ἐπεὶ καὶ αὐτὸς ἦν ὁ λέγων περὶ ἑαυτοῦ· "Ἐγώ εἰμι ἡ ἀλήθεια." Ἀποκεκινημένης τοιγαροῦν τῆς σκιᾶς, εἰσίτω λοιπὸν ἡμῖν τῆς ἀληθείας ἡ δύναμις· φαινέ σθω τῶν δι' αἰνίγματος εἰρημένων ὁ τύπος ἐναργέ στερος. Ἰουδαῖοι μὲν οὖν σφάλλονται καὶ πλανῶνται, καὶ τῶν δεόντων ἐκπίπτουσι λογισμῶν, ἀζύμους ἄρ τους παρατιθέμενοι· οὐκ ἀκούουσι δὲ, ὡς εἰκὸς, τοῦ Παύλου λέγοντος· "Βρῶμα ἡμᾶς οὐ παρίστησι τῷ Θεῷ," καὶ τὰ ἑξῆς· οὐδὲ τοῦ Σωτῆρος· "Οὐκ οἴδατε ὅτι πᾶν τὸ εἰσερχόμενον εἰς τὸ στόμα, εἰς τὴν κοι λίαν χωρεῖ, καὶ εἰς ἀφεδρῶνα ἐκβάλλεται;" Ἡμεῖς δὲ πνευματικοῖς τὰ πνευματικὰ συγκρίνομεν· ὡς ζύμην, τὴν κακίαν ἀποφεύγοντες, καὶ πράξεις ἀγα θὰς ἐπιτηδεύοντες, ἵνα σὺν Χριστῷ ὡς ἐν ἀνωγαίῳ 72.904 εἰς τὴν ἄνω Ἱερουσαλὴμ ἀνακλιθησόμεθα· ἢν Ἡσαΐας ἀποθαυμάζων ἔλεγεν, ὡς πρὸς ἡμᾶς τοὺς μέλλοντας εἰς ἐκείνην ἔσεσθαι τὴν πόλιν· "Οἱ ὀφθαλμοί σου ὄψονται Ἱερουσαλήμ· πόλις πλουσία, σκηναὶ αἲ οὐ μὴ σεισθῶσιν, οὐδὲ τὰ σχοινία αὐτῆς οὐ μὴ διαῤῥα γῶσιν." Ἡ μὲν γὰρ παρὰ ἀνθρώποις εὐθυμία, εἰς ὀλίγον ἀντέχει, ἀποῤῥήγνυται δὲ ὀλίγης τινὸς μεταξὺ γενομένης μεταβολῆς· αἱ δὲ ἐν τοῖς οὐρανοῖς μοναὶ καὶ τὸ παρ' αὐταῖς ἀγαθὸν, γενναῖον ἔχει τὸν τόνον, τῇ τοῦ Θεοῦ βουλήσει διακρατούμενον. Ἵνα τοίνυν ἐν ταῖς οὕτω ἀξιαγάστοις καταλύσωμεν μοναῖς, καὶ συν εορτάσωμεν τῷ Χριστῷ, καθαρὰν ἐπιτελέσωμεν τὴν νηστείαν, μὴ βρωμάτων [ἀποχῇ] συμμετροῦντες αὐ τῆς τὴν δύναμιν, ἀλλ' ὥσπερ ἀναχωροῦμεν περιέργου τραπέζης, καὶ τῆς ἄλλης τρυφῆς ἀναχωρήσωμεν καὶ ποικιλίας κακῶν. 9Ἀπέστειλε Πέτρον καὶ Ἰωάννην εἰπών· Πορευθέντες ἑτοιμάσατε ἡμῖν τὸ πάσχα, ἵνα φάγωμεν.9 (A f. 278 b) Φασὲκ ὁ τῆς ἑορτῆς ὠνομάζετο και ρὸς, δηλοῖ δὲ διάβασιν. Ὥσπερ οὖν τῆς Αἰγυπτίων δουλείας ὁ Ἰσραὴλ ἀπηλλάττετο, εἰς τὴν τῆς ἐπαγγε λίας ἐρχόμενος γῆν, διὰ θαλάσσης μέσης βαδίζων ἀβρόχῳ ποδί· οὕτω καὶ ἡμᾶς δεῖ καθάπερ τινὰ θά λατταν διαπεραιοῦσθαι νεανικῶς, τὸν εἰκαῖον τοῦ παρόντος βίου περισπασμόν. ∆ιαβαίνομέν γε μὴν ἐκ φιλοσαρκίας εἰς ἐγκράτειαν, ἐξ ἀγνωσίας τῆς πάλαι εἰς θεογνωσίαν τὴν ἀληθῆ, ἐκ θανάτου εἰς ἀφθαρ σίαν.(A f. 279, δ φ. 72) Ἴδωμεν τοὺς τύπους τι μῶσαν ἔτι τὴν ἀλήθειαν. Ἐλθούσης γὰρ, φησὶ, τῆς ἡμέρας, καθ' ἣν ἔδει θύεσθαι τὸ πάσχα, δύο τινὰς ἀπολέγδην τῶν ἁγίων ἀποστόλων (ἦσαν δὲ Πέ τρος καὶ Ἰωάννης) πέπομφεν ἐν τῇ πόλει, εἰπὼν αὐ τοῖς τὰ προγεγραμμένα· καίτοι τί δή ποτε οὐ τὸν ἄνθρωπον ἐναργῶς καταμεμήνυκε τοῖς ἀπεσταλ μένοις; Οὐ γὰρ ἔφη πρὸς τὸν δεῖνα τυχὸν, ἀλλὰ σημεῖον δέδωκεν, ἄνθρωπον ἁπλῶς κεράμιον σκεῦος πεφορτισμένον. Τί οὖν πρὸς τοῦτό φαμεν; Ἤδη τοῖς Ἰουδαίοις ὑποσχόμενος ἦν ὁ προδότης παραδώσειν αὐτόν. Ἵνα τοίνυν μὴ μάθῃ τὸν ἄνθρωπον, καὶ δραμὼν ἀπαγγείλῃ τοῖς μισθωσαμένοις, δίδωσι ση μεῖον· ἔτι γὰρ ἐπλάττετο τὴν μαθητοῦ εὔνοιαν ἔχειν, μιαιφονίαν ὠδίνων. "Ὑπαντήσει γὰρ, φησὶν, ὑμῖν ἄνθρωπος κεράμιον ὕδατος βαστάζων." Ἢ τάχα που καὶ μυστικόν τι καὶ ἀναγκαῖον διὰ τούτου δηλῶν· ἔνθα γὰρ ἂν εἰσέλθοι τὸ ὕδωρ (δῆλον δὲ ὅτι τὸ τοῦ ἁγίου βαπτίσματος), ἐκεῖ κατα λύσει Χριστός· παντὸς γὰρ ἡμᾶς ἀπαλλάττει ῥύπου, ὥστε καὶ ναὸν ἡμᾶς ἅγιον γενέσθαι Θεοῦ, καὶ τῆς θείας αὐτοῦ φύσεως κοινωνοὺς διὰ μετοχῆς τοῦ ἁγίου Πνεύματος· οὐκ ἂν δὲ ἁμάρτοι τις τοῦ 72.905 ἀληθοῦς, καὶ ἀγγεῖον [Cod.9 ἀνάγειον] εἶναι λέγων τοῦ ἁγίου Πνεύματος, παντὸς ἁγίου ψυχήν. "Καυ χάσθω γὰρ, φησὶν, ὁ ἀδελφὸς ὁ ταπεινὸς ἐν τῷ ὕψει αὐτοῦ." 9Καὶ ὅτε ἐγένετο ἡ ὥρα, ἀνέπεσε, καὶ οἱ δώδεκα ἀπόστολοι σὺν αὐτῷ.9 (A f. 279) Ἑτοιμάσασι τὸ Πάσχα τοῖς μαθηταῖς συνειστιᾶτο Χριστός· ἀνεξικακῶν δὲ τῷ προδότῃ φη σίν· "Ἐπεθύμησα τοῦτο τὸ Πάσχα φαγεῖν μεθ' ὑμῶν." Τί δὲ τοῦτο δηλοῖ; Καιρὸν ἐζήτει τῆς προ δοσίας ὁ φιλάργυρος μαθητής· ἵνα δὴ μὴ πρὸ τῆς ἑορτῆς τοῦ Πάσχα τοῖς φονῶσιν αὐτῶν παραδῷ, οὐ διαμεμήνυκεν ὁ Σωτὴρ ἢ τὸν οἶκον, ἢ τὸν ἄνθρωπον, παρ' ᾧ τὸ Πάσχα πεπλήρωκεν.