148
ἀρχόμενα καταλήγει εἰς τὰ ἀνθρώπινα ιζʹ. Ὅτι καλὸν ἐξέτι νέας ἡλικίας τοὺς παῖδας τοῖς τῆς θεοσεβείας ἔθεσιν ἐγγυμνάζειν ιηʹ. Ὅτι παιδείαν ἡγεῖσθαι χρὴ μόνην τὴν εἰς ἀρετὴν προάγουσαν, οὐχὶ δὲ τὴν εἰς χρηματισμὸν ἤ τινα βιοποριστικὴν ἐπιτήδευσιν ιθʹ. Ὅτι παραπλησίως Ἑβραίοις καὶ ὁ Πλάτων εἰκόνα θειοτέρων τὰ τῇδε εἶναι ἐδόξαζεν κʹ. Ὅτι χρὴ τοὺς νέους δι' ἐκμαθήσεως ὕμνων ὀρθῶν καὶ ᾠδῶν εἰς ἀρετῆς ἀνάληψιν προπαρασκευάζειν καʹ. Ὁποίας χρὴ διανοίας περιέχειν τὰς ᾠδάς κβʹ. Ὅτι οὐ πάντων ἐστὶ τὰς ὀρθὰς ᾠδὰς καὶ τὰ μέλη δύνασθαι ποιεῖν, ἀλλ' ἢ μόνου θεοῦ ἢ θείου τινὸς ἀνδρός κγʹ. Περὶ τῶν δοκιμάζειν οἵων τε τὰς κατὰ θεὸν πεποιημένας ᾠδάς κδʹ. Ὅτι καὶ ἐν τοῖς συμποσίοις παραληπτέον τὰς ᾠδὰς ὥσπερ τινὰς νόμους συμποσιακούς κεʹ. Ὅτι οὐ πᾶσιν ἐπιτρεπτέον τὴν οἴνου πόσιν κʹ. Ὅτι οὐκ ἠγνόει ὁ Πλάτων τὰ ὑπ' αὐτοῦ νομοθετούμενα παρά τισι βαρβάροις πολιτεύεσθαι κζʹ. Ὅτι πόλεμος ἡμῖν ἐστι πρὸς ἡμᾶς αὐτοὺς καὶ τὰ ἐν ἡμῖν πάθη κηʹ. Ὅτι οὐ τὸ σῶμα, ἀλλ' ἡ ψυχὴ αἰτία τυγχάνει τῶν κακῶς ὑφ' ἡμῶν πραττομένων κθʹ. Περὶ τοῦ καθαρῶς φιλοσοφοῦντος λʹ. Περὶ πάσης τῆς ἐν ἀνθρώποις σοφιστείας λαʹ. Ὅτι δεήσει ποτὲ τῷ ψεύδει ἀντὶ φαρμάκου χρῆσθαι ἐπ' ὠφελείᾳ τῶν δεομένων τοῦ τοιούτου τρόπου λβʹ. Ὅτι μὴ μόνον ἄνδρας, ἀλλὰ καὶ γυναῖκας καὶ πᾶν γένος ἀνθρώπων προσίεσθαι χρὴ εἰς τὴν προειρημένην παιδείαν λγʹ. Ὅτι μὴ χρῆν ἐκ τῶν οὐ κατὰ λόγον παρ' ἡμῖν βιούντων τὸ πᾶν ἔθνος διαβάλλεσθαι λδʹ. Ὅπως ὁ Πλάτων μετέβαλεν ἐπὶ τὸ Ἑλληνικώτερον τὰ ἐν Παροιμίας λόγια λεʹ. Περὶ πλούτου καὶ πενίας λʹ. Περὶ γονέων τιμῆς λζʹ. Περὶ κτήσεως οἰκετῶν ληʹ. Ὡς μετέβαλε τὸ «Μὴ μέταιρε ὅρια αἰώνια, ἃ ἔθεντο οἱ πατέρες σου» λθʹ. Ὅμοιον τῷ «Ἀποδιδοὺς ἁμαρτίας πατέρων ἐπὶ τρίτην καὶ τετάρτην γενεὰν τοῖς μισοῦσι με» μʹ. Περὶ κλεπτῶν μαʹ. Περὶ κλέπτου ἀναιρουμένου μβʹ. Περὶ ὑποζυγίου μγʹ. Ὅτι τοῖς αὐτοῖς ὁ Πλάτων, οἷς καὶ ἡ παρ' Ἑβραίοις γραφή, κέχρηται παραδείγμασιν μδʹ. Ἔτι περὶ τῶν ὁμοίων ὑποδειγμάτων μεʹ. Ἔτι περὶ τοῦ αὐτοῦ μʹ. Ἔτι περὶ τοῦ αὐτοῦ μζʹ. Ὅτι καὶ ὁ Πλάτων εἰς δώδεκα φυλὰς δεῖν νομοθετεῖ διαιρεῖν τοὺς πολίτας κατὰ μίμησιν τοῦ τῶν Ἑβραίων ἔθνους μηʹ. Ἐν ποταπῷ τὴν πόλιν κατοικίζειν ὁ Πλάτων νομοθετεῖ τόπῳ· διαγράφει δὲ ἐοικότα τινὰ τῷ ἐν Ἱεροσολύμοις μθʹ. Ὅπως ὁ Πλάτων τὰ τῆς Ἑλληνικῆς προπαιδείας ὡς ἐπιβλαβῆ τυγχάνοντα παραιτεῖται νʹ. Περὶ τῆς τῶν ἀθέων δόξης· ἀπὸ τοῦ ιʹ τῶν Νόμων ναʹ. Ὡς ὁ Πλάτων τὸν περὶ θεοῦ κατασκευάζει λόγον νβʹ. Ὅπως περὶ τοῦ προνοεῖν τοῦ παντὸς τὸν θεὸν διέξεισιν 12.1.1 Ὁ δωδέκατος ἡμῖν τῆς Εὐαγγελικῆς Προπαρασκευῆς ἐνθένδε ποθὲν ἤδη τὰ ἐνδέοντα τῷ προτέρῳ τῆς Πλάτωνος πρὸς τὰ Ἑβραίων λόγια συνωδίας, ὡς ἐν ἁρμονίᾳ συμφώνου λύρας, ἀποδώσει, τὴν καταρχὴν ἐξ ἀπολογίας τῆς παρὰ τοῖς πολλοῖς βλασφημουμένης ἡμῶν πίστεως ληψόμενος.
12.1.2 αʹ. ΟΤΙ ΚΑΙ ΚΑΤΑ ΠΛΑΤΩΝΑ ΤΟΙΣ ΕΙΣΑΓΟΜΕΝΟΙΣ ΟΡΘΩΣ ΕΒΡΑΙΩΝ ΠΑΙ∆ΕΣ ΑΠΕΡΙΕΡΓΟΝ ΤΗΝ ΤΩΝ ΜΑΘΗΜΑΤΩΝ ΠΙΣΤΙΝ ∆ΙΑ ΤΟ ΑΤΕΛΕΣ
ΑΥΤΩΝ ΠΑΡΕ∆Ι∆ΟΣΑΝ· ΑΠΟ ΤΟΥ ΠΡΩΤΟΥ ΤΩΝ ΝΟΜΩΝ «Εἰ μὲν τοίνυν ὀρθῶς ἢ μή τις ἐπιτιμᾷ τῇ τε Λακωνικῇ καὶ τῇ Κρητικῇ πολιτείᾳ, λόγος ἂν ἕτερος εἴη· τὰ γοῦν λεγόμενα πρὸς τῶν πολλῶν ἴσως ἐγὼ μᾶλλον ἔχοιμ' ἂν ὑμῶν ἀμφοτέρων λέγειν. ὑμῖν γὰρ εἰ καὶ μετρίως κατεσκεύασται τὰ τῶν νόμων, εἷς τῶν καλλίστων ἂν εἴη νόμων μὴ ζητεῖν τῶν νέων μηδένα ἐᾶν ποῖα καλῶς αὐτῶν ἢ μὴ καλῶς ἔχει, μιᾷ δὲ φωνῇ καὶ ἐξ ἑνὸς στόματος πάντας συμφωνεῖν ὡς πάντα καλῶς