1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

148

οὕτως ᾠκονόμησε κατὰ ταὐτὸν ἅπαντας εἶναι, καὶ τοὺς πονηροὺς καὶ τοὺς ἀγαθοὺς ἀναμεμῖχθαι, ἵνα καὶ τῶν πονηρῶν ἡ κακία ἐκκόπτηται, καὶ τῶν ἀγαθῶν ἡ ἀρετὴ λαμπροτέρα δείκνυται, καὶ τὰ μέγιστα κερδάνωσιν οἱ ῥᾴθυμοι, εἰ βούλονται, ἀπὸ τῆς τῶν σπουδαίων συνουσίας. Ὥσπερ γὰρ οἱ καλοὶ καὶ ἀγαθοὶ διπλῆς ἄξιοι τιμῆς, ὅτι καὶ χρηστοὶ γεγόνασι καὶ οὐδὲν παρὰ τῶν πονηρῶν ἐβλάβησαν· οὕτω καὶ οἱ φαῦλοι διπλῆς ἄξιοι κολάσεως, ὅτι τε πονηροὶ γεγόνασι δυνάμενοι γενέσθαι καλοὶ, καὶ ὅτι οὐδὲν ἀπὸ τῶν ἀγαθῶν ἐκέρδανον. Καὶ ὥσπερ τοὺς ἀγαθοὺς οὐχ οἱ ἀγαθοὶ μόνον, ἀλλὰ καὶ οἱ πονηροὶ θαυμάζουσιν, οὕτω καὶ τοὺς κακοὺς οὐχ οἱ χρηστοὶ μόνον, ἀλλὰ καὶ οἱ φαῦλοι μισοῦσιν. Ἀλλ' οἱ πολλοὶ τοὺς πονηροὺς θαυμάζουσιν, ὡς ἱκανοὺς ὄντας ἀδικεῖν καὶ βλάπτειν, οὐκ εἰδότες ὅτι μάλιστα πάντων αὐτοὺς ταλανίζειν ἐχρῆν, ὅτι νομίζοντες ἑτέρους βλάπτειν καθ' ἑαυτῶν τὸ ξίφος ὠθοῦσιν· ὅπερ ἀνοίας ἐστὶν ἐσχάτης, ἑαυτὸν πλήττοντα, μηδὲ αὐτὸ τοῦτο εἰδέναι, ἀλλὰ ἕτερον δοκεῖν ἀδικεῖν ἐν τῷ κατασφάττειν ἑαυτόν. Οὐ γὰρ τὸ ἀδικεῖσθαι κακὸν, ἀλλὰ τὸ ἀδικεῖν καὶ μὴ εἰδέναι φέρειν ἀδικούμενον. Πόσα γὰρ ἠδικεῖτο ὁ ∆αυΐδ; πόσα δὲ ἠδίκει ὁ Σαούλ; τίς οὖν γέγονεν ἀθλιώτερος καὶ ἐλεεινότερος; τίς δὲ λαμπρότερος καὶ μακαριώτερος; οὐχ ὁ μὲν ἀπεπνίγετο ὑπὸ τῆς ἀθυμίας καὶ τοῦ πονηροῦ δαίμονος· ὁ δὲ ὑπὲρ τὸν ἥλιον ἔλαμπε τοῖς τροπαίοις καὶ τῇ πρὸς Θεὸν εὐνοίᾳ; οὐχ ὁ μὲν ἀπηγχονίζετο τῷ φθόνῳ, ὁ δὲ σιγῇ πάντα φέρων, ἅπαντας εἷλε καὶ ἑαυτῷ προσέδησεν, ἐπειδὴ ὁ μὲν ἀνελεῖν ἐπεχείρει πολλάκις, ὁ δὲ διωκόμενος τὸν πολέμιον εἰς χεῖρας ἐλάμβανε, καὶ λαμβάνων ἐφείδετο; Τίς ἀσθενέστερος, τίς δὲ ἀδυνατώτερος δείκνυται; οὐχ οὗτος ὁ μηδὲ δικαίως ἐπεξελθών; Καὶ μάλα εἰκότως. Ὁ μὲν γὰρ στρατιώτας ὡπλισμένους, ὁ δὲ τὴν δικαιοσύνην, τὴν μυρίων στρατοπέδων ἰσχυροτέραν, εἶχε σύμμαχον καὶ βοηθόν. Ὅτε δὲ αὐτὸς αὗτος ὁ ἀδικηθεὶς καὶ ἰσχύσας ἠδίκησεν ὕστερον, ὅρα πῶς ἀσθενέστερος γίνεται. Ἠδίκησε τὸν Οὐρίαν, καὶ μετέστη πάλιν ἡ τάξις· καὶ ἡ μὲν ἀσθένεια πρὸς τὸν ἀδικήσαντα, ἡ δὲ δύναμις πρὸς τὸν ἀδικηθέντα διέβη, καὶ νεκρὸς ὢν ἐπόρθει τὴν οἰκίαν τὴν ἐκείνου· καὶ αὐτὸς μὲν βασιλεὺς ὢν καὶ ζῶν οὐδὲν ἴσχυσεν· ἐκεῖνος δὲ στρατιώτης ὢν καὶ σφαγεὶς, πάντα τὰ ἐκείνου ἄνω καὶ κάτω πεποίηκεν. Ὅταν οὖν ἴδῃς τινὰ ὀρθῶς ζῶντα καὶ ἀεὶ πρὸς εὐσέ 63.757 βειαν βλέποντα, κἂν μυρίας ἁλύσεις περικέηται, καὶ δεσμωτήριον οἰκῇ διαπαντὸς, κἂν ἀναξίοις δουλεύῃ, κἂν πένηται, κἂν ἐξορύττηται, κἂν καίηται, κἂν κατὰ μικρὸν δαπανᾶται τὸ σῶμα, κἂν ὁτιοῦν ἄλλο πάσχῃ δεινὸν, μακάριζε τὸν τοιοῦτον καὶ ζηλωτὸν εἶναι νόμιζε· ὅταν δὲ ἴδῃς ἕτερον ἐν ἀσελγείᾳ καὶ πονηρίᾳ καὶ τοῖς ἐσχάτοις ζῶντα κακοῖς, καὶ πολλῆς ἀπολαύοντα τιμῆς, ἐπὶ τὸν θρόνον αὐτὸν ἀναβαίνοντα τὸν βασιλικὸν, καὶ διάδημα περικείμενον καὶ ἁλουργίδα ἔχοντα, καὶ τῆς οἰκουμένης ἁπάσης κρατοῦντα, δάκρυσον διὰ τοῦτο τὸν τοιοῦτον καὶ ταλάνιζε. Οὐδὲν γὰρ ὄντως ἀθλιώτερον τῆς οὕτω διακειμένης ψυχῆς, κἂν ἅπασαν ὑποτεταγμένην ἔχῃ τὴν οἰκουμένην. Τί γὰρ ὄφελος ἐν χρήμασι πλουτεῖν, ὅταν κατὰ τὴν ἀρετὴν πάντων πενέστερος ᾖ; τί δὲ κέρδος τοσούτων κρατεῖν, ὅταν ἑαυτοῦ καὶ τῶν ἑαυτοῦ παθῶν περιγενέσθαι μὴ δύνηται; Εἰ γὰρ οὐκ ἀρκεῖ εἰς σωτηρίαν ἡμῖν ἡ καθ' ἡμᾶς αὐτοὺς ἀρετὴ, ἀλλὰ δεῖ καὶ ἑτέρους ἔχοντας ἀπελθεῖν, ὅταν μήτε ἑαυτοὺς μήτε ἑτέρους διασώσωμεν, τί πεισόμεθα; πόθεν λοιπὸν ἐλπίδα σωτηρίας ἕξομεν; Εἰ τὸ εὐαρεστεῖν τῷ Θεῷ, τοῦτό ἐστιν ἄνθρωπον εἶναι· ὁ μηδὲ ὅπως τοῦτο κατορθώσειεν ἀκοῦσαι θέλων, τί ἂν ἕτερον ἢ θηρίον εἴη; Ἐννόησον οὖν ὅσον ἂν εἴη κακὸν, τοῦ Χριστοῦ θέλοντος ἡμᾶς ἐξ ἀνθρώπων ἰσαγγέλους ποιεῖν, αὐτοὺς ἐξ ἀνθρώπων εἰς θηρία μεταπεσεῖν. Τὸ γὰρ τῇ γαστρὶ δουλεύειν, καὶ τῇ τῶν χρημάτων ἐπιθυμίᾳ κατέχεσθαι, καὶ ὀργίζεσθαι καὶ δάκνειν καὶ λακτίζειν, οὐκ ἀνθρώπων, ἀλλὰ θηρίων ἐστίν. Ὥσπερ οὖν εἰς ῥᾳθυμίαν ἀποκλίνοντες καὶ ὑπὸ τῶν τυχόντων βλαπτόμεθα· οὕτως, ἐὰν βουλώμεθα νήφειν, κἂν μυρίοι ὦσιν οἱ πρὸς τὴν κακίαν ἕλκοντες, οὐδὲν ἡμῶν τὴν σπουδὴν λυμήνασθαι δυνήσεται. Εἰ δὲ θέλεις μαθεῖν, ὅτι