ἐθέλειν ἀποφοιτᾷν τῆς συντρόφου φιλοδοξίας, μήτε μὴν τῆς ἐπαράτου φιλοκερδείας. 9Προσέχετε ἀπὸ τῶν Γραμματέων τῶν θελόντων περιπατεῖν ἐν στολαῖς, κ.τ.λ.9 (A f. 266 b) Τῶν Γραμματέων ἀῤῥωστήματα ἦσαν τὸ φιλόκομπον καὶ τὸ φιλοκερδές. Ἵνα τοίνυν τῶν οὕτως αἰσχρῶν αἰτιαμάτων ἔξω που γένηται τῶν ἁγίων μαθητῶν ὁ χορὸς, παρεγγυᾷ χρησίμως, λέ γων· Μὴ ἀνάσχησθε τοῖς ἴσοις ἁλῶναι κακοῖς, μηδὲ τῆς ἐκείνων ἀφιλοθεΐας γένησθε κοινωνοί. Ποῖον γὰρ ἦν τὸ ἔθος αὐτοῖς; Τὸ βαδίζειν ἐν ἀγοραῖς εὖ μὲν περιεσταλμένους, κατασύροντας δὲ βαθεῖαν ὀφρὺν, τὸ τοὺς παρὰ τῶν ὁρώντων ἐπαίνους ζητεῖν, τὸ ἐπί πλαστον ἔχειν τὸ ἦθος, τὸ βαττολογεῖν ἐν προσευχαῖς.
ΚΕΦΑΛ. ΚΑʹ.
Ἀναβλέψας δὲ εἶδε τοὺς βάλλοντας τὰ δῶρα αὐτῶν εἰς τὸ γαζοφυλάκιον πλουσίους.9 (B f. 187 b, E f.150 b) Ἔφη που ὁ Σωτήρ· "Μα κάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται." Τού τους ἐποπτεύει προσφέροντας τὰ δῶρα αὐτῶν εἰς τὸ γαζοφυλάκιον· ἀλλ' ὡς ἐκ πλούτου πολλοῦ, πολλὰ μὲν ἦσαν, ὡς εἰκὸς, τὰ παρ' ἑκάστου καρποφορούμενα· ὀλίγα δὲ πάλιν καὶ τῆς τῶν προκομιζόντων ἀνάξια χειρός. Εἶτα μετ' ἐκείνους γύναιον πτωχείᾳ δεινῇ κατηχθισμένον εἰσέθει, ἐξ ἐράνου μόλις καὶ δὴ σὺν ἱδρῶτι συλλέγον εὐτελεστάτην καὶ ἀποχρῶσαν ἡμέ ρᾳ διατροφήν· εἶτα δύο προσῆγεν ὀβολοὺς, ὥσπερ ἀποκτωμένη τὸν βίον. Ὢ παραδόξου θαύματος! ἡ τὸν παρ' ἑτέρου ἔλεον ζητοῦσα διηνεκῶς, αὐτὴ δανείζει Θεῷ, καρποφόρον αὐτῷ καὶ αὐτὴν ἀποφαίνουσα τὴν πτωχείαν. Νικᾷ τοιγαροῦν τοὺς ἄλλους, καὶ δικαίᾳ ψήφῳ στεφανοῦται παρὰ Θεοῦ. 9Καί τινων λεγόντων περὶ τοῦ ἱεροῦ, ὅτι λίθοις καλοῖς καὶ ἀναθήμασι κεκόσμηται, κ.τ.λ.9 (E f.151, δ φ. 69) Ἐπεδείκνυον τινες τῷ Χριστῷ τὰς ἐν τῷ ναῷ μεγαλουργίας, καὶ τὸν τῶν ἀναθη μάτων κόσμον· ὠήθησαν γὰρ ὅτι θαυμάσει σὺν αὐ τοῖς τὰ ὁρώμενα, καίτοι Θεὸς ὢν καὶ θρόνον ἔχων τὸν οὐρανόν. Ὁ δὲ ἀφίησι μὲν τὸν περὶ αὐτῶν λόγον, προμεμήνυκε δὲ ὅτι ἐκ βάθρων πεσεῖται κατὰ και ροὺς, κατακομιζούσης εἰς τοῦτο αὐτὸν τῆς Ῥωμαίων στρατιᾶς, καὶ ἅπασαν Ἱερουσαλὴμ τὰς τῆς κυριο κτονίας δίκας ἐξαιτούσης τὸν Ἰσραήλ· μετὰ γάρ τοι τὸν τοῦ Σωτῆρος σταυρὸν, ταῦτα συνέβη παθεῖν αὐτούς.(A f. 268 b) Οὐ συνίεσαν δὲ οἱ μαθηταὶ τῶν εἰρημένων τὴν δύναμιν, ἀλλὰ περὶ συντελείας τοῦ αἰῶνος εἰρῆσθαι νομίσαντες, ἤροντο πότε ταῦτα ἔσται, καὶ τί τὸ σημεῖον ὅταν μέλλῃ γίνεσθαι. Τί οὖν ὁ Χριστός; Ἔπεται τῷ σκοπῷ τῶν προσαγόντων τὴν πεῦσιν, καὶ ἀφίησι μὲν τέως τοὺς περὶ τῆς ἁλώσεως τῶν Ἰεροσολύμων λόγους· τοὺς δὲ περὶ συντελείας τοῦ παρόντος αἰῶνος ὑφαίνει, καί φησιν ὅτι πρὸ τῆς ἐξ οὐρανῶν αὐτοῦ καθόδου, προδραμοῦν ταί τινες ψευδόχριστοι καὶ ψευδοπροφῆται, τὸ αὐτοῦ πρόσωπον ἑαυτοῖς περιπλάττοντες, οἷς οὐ χρὴ πεί θεσθαι. Ἠθέλησε μὲν γὰρ ὁ μονογενὴς τοῦ· Θεοῦ Λόγος, ἵνα σώσῃ τὴν ὑπ' οὐρανὸν, καὶ γέννησιν ὑπο μεῖναι τὴν κατὰ σάρκα ἐκ γυναικός· ἦν δὲ τὸ χρῆμα αὐτῷ κένωσις καὶ ταπείνωσις· ὡς οὖν ἑαυτὸν καθεὶς εἰς κένωσιν λανθάνειν ἠξίου· καὶ γοῦν ἐπετίμα τοῖς ἀποστόλοις πρὸ τοῦ τιμίου σταυροῦ, ἵνα μὴ φανερὸν αὐτὸν ποιήσωσιν· ἐδεῖτο γὰρ τοῦ λαθεῖν τῆς μετὰ σαρκὸς οἰκονομίας ὁ τρόπος, ἵνα καὶ τὸν τίμιον ὑπὲρ ἡμῶν ὑπομείνας σταυρὸν ὡς ἄνθρωπος, κατ αργήσῃ τὸν θάνατον, καὶ τῆς κατὰ πάντων τυραν νίδος ἀποσοβήσῃ τὸν Σατανᾶν. Ἡ δὲ δευτέρα καὶ ἐξ οὐρανοῦ καταφοίτησις, οὐ λεληθότως ἔσται καθὰ καὶ πρὸ τούτου, ἀλλ' ἐπίσημός τε καὶ φόβου μεστή· καταβήσεται γὰρ δορυφορούντων αὐτὸν τῶν ἁγίων ἀγγέλων, καὶ ἐν τῇ δόξῃ τοῦ Θεοῦ καὶ Πατρὸς, ἵνα