πάντως ἔσονται τῆς ἐν τῷδε τῷ κόσμῳ ζωῆς· διαβιώσονται γὰρ ὡς ἂν ἁγίοις πρέποι, καὶ ἐγγὺς ἤδη γεγόνασι Θεοῦ· ἰσάγγελοι γάρ εἰσι καὶ υἱοὶ Θεοῦ, τὴν ἁγίοις πρέπουσαν πνεύμασι τε λοῦντες λατρείαν· καὶ ὥσπερ τὸ ἀγγελικὸν πλῆθος πολὺ μέν ἐστιν, οὐ μὴν ἐκ γενέσεως αὐξηθὲν, ἀλλ' ἐκ δημιουργίας ὑπάρχον, οὕτω καὶ οἱ ἀνιστάμενοι· καὶ οὐ χρεία ἔτι γάμου· ἐπεὶ κἀνταῦθα μετὰ τὸ ἀποβαλεῖν τὸν Ἀδὰμ διὰ τὴν ἁμαρτίαν τῆς ἀθανα σίας τὴν χάριν, διὰ τῆς παιδοποιίας φυλάττεται τῷ γένει τὸ διάδοχον, ἥτις βοήθεια παρὰ τοῦ πάντα προεγνωκότος Θεοῦ προκαταβέβλητο ἤδη καὶ ἀπ' ἀρχῆς. Ποιήσας γὰρ ἄνθρωπον, ἄρσεν καὶ θῆλυ ἐποίησεν. Οὐκοῦν ἐσόμεθα μὲν ἑαυτῶν ἀμείνους, ἀποβαλόμενοι τὴν φθορὰν, καὶ πνευματικὸν ἔχοντες τὸ σῶμα, τουτέστιν εἰς μόνα βλέπον τὰ τοῦ πνεύμα τος· καὶ νοῦς δὲ ὁ καταβιβάζων εἰς φαυλότητα οὐδεὶς ἔσται τηνικαῦτα· συνέχοντος ἡμᾶς εἰς τὸ ἑαυ τοῦ θέλημα τοῦ ∆ημιουργοῦ, διὰ τοῦ ἁγίου Πνεύμα τος. καθάπερ ἀμέλει καὶ τοὺς ἁγίους ἀγγέλους. 9Ὅτι δὲ ἐγείρονται οἱ νεκροὶ, καὶ Μωϋσῆς ἐμή νυσεν, κ.τ.λ.9 (A f. 265, E f.150) Παρήγαγε γὰρ αὐτοῖς καὶ Μωϋσέα εὖ εἰδότα τῶν νεκρῶν τὴν ἀνάστασιν· ἐν γὰρ τῇ βάτῳ, φησὶν, εἰσκεκόμικε λέγοντα Θεόν· "Ἐγώ εἰμι ὁ Θεὸς Ἀβραὰμ, Ἰσαὰκ καὶ Ἰακώβ." Τίνων δὲ Θεὸς, εἰ μὴ ζήσονται κατ' ἐκείνους; Ἀλλ' ἔστι ζώντων Θεός· οὐκοῦν πάντη τε καὶ πάντως ἀνα βιώσονται, τῆς πανσθενεστάτης δεξιᾶς ἀποφερούσης εἰς τοῦτο ἅπαντας τοὺς ἐπὶ τῆς γῆς. 9Οὐκέτι δὲ ἐτόλμησαν ἐπερωτᾷν αὐτὸν οὐδέν.9 (A f. 266) Ἀρχὴ συνέσεως ἡ πίστις· "Ἐὰν γὰρ μὴ πιστεύσητε, οὐδ' οὐ μὴ συνῆτε." Σωτήριος δὲ τῶν ἀναγκαίων ἡ ζήτησις· ἔστι μὲν ὁμολογουμένως καὶ υἱὸς καὶ Κύριος τοῦ ∆αβὶδ ὁ Ἐμμανουήλ· τίνα δὲ τρόπον αὐτὸ δὴ τοῦτο προσήκει νοεῖν, εἴπερ ἕλοιτό 72.893 τις ἀναμαθεῖν, βαδιεῖται πάντως εἰς ἀκριβῆ θεω ρίαν μυστηρίου τοῦ κατ' αὐτὸν, ὃ σεσίγηται μὲν ἀπὸ καταβολῆς κόσμου, πεφανέρωται δὲ ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς. Οἱ μὲν οὖν Φαρισαῖοι σεσιγήκασιν ἐρομένου Χριστοῦ· ἔδρων δὲ τοῦτο δυστρόπως, μᾶλ λον δὲ καθ' ἑαυτῶν, ἵνα μὴ ξεομένης τῆς ἐρωτήσεως, ὁ σωτήριος ἐν αὐτοῖς ἀναλάμψῃ λόγος· οὐ γὰρ ἤθε λον εἰδέναι τὴν ἀλήθειαν. Καὶ ἡμεῖς δὲ τοῖς νέοις Φαρισαίοις τὴν τοιάνδε πεῦσιν προσοίσομεν, τοῖς μήτε Υἱὸν ἀληθινὸν τοῦ Θεοῦ καὶ Πατρὸς, μήτε Θεὸν εἶναι λέγουσι τὸν ἐκ τῆς ἁγίας Παρθένου γεγενημέ νον· μερίζουσι δὲ τὸν ἕνα Υἱὸν εἰς υἱοὺς δύο. Τίνα δὴ τρόπον ὁ υἱὸς τοῦ ∆αβὶδ Κύριος αὐτοῦ ἐστι, καὶ οὐκ ἀνθρωπίνῃ κυριότητι μᾶλλον, ἀλλὰ θεικῇ; Τὸ γὰρ ὅλως ἐκ δεξιῶν αὐτὸν καθίσαι τοῦ Πατρὸς, τὴν ἄνω δόξαν αὐτῷ προσμαρτυρεῖ· τὰ γὰρ ὁμόθρονα καὶ ἰσότιμα, καὶ ἐν ταυτότητι νοεῖται φυσικῇ· ἡ δὲ κάθισις ἐπὶ Θεοῦ σημήνειεν ἂν οὐχ ἕτερον, πλὴν ὅτι τὴν βασιλείαν, καὶ τὴν τῶν πάντων ἐξουσίαν κάθηται δὲ ἐκ δεξιῶν τοῦ Θεοῦ καὶ Πατρὸς πάντως, κατά γε τὸν ἀπλανῆ τοῦ Σωτῆρος λόγον, ὅτι Θεὸς ὢν ὁ Λόγος, καὶ ἐξ αὐτῆς ἀναφὺς τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ ἐν μορφῇ καὶ ἰσότητι πρὸς αὐτὸν ὑπάρχων, γέγονε σὰρξ, τουτέστι τέλειος ἄνθρωπος, οὐκ ἐκβεβηκὼς τῶν θείων ἀξιωμάτων, μεμενηκὼς δὲ μᾶλλον, ἐν οἷς ἦν ἀεὶ, καὶ Θεὸς ὑπάρχων, κἂν εἰ γέγονε σὰρξ ἐν ὁμοιώσει τῇ πρὸς ἡμᾶς. Κύριος τοί νυν ἐστὶ τοῦ ∆αβὶδ κατά γε τὸ πρέπον τῇ θεϊκῇ φύ σει τε καὶ δόξῃ καὶ ἐξουσίᾳ, υἱὸς δὲ αὐτοῦ κατὰ σάρκα. Ἔδει τοὺς τῶν Ἰουδαίων καθηγητὰς, καίτοι μεγάλην αἴροντας τὴν ὀφρὺν ἐπὶ τῇ τῶν θείων εἰδήσει νόμων, τὰς τῶν ἁγίων προφητῶν μὴ ἀγνοῆ σαι φωνάς. Ἡσαΐας γάρ φησιν· "Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱόν· καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ, Ἐμμανουὴλ, ὅ ἐστι μεθερμηνευόμενον, Μεθ' ἡμῶν ὁ Θεός." Μεθ' ἡμῶν δὲ γέγονε Θεὸς ὢν ὁ Λόγος, τὴν πρὸς ἡμᾶς ὁμοίωσιν ὑπελθὼν, ἵνα σώσῃ τὴν ὑπ' οὐρανόν· ἀλλ' οὐδεὶς ἦν, ὡς ἔφην, τοῖς Ἰου δαίων καθηγηταῖς, ἀληθείας ὁ λόγος· ὁποία δέ τις γέγονεν αὐτοῖς ἡ πρόφασις εἴπερ τις ἕλοιτο μαθεῖν, ἀκούσεται πρὸς ἡμῶν· ὅτι τὸ μὴ