1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

149

κεῖται θέντων θεῶν, καὶ ἄν τις ἄλλως λέγῃ, μὴ ἀνέχεσθαι τὸ παράπαν ἀκούοντας· γέρων δὲ εἴ τις ξυννοεῖ τῶν παρ' ὑμῖν, πρὸς ἄρχοντά τε καὶ ἡλικιώτην μηδενὸς ἐναντίον νέου ποιεῖσθαι τοὺς τοιούτους λόγους. Ὀρθότατά γε, ὦ ξένε, κελεύεις.» 12.1.3 Εἰκότως δῆτα καὶ ἡ Ἑβραίων προλαβοῦσα γραφὴ τῆς τῶν θείων γραφῶν συνέσεώς τε καὶ θεωρίας τὴν πίστιν προτάττει δι' ὧν φησιν· «Ἐὰν μὴ πιστεύσητε, οὐδὲ μὴ συνῆτε.» καὶ αὖθις· «Ἐπίστευσα, διὸ καὶ ἐλάλησα.» 12.1.4 ἔνθεν καὶ παρ' ἡμῖν τοῖς μὲν ἄρτι εἰσαγομένοις καὶ τὴν ἕξιν ἀτελέσιν, ὡς ἂν τὰς ψυχὰς νηπίοις, ἁπλούστερον ἡ ἐν ταῖς θείαις γραφαῖς ἀνάγνωσις παραδίδοται μετὰ τοῦ δεῖν πιστεύειν ὡς θεοῦ λόγοις τοῖς ἐμφερομένοις παρακελεύεσθαι, τοῖς δὲ τὴν ἕξιν προβεβηκόσι καὶ πολιοῖς τὸ φρόνημα ἐμβαθύνειν καὶ δοκιμάζειν τὸν νοῦν τῶν λεγομένων ἐπιτέτραπται. τούτους δὲ παισὶν Ἑβραίων δευτερωτὰς φίλον ἦν ὀνομάζειν, ἑρμηνευτὰς ὥσπερ καὶ ἐξηγητὰς ὄντας τῆς τῶν γραφῶν διανοίας.

12.2.1 βʹ. ΟΤΙ ΜΕΓΙΣΤΗ ΤΩΝ ΑΡΕΤΩΝ ΚΑΙ ΚΑΤΑ ΠΛΑΤΩΝΑ Η ΠΙΣΤΙΣ ΤΥΓΧΑΝΕΙ

«Οὐκοῦν τὰ μετὰ ταῦτα εἴποιμεν ἡμεῖς ὅτι σὺ μὲν ἐπαινεῖς, ὡς ἔοικας, ὦ Τυρταῖε, μάλιστα τοὺς πρὸς τὸν ὀθνεῖόν τε καὶ ἔξωθεν πόλεμον γιγνομένους ἐπιφανεῖς. φαίη ταῦτα ἄν που καὶ ὁμολογοῖ; Τί μήν; 12.2.2 Ἡμεῖς δέ γε ἀγαθῶν ὄντων τούτων ἔτι φαμὲν ἀμείνους εἶναι καὶ πολὺ τοὺς ἐν τῷ μεγίστῳ πολέμῳ γιγνομένους ἀρίστους διαφανῶς. ποιητὴν δὲ καὶ ἡμεῖς μάρτυρα ἔχομεν Θέογνιν, πολίτην τῶν ἐν Σικελίᾳ Μεγαρέων, ὅς φησι· πιστὸς ἀνὴρ χρυσοῦ τε καὶ ἀργύρου ἀντερύσασθαι ἄξιος ἐν χαλεπῇ, Κύρνε, διχοστασίῃ. 12.2.3 τοῦτον δέ φαμεν ἐν πολέμῳ χαλεπωτέρῳ ἀμείνονα ἐκείνου πάμπολυ γίγνεσθαι, σχεδὸν ὅσον ἀμείνων δικαιοσύνη καὶ σωφροσύνη καὶ φρόνησις εἰς ταὐτὸν ἐλθοῦσαι μετὰ ἀνδρίας αὐτῆς μόνον ἀνδρίας. πιστὸς μὲν γὰρ καὶ ὑγιὴς ἐν στάσεσιν οὐκ ἄν ποτε γένοιτο ἄνευ ξυμπάσης ἀρετῆς· διαβάντες δὲ εὖ καὶ μαχόμενοι ἐθέλοντες ἀποθνήσκειν ἐν ᾧ πολέμῳ φράζει Τυρταῖος, τῶν μισθοφόρων εἰσὶ πάμπολλοι, ὧν οἱ πλεῖστοι γίγνονται θρασεῖς καὶ ἄδικοι καὶ ὑβρισταὶ καὶ ἀφρονέστατοι σχεδὸν ἁπάντων, ἐκτὸς δή τινων εὖ μάλα ὀλίγων. 12.2.4 ποῖ δὴ τελευτᾷ νῦν ἡμῖν οὗτος ὁ λόγος; καὶ τί φανερόν ποτε ποιῆσαι βουληθεὶς λέγει ταῦτα; δηλονότι τόδε, ὡς παντὸς μᾶλλον καὶ ὁ τῇδε ὁ παρὰ ∆ιὸς νομοθέτης πᾶς τε, οὗ καὶ σμικρὸν ὄφελος, οὐκ ἄλλο ἢ πρὸς τὴν μεγίστην ἀρετὴν μάλιστα βλέπων ἀεὶ θήσει τοὺς νόμους· ἔστι δ', ὥς φησι Θέογνις, αὕτη πιστότης ἐν τοῖς δεινοῖς, ἥν τις δικαιοσύνην ἂν τελείαν ὀνομάσειε.» 12.2.5 Καὶ παρ' ἡμῖν ὁ σωτήριος λόγος ὁμοῦ συζεύξας τῇ πίστει τὴν φρόνησιν τὸν κατ' ἀμφότερα κεκοσμημένον τοῖς αὑτοῦ λόγοις ἐγκρίνει λέγων· «Τίς ἄρα ἔσται ὁ πιστὸς καὶ φρόνιμος οἰκονόμος;» καὶ αὖθις· «Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ, ἐπὶ ὀλίγα ἦς πιστός, ἐπὶ πολλῶν σε καταστήσω.» σαφῶς γοῦν ἐν τούτοις οὐ τὴν ἄλογον πίστιν ἀποδέχεσθαι παρίστησιν, ἀλλὰ τὴν ταῖς μεγίσταις ἀρεταῖς συνεζευγμένην, εἰ δὴ τοιαῦται φρόνησις καὶ ἀγαθωσύνη.

12.3.1 γʹ. ΟΤΙ ΠΙΣΤΕΥΕΙΝ ∆ΕΙ ΤΟΙΣ ΠΕΡΙ ΨΥΧΗΣ ΛΕΓΟΜΕΝΟΙΣ ΚΑΙ ΤΟΙΣ ΑΛΛΟΙΣ ΤΟΙΣ ΠΕΡΙ ΤΩΝ ΤΟΙΟΥΤΩΝ ΛΟΓΟΙΣ ΑΠΟ ΤΟΥ ΙΑʹ ΤΩΝ ΝΟΜΩΝ·

«Εἴς τινα γὰρ οὖν μοι καιρὸν φαινόμεθα τοὺς ἔμπροσθεν λόγους διεξελθεῖν, ὡς