147
τῶν δικαστῶν αὐτοῖς 11.38.6 ἐτάχθη. οἳ δὲ δὴ ἂν δόξωσι διαφερόντως πρὸς τὸ ὁσίως βιῶναι, οὗτοί εἰσιν οἱ τῶνδε μὲν τῶν τόπων τῶν ἐν τῇ γῇ ἐλευθερούμενοί τε καὶ ἀπαλλαττόμενοι, ὥσπερ δεσμωτηρίων, ἄνω δὲ εἰς τὴν καθαρὰν οἴκησιν ἀφικνούμενοι καὶ ἐπὶ τῆς γῆς οἰκιζόμενοι. τούτων δὲ αὐτῶν οἱ φιλοσοφίᾳ ἱκανῶς καθηράμενοι ἄνευ τε καμάτων ζῶσι τὸ παράπαν εἰς τὸν ἔπειτα χρόνον καὶ εἰς οἰκήσεις ἔτι τούτων καλλίους ἀφικνοῦνται, ἃς οὔτε ῥᾴδιον δηλῶσαι οὔτε ὁ χρόνος ἱκανὸς ἐν τῷ παρόντι. ἀλλὰ τούτων δὴ ἕνεκα χρὴ ὧν διεληλύθαμεν, ὦ Σιμμία, πᾶν ποιεῖν ὥστε ἀρετῆς καὶ φρονήσεως ἐν τῷ βίῳ μετασχεῖν· καλὸν γὰρ τὸ ἆθλον καὶ ἡ ἐλπὶς μεγάλη.» 11.38.7 Ταῦτα ὁ Πλάτων. σὺ δέ γε παραθήσεις τῷ «καὶ εἰς οἰκήσεις καλλίους ἀφικνοῦνται, ἃς οὔτε ῥᾴδιον δηλῶσαι οὔτε χρόνος ἱκανὸς ἐν τῷ παρόντι» τὸ παρ' ἡμῖν οὕτως ἔχον· «Ὀφθαλμὸς γὰρ οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ θεὸς τοῖς ἀγαπῶσιν αὐτόν,» 11.38.8 ταῖς δὲ εἰρημέναις οἰκήσεσι τὸ «πολλὰς μονὰς» εἶναι παρὰ τῷ πατρὶ τοῖς θεοφιλέσιν ἐπηγγελμένας, καὶ τοῖς περὶ τοῦ Πυριφλεγέθοντος λεχθεῖσι τὸ τοῖς ἀσεβέσιν ἠπειλημένον πῦρ αἰώνιον, κατὰ τὸν πρὸς αὐτοὺς φάσκοντα Ἑβραίων προφήτην· «Τίς ἀναγγελεῖ ὑμῖν ὅτι πῦρ καίεται; τίς ἀναγγελεῖ ὑμῖν τὸν τόπον τὸν αἰώνιον;» καὶ πάλιν· «Ὁ σκώληξ αὐτῶν οὐ τελευτήσει, καὶ 11.38.9 τὸ πῦρ οὐ σβεσθήσεται, καὶ ἔσονται εἰς ὅρασιν πάσῃ σαρκί.» τήρει δὲ ὡς καὶ ὁ Πλάτων συνᾴδων τούτοις τοὺς ἀσεβεῖς εἰπὼν χωρήσειν εἰς Τάρταρον ἐπιλέγει· «ὅθεν οὔποτε ἐκβαίνουσι.» καὶ αὖ πάλιν τοὺς εὐσεβεῖς ζήσεσθαι εἰπὼν ἐν μακαρίοις προστίθησι λέγων «τὸ παράπαν καὶ εἰς τὸν ἔπειτα χρόνον.» ἀλλὰ καὶ τὸ ἄνευ καμάτων εἰρημένον ὑπ' αὐτοῦ ὅμοιον ἂν εἴη τῷ 11.38.10 «ἀπέδρα ὀδύνη καὶ λύπη καὶ στεναγμός.» φάσκων δὲ τοὺς ἐπὶ τὸν Ἀχέροντα πορευομένους μὴ ἁπλῶς ἐπὶ τοῦτον ἀφικνεῖσθαι, ἀλλὰ «ἀναβαίνοντας» πρότερον «ἃ δὴ αὐτοῖς ὀχήματά ἐστι,» τίνα ποτὲ ἄρα τὰ ὀχήματα βούλεται σημαίνειν ἢ τὰ σώματα, εἰς ἃ ἀναβᾶσαι αἱ τῶν τετελευτηκότων ψυχαὶ σὺν αὐτοῖς τιμωροῦνται κατὰ τὰ παρ' Ἑβραίοις νενομισμένα; ἀλλὰ γὰρ ἱκανὴν καὶ τοῦδε τοῦ λόγου περιγραφὴν εἰληφότος ἐπὶ τὸ δωδέκατον τῆς Εὐαγγελικῆς Προπαρασκευῆς μεταβήσομαι σύγγραμμα.
12.Pin.t ΙΒ ΤΑ∆Ε ΤΟ ∆Ω∆ΕΚΑΤΟΝ ΠΕΡΙΕΧΕΙ ΣΥΓΓΡΑΜΜΑ ΤΗΣ ΕΥΑΓΓΕΛΙΚΗΣ ΠΡΟΠΑΡΑΣΚΕΥΗΣ
12.Pin.1 αʹ. Ὅτι καὶ κατὰ Πλάτωνα τοῖς εἰσαγομένοις ὀρθῶς Ἑβραίων παῖδες
ἀπερίεργον τὴν τῶν μαθημάτων πίστιν διὰ τὸ ἀτελὲς αὐτῶν παρεδίδοσαν· Ἀπὸ τοῦ πρώτου τῶν Νόμων βʹ. Ὅτι μεγίστη τῶν ἀρετῶν καὶ κατὰ Πλάτωνα ἡ πίστις τυγχάνει γʹ. Ὅτι πιστεύειν δεῖ τοῖς περὶ ψυχῆς λεγομένοις καὶ τοῖς ἄλλοις τοῖς περὶ τῶν τοιούτων λόγοις δʹ. Ὅτι δεήσει ἐν σχήματι μύθων τὰς πρώτας εἰσαγωγὰς τοῖς παισὶ παραδιδόναι εʹ. Ὅτι μὴ τοὺς ἐπιβλαβεῖς μύθους τοῖς παισί, μόνους δὲ τοὺς ὠφελίμους δεήσει κατεπᾴδειν ʹ. Ὅτι μὴ λόγῳ μόνον ἀπεδέχετο τὴν πίστιν ὁ Πλάτων, ἀλλὰ καὶ αὐτῇ διαθέσει τούτοις πιστεύειν καὶ πεπεῖσθαι ὡμολόγει, οἷς καὶ ἡμεῖς πιστεύομεν ζʹ. Ὅτι μὴ δέοι εἰς πάντας ἐκφέρειν τὰ σεμνὰ τῶν τῆς ἀληθείας δογμάτων ηʹ. Ὁποίους δεῖν ὁ Πλάτων φησι τοὺς ἄρχοντας καθιστάναι· ὅτι ἰδιώτας καὶ ἀγραμματοὺς, εἰ μόνον τὸ ἦθος κεκοσμημένοι εἶεν θʹ. Ὅτι δέοι φεύγειν τὰς ἀρχάς ιʹ. Περὶ τοῦ κατὰ Πλάτωνα δικαίου ιαʹ. Περὶ τοῦ κατὰ Μωσέα παραδείσου ιβʹ. Ὡς ἐκ τοῦ ἀνδρὸς εἰλῆφθαί φασι τὴν γυναῖκα ιγʹ. Περὶ τοῦ πρώτου τῶν ἀνθρώπου βίου ιδʹ. Ὅτι καὶ τοῖς ἀλόγοις ζῴοις ὡμίλουν ιεʹ. Ὅπως περὶ τοῦ κατακλυσμοῦ μέμνηνται ιʹ. Ὅτι τὰ τῆς διδασκαλίας ὀρθῶς ἡμῖν ἀπὸ τῶν