κρίνῃ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ. Οὐκοῦν ὅταν 72.897 τινὲς ἐγερθῶσι ψευδόχριστοι καὶ ψευδοπροφῆται, μὴ πορευθῆτε ὀπίσω αὐτῶν.(A f. 269, E f.151) Ἢ καὶ τέλος τὸ κοινόν φησι; καὶ τὴν παγκόσμιον συντέλειαν. ∆ίδωσι σημεῖα σαφῆ τε καὶ ἐναργῆ τῆς συντελείας τοῦ κόσμου. Πόλεμοι γὰρ ἔσονται, φησὶν, καὶ κατα στασίαι, καὶ λιμοὶ καὶ φόβητρα ἀπ' οὐρανοῦ. Ὡς γὰρ ἕτερός φησι τῶν εὐαγγελιστῶν, πάντα τὰ ἄστρα πεσεῖται, εἰλιχθήσεται ὁ οὐρανὸς ὡς βιβλίον, αἱ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται. ∆ιὰ μέσου μέντοι τίθησιν ὁ Σωτὴρ τὰ περὶ τῆς ἁλώσεως τῶν Ἱερο σολύμων, καὶ τὸν λόγον κεράννυσι λέγων· 9Πρὸ δὲ τούτων πάντων ἐπιβαλοῦσιν ἐφ' ὑμᾶς τὰς χεῖρας αὐτῶν καὶ διώξουσι, κ.τ.λ.9 (E f.151, δ φ. 69 b) Πρὸ γὰρ τῶν τῆς συντελείας καιρῶν, ἥλω μὲν ἡ τῶν Ἰουδαίων χώρα, καταδρα μούσης αὐτὴν τῆς Ῥωμαίων στρατιᾶς, ἐμπέπρησται δὲ ὁ ναὸς, κατεσείσθη τὰ παρ' αὐτοῖς βασίλεια, πέ παυται τῆς κατὰ νόμον λατρείας ἡ δύναμις. Πρὶν δὲ ταῦτα συμβῆναι, ἐδιώχθησαν παρ' αὐτῶν οἱ μακά ριοι μαθηταὶ, δεσμῶται γεγόνασι, ἤχθησαν ἐπ' ἄρ χοντας, ἐπέμφθησαν ἐπὶ βασιλέας· ἀπεστάλη γοῦν ὁ Παῦλος εἰς Ῥώμην πρὸς Καίσαρα, καὶ Φήστῳ παρέστη καὶ Ἀγρίππᾳ· πλὴν γέγονεν αὐτοῖς εἰς μαρτύριον, τουτέστιν, εἰς μαρτυρίου δόξαν, τὰ ἐπενη νεγμένα. 9Θέσθε οὖν εἰς τὰς καρδίας ὑμῶν μὴ προμελετᾷν ἀπολογηθῆναι.9 (E f.151, δ φ. 69 b) Παρεγγυᾷ, ὅτι Μὴ προμελε τᾶτε μέλλοντες ἀπολογεῖσθαι. "Λήψεσθε γὰρ, φησὶ, παρ' ἐμοῦ σοφίαν καὶ γλῶσσαν ἄμαχον καὶ ἀκατα γώνιστον τοῖς ἀντικειμένοις ὑμῖν." Ἀποκείρων δὲ καὶ τῆς ἀνθρωπίνης μικροψυχίας τὰς ἀφορμὰς, παραδοθήσεσθαί φησιν αὐτοὺς παρὰ τῶν οἰκειοτά των, πλὴν ὅτι πάντη τε καὶ πάντως σωθήσονται παρ' αὐτοῦ· ἐπάγει γοῦν· "Παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων, καὶ ἀδελφῶν, καὶ φίλων, καὶ τῶν ἐκ γένους."(A f. 270, E f.151) Πλὴν ὅτι πάντη τε καὶ πάντως σωθήσονται παρ' αὐτοῦ. "Θρὶξ γὰρ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐκ ἀπολεῖται," φησί. Σαφε στέραν δὲ ποιῶν τὴν προαγόρευσιν τῆς ἁλώσεως, ἐπάγει·" Ὅταν δὲ ἴδητε κυκλουμένην ὑπὸ στρατο πέδων τὴν Ἱερουσαλὴμ, τότε γνῶτε ὅτι ἤγγικε ἡ ἐρήμωσις αὐτῆς." Εἶτα μεθίστησι πάλιν τοὺς λό γους ἐπὶ τὸν τῆς συντελείας καιρόν. Γέγραπται ἐν ταῖς πράξεσιν, ὅτι μετὰ τὴν ἀνάστασιν ἐγένετο λιμὸς μέγας ἐπὶ Κλαυδίου Καίσαρος, καὶ σεισμοὶ πολλοὶ ἐγένοντο. Ἃ γὰρ ἑωράκατε ἐπ' ἐμοὶ γινόμενα, προσ δοκήσατε καὶ ἐφ' ὑμῖν. 9Ἐπὶ τῆς γῆς συνοχὴ ἐθνῶν.9 (B f. 191 b) Ἀρχομένης γὰρ ὥσπερ τῆς κτίσεως ἐναλλάττεσθαι, συνοχή τις ἔσται δεινὴ καὶ ἀπόψυξις εἰς θάνατον· τὸ γὰρ ἐπερχόμενον ἀφόρητον δεῖμα, πολλοῖς ἀρκέσει πρὸς ὄλεθρον. 9Τότε ὄψονται τὸν Υἱὸν τοῦ ἀνθρώπου ἐρχό μενον ἐν νεφέλη. (A f. 272, E f.151 b, Ε f. 315) Πῶς δὲ ἐλεύσεται; πῶς ἥξει; Ὡς αὐτὸς ἐδήλωσεν [καὶ] ἀλλαχοῦ λέγων· "Καὶ τότε ὄψονται τὸν Υἱὸν τοῦ ἀνθρώπου ἐρχόμε 72.900 νον ἐν νεφέλαις, μετὰ δυνάμεως καὶ δόξης πολλῆς." Ἐλεύσεται γὰρ οὐκέτι ἐν ὑφέσει, οὐδὲ ἐν μικροπρε πείᾳ τῇ καθ' ἡμᾶς, ἀλλ' ἐν δόξῃ καὶ δυνάμει θεό τητος. Κατ' ἀμφοτέρων δὲ ἀκούσῃ τὸ πολλῆς· μετὰ δυνάμεως γὰρ πολλῆς καὶ δόξης πολλῆς τὴν δευτέ ραν αὑτοῦ ποιήσεται θεοφάνειαν, ἐπεὶ τὴν προτέραν μετὰ ἀσθενείας καὶ ἀτιμίας ἐποιήσατο, ὅσον κατὰ τὸ τοῖς πολλοῖς ὁρώμενον. ∆ιὰ τί δὲ ἐν νεφέλῃ; Ὅτι οὔτως ἀεὶ φαίνεται ὁ Θεός· "Νεφέλη γὰρ καὶ γνόφος κύκλῳ αὐτοῦ." Καί· "Κύριος κάθηται ἐπὶ νεφέλης κούφης." Καὶ πάλιν· "Ὁ τιθεὶς νέφος τὴν ἐπίβασιν αὐτοῦ." Καὶ, "Νεφέλη ὑπέλαβεν αὐτὸν ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν." Καὶ, "Ὡς Υἱὸς ἀνθρώπου ἐρχό μενος ἐπὶ τῶν νεφελῶν." Οὕτω γοῦν αὐτὸν καὶ ∆α νιὴλ θεωρεῖ· οὕτω καὶ τότε ἐλεύσεται οὐ λεληθότως, ἀλλ' ὡς Θεὸς καὶ Κύριος ἐν δόξῃ θεοπρεπεῖ, καὶ πάντα μεταστήσει πρὸς τὸ ἄμεινον· ἀναβιώσονται γὰρ οἱ νεκροὶ, καὶ ἀποδύσεται τὴν φθορὰν τὸ ἐκ γῆς τοῦτο εὐάλωτον τοῖς πάθεσι σῶμα· ἐνδύσεται δὲ τὴν ἀφθαρσίαν, Χριστοῦ νέμοντος αὐτὴν, καὶ συμμόρφους τῷ σώματι τῆς δόξης αὐτοῦ τοὺς εἰς αὐτὸν