πιστεύοντας ἀποφαίνοντος. ∆ιὸ καὶ ἀπολύτρω σιν ἡμῶν αὐτὸς τὸ πρᾶγμα καλεῖ, λέγων· "Ἀρχο μένων δὲ τούτων γίνεσθαι, ἀνακύψατε καὶ ἐπάρατε τὰς κεφαλὰς ὑμῶν, διότι ἐγγίζει ἡ ἀπολύτρωσις ὑμῶν." Ὥσπερ γὰρ εἰ λέγοι τις περὶ ἀνθρώπου, ὅτι παρὰ τοῦ Πατρὸς ἔλαβε τὸ λογικὸς εἶναι, ἐκ λογι κοῦ σημαίνει καὶ αὐτὸν λογικὸν γεννηθῆναι· οὕτω καὶ ὁ μονογενὴς ἐκ Θεοῦ Θεὸς, καὶ ἐκ τοῦ κρίνοντος πᾶσαν τὴν γῆν προῆλθε κριτής. Καὶ οὐκ ἐπειδὴ πᾶ σαν τὴν κρίσιν δέδωκεν τῷ Υἱῷ ὁ Πατὴρ, αὐτὸς τῆς δεσποτείας ἐψίλωται· ἀχώριστος γὰρ ὁ Μονογενὴς τοῦ Θεοῦ, ὡς τὸ φῶς τοῦ ἡλίου· ἔστι γὰρ ἐν αὐτῷ φυσικῶς· καὶ πάντα ὅσα ἔχει ὁ Πατὴρ, τοῦ Υἱοῦ ἐστι, καὶ ἀνάπαλιν. 9Ἴδετε τὴν συκῆν καὶ πάντα τὰ δένδρα. (δ. φ. 71) Εἰπὼν τὴν παραβολὴν τῆς συκῆς, εὐ θέως ἐπάγει· "Γινώσκετε ὅτι ἐγγύς ἐστιν ἡ βασι λεία τοῦ Θεοῦ." Τὸ δὲ τοιοῦτο διδάσκει, ὅτι οὔπω πρὸς τὸ ἔσχατον τέλος ἥκει τὰ πράγματα, τούτων γινομέ νων, ἀλλ' ὁδεύει πρὸς τὸ τέλος ἤδη, καθάπερ ἐπὶ τὸν καρπὸν ὁδεύει ἡ συκῆ τοὺς κλάδους ἁπαλυνομένη, καὶ τὰ φύλλα ἐκφύουσα· οὕτω γὰρ δὴ καὶ ἡ τοῦ Κυρίου παρουσία καταργοῦσα πᾶσαν ἀρχὴν καὶ ἐξ ουσίαν, παρασκευάζει τῇ βασιλείᾳ τοῦ Θεοῦ. Εἶτά φησιν· "Ἀμὴν λέγω ὑμῖν, ὅτι οὐ μὴ παρέλθῃ γε νεὰ αὕτη, ἕως ἂν πάντα γένηται." Γενεὰν δέ φησι, οὐ τοὺς τότε ἀνθρώπους, ἀλλὰ τοὺς ὁμοίους τῷ τρό πῳ. Ἐν δὲ τῷ λέγειν, ὅτι ἀδύνατον τοὺς λόγους παρ ελθεῖν, καὶ τὴν τῶν στοιχείων συντέλειαν προαγο ρεύει ἤδη. Ἀδύνατον γὰρ, φησὶν, τοὺς λόγους μου παρελθεῖν, καίτοι καὶ τῶν στοιχείων παρερχομένων· ἐγὼ μὲν γὰρ ἀληθεύων, ὅτι ἥξει ἡμέρα, καὶ ταῦτα γενήσεται, καὶ οὐκ ἐγχωρεῖ μὴ γενέσθαι ἃ λέγω· "Προσέχετε δὲ, φησὶν, μὴ βαρηθῶσιν ὑμῶν οἱ τῆς 72.901 διανοίας ὀφθαλμοί·" μέριμνα γὰρ βιωτικὴ καὶ κραι πάλη καὶ μέθη ἐξορίζει τὴν σύνεσιν, καὶ τὴν εἰς Θεὸν πίστιν καὶ φόβον ἀμαυροῖ. Χρεία οὖν ἀγρυ πνίας τοιαύτης καὶ προσοχῆς, ἵνα μὴ αἰφνίδιος ἐπ έλθῃ ἡ ἡμέρα ἐκείνη ὥσπερ παγὶς πρὸς ὑμᾶς μηδὲν ὠφεληθέντας ἐκ τοῦ προακηκοέναι. 9Ἦν δὲ τὰς ἡμέρας ἐν τῷ ἱερῷ διδάσκων.9 (A f. 275) Τίνα δὲ ἦν ἃ ἐδίδασκεν, ἢ πάντως που τὰ ὑπὲρ τὴν νομικὴν λατρείαν; Ἐνειστήκει γὰρ καιρὸς τοῦ τὴν σκιὰν μεταπλάττεσθαι εἰς ἀλήθειαν· ὁ δὲ ὄχλος ἥδιστα ἠκροᾶτο· τεθαυμάκασι γὰρ αὐτὸν πλειστάκις, ὅτι ἐν ἐξουσίᾳ ἦν ὁ λόγος αὐτοῦ· ὡς αὐ τὸς γὰρ ὑπάρχων ὁ πάλαι λαλῶν διά τε Μωϋσέως, καὶ τῶν προφητῶν, καὶ τῶν ὅλων Κύριος, μεθίστη μετ' ἐξουσίας πρὸς τὴν πνευματικὴν λατρείαν τὰ ἐν τύποις κεχρησμῳδημένα. Ηὐλίζετό γε μὴν εἰς τὸ ὄρος τῶν Ἐλαιῶν, τοὺς ἐν τῇ πόλει θορύβους παρ αιτούμενος, ἵνα ἡμῖν κἀν τούτῳ γένηται τύπος· τῷ γε μὴν ὄχλῳ ὀρθρίζοντι πρὸς αὐτὸν, προσῆκε λέγειν τὸ τοῦ ∆αβίδ· "Ὁ Θεὸς, ὁ Θεός μου, πρὸς σὲ ὀρ θρίζω· ἐδίψησέ σε ἡ ψυχή μου." Περὶ τῆς ἑορτῆς τῶν ἀζύμων ὅτι ἤγγιζε, καὶ ὅτι ἐζήτουν οἱ ἀρχιερεῖς ἀνελεῖν αὐτὸν, καὶ ὅτι εἰσῆλθεν ὁ Σατανᾶς εἰς τὸν Ἰούδαν, καὶ ὅτι συνεφώνησε τοῦ παραδοῦναι αὐτὸν, καὶ ὅτι ἐζήτει ἐπὶ τοῦτο εὐκαιρίαν, ἕως, "Καὶ οἱ δώδεκα ἀπόστολοι σὺν αὐτῷ," προεγράφη εἰς τὸ κατὰ Ματθαῖον.
ΚΕΦΑΛ. ΚΒʹ.
Ἤγγιζε δὲ ἡ ἑορτὴ τῶν ἀζύμων, ἡ λεγομένη Πάσχα.9 (A f. 278) Θέα δὲ ὅτι ἄνωθεν ἡμῖν ὁ Σωτὴρ ἐνο μοθέτει τὰ κάλλιστα καὶ τὰ συμφέροντα, καὶ διὰ νόμου καὶ προφητῶν σύμβουλος ἡμῖν ἀγαθὸς εἰς σωτηρίαν ἐγίνετο· ἀλλὰ τότε μὲν δι' αἰνίγματος καὶ σκιᾶς διὰ τὴν τῶν ἀκροωμένων ἀσθένειαν· νυνὶ δὲ γυ μνὴν ἡμῖν παρατιθεὶς τὴν ἀλήθειαν, καὶ αὐτὴν τῶν πραγμάτων εἰς μέσον ἄγει τὴν εἰκόνα· ἔδει γὰρ ὄν τως διὰ μὲν τῶν θεραπόντων διακονεῖσθαι τοὺς τύ πους διὰ δὲ τοῦ πάντων ∆εσπότου τὴν ἀλήθειαν·