν καὶ ἐνσώματον διαζῶν τες βίον, τεκνογονίας ἕνεκα γαμοῦσιν· οἵ γε μὴν τὴν εὐκλεᾶ καὶ ἀγαθῶν μεστὴν κατορθώσαντες ζωὴν, εἶτα καταξιωθέντες τυχεῖν τῆς ἐντίμου ἀνα στάσεως, ἄνω που