1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

152

πονηρὸς ἂν ἐπὶ τοῖς ἐναντίοις ὑποπτεύηται, οὐδὲν ἐντεῦθεν κερδανεῖ, ἀλλὰ καὶ κρῖμα ἕξει μεῖζον, καὶ εἰς πλείονα ἥξει ῥᾳθυμίαν. Ὁ μὲν γὰρ ὢν τοιοῦτος καὶ ὑποπτευόμενος, κἂν ταπεινωθείη καὶ ἐπιγνοίη τὰ ἁμαρτήματα ἑαυτοῦ· ὅταν δὲ λανθάνῃ, καὶ εἰς ἀναλγησίαν ἐκπίπτει. Εἰ γὰρ πάντων κατηγορούντων μόλις διανίστανται οἱ πλημμελοῦντες εἰς τὸ κατανύττεσθαι· ὅταν μὴ μόνον κατηγορῶσιν, ἀλλὰ καὶ ἐπαινῶσί τινες αὐτοὺς, πότε ἀναβλέψαι δυνήσονται; Ὥστε οὐ δυνατὸν τοὺς ἐν ἀρετῇ ὄντας παρὰ πάντων ἀκούειν καλῶς, οὐδὲ ἔστι τὸν ἀρετῆς ἐπιμελούμενον μὴ πολλοὺς ἔχειν ἐχθρούς· ἡ γὰρ παρὰ πάντων εὐφημία τεκμήριον ἂν εἴη μέγιστον τοῦ μὴ πολὺν τῆς ἀρετῆς ποιεῖσθαι λόγον. Πῶς γὰρ παρὰ πάντων ἐπαινεθείη ὁ τοιοῦτος, εἰ βούλοιτο τοὺς ἀδικουμένους ἐξαρπάζειν τῶν ἀδικούντων; Πάλιν, εἰ βούλοιτο διορθοῦν τοὺς ἁμαρτάνοντας, καὶ ἐπαινεῖν τοὺς κατορθοῦντας, οὐκ εἰκὸς τοὺς μὲν ἐπαινεῖν, τοὺς δὲ ψέγειν; Ὥστε τὸν μετὰ ἀκριβείας τὴν ἀρετὴν μετιόντα, καὶ τὸν παρὰ τοῦ Θεοῦ μόνον δεχόμενον ἔπαινον, ἀδύνατον ἂν εἴη παρὰ πάντων ἀνθρώπων ἐπαινεῖσθαι καὶ καλῶς ἀκούειν. Πολλὴν γὰρ ἀεὶ τὴν μανίαν ἐπιδείκνυται ἡ κακία κατὰ τῆς ἀρετῆς· ἀλλ' οὐ μόνον οὐδὲν αὐτὴν βλάπτει, ἀλλὰ καὶ τῷ πολεμεῖν ἰσχυροτέραν ταύτην ἀπεργάζεται. Τοσαύτη γὰρ τῆς ἀρετῆς ἡ ἰσχὺς, ὅτι καὶ ἐν τῷ πάσχειν τῶν τοιούτων περιγίνεται, καὶ ἐν τῷ πολεμεῖσθαι τῶν πολεμούντων ἀνωτέρα καθίσταται. Ἐννόησον γάρ μοι τὸν Ἄβελ· οὐχὶ ἀνῃρέθη ὑπὸ τοῦ Κάϊν; ἀλλ' ὁ μὲν ἀναιρεθεὶς ἐξ ἐκείνου μέχρι τοῦ νῦν ἀνακηρύττεται καὶ στεφανοῦται, καὶ ὁ τοσοῦτος χρόνος τὴν μνήμην οὐκ ἐμάρανεν· ὁ δὲ ἀνελὼν καὶ περιγενόμενος καὶ τότε ζωὴν βαρυτέραν θανάτου ὑπέμεινε, καὶ ἐξ ἐκείνου μέχρι τοῦ νῦν στηλιτεύεται, καὶ τὰς παρὰ πάντων κατηγορίας δέχεται. Καὶ ταῦτα μὲν ἐν τῷ παρόντι βίῳ· τὰ δὲ ἐν τῷ μέλλοντι αἰῶνι ποῖος λόγος, ποία διάνοια παραστῆσαι δυνήσεται; Ἄκουσον δὲ καὶ τοῦ Χριστοῦ λέγοντος· Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ζύμῃ, ἣν λαβοῦσα γυνὴ ἔκρυψεν εἰς ἀλεύρου σάτα τρία. Ὥστε ζύμης δύναμιν ἔχουσιν οἱ δίκαιοι, ἵνα πρὸς τὴν ἑαυτῶν ποιότητα τοὺς πονηροὺς μεταστήσωσιν. Ἀλλ' ὀλίγοι οἱ δίκαιοι· καὶ γὰρ καὶ ἡ ζύμη μικρά· ἀλλ' ἡ μικρότης ἐκείνη ἅπαν τὸ φύραμα πρὸς ἑαυτὴν μεθίστησι διὰ τῆς ἐνούσης αὐτῇ δυνάμεως. Οὕτω καὶ ἡ 63.762 δύναμις τῶν δικαίων οὐκ ἐν τῇ ποσότητι τοῦ ἀριθμοῦ, ἀλλ' ἐν τῇ τοῦ Πνεύματος χάριτι τὴν ἰσχὺν ἔχει· καὶ ὅπως, ἄκουε. ∆ώδεκα ἦσαν οἱ ἀπόστολοι· εἶδες πῶς μικρὰ ἡ ζύμη; ὅλη ἡ οἰκουμένη ἐν ἀπιστίᾳ ἦν· εἶδες πόσον τὸ φύραμα; ἀλλ' ἐκεῖνοι οἱ δώδεκα πᾶσαν τὴν οἰκουμένην εἰς ἑαυτοὺς ἐπέστρεψαν. Καὶ γὰρ καὶ ἡ ζύμη καὶ τὸ φύραμα τῆς αὐτῆς φύσεως, ἀλλ' οὐ τῆς αὐτῆς ποιότητος. Εἰ δὲ βούλει καὶ ἑτέρωθεν γνῶναι ὅσον δύναται πλέον παῤῥησία δικαίου δυναστείας τυραννικῆς, τοῦ Ἰωάννου ἄκουσον λέγοντος τῷ Ἡρώδῃ· Οὐκ ἔξεστί σοι ἔχειν τὴν τοῦ ἀδελφοῦ σου γυναῖκα. Ὁ Ἡρώδης, βασιλεὺς, δορυφόρους ἔχων, πλοῦτον περιβεβλημένος, δυναστεύων δυναστείαν βασιλικήν· ὁ Ἰωάννης, πτωχὸς, ἀνέστιος, ἄπολις, ἀκτήμων, ἄσιτος, ἀκρίδας ἐκ βοτανῶν ἐσθίων καὶ μέλι ἄγριον. Ἀλλ' οὗτος ὁ πτωχὸς, ὁ ἐν ταῖς ἐρήμοις πορευόμενος, τῷ τῶν πολυάνδρων ἄρχοντι πόλεων ἐξ αὐθεντίας προστάττει, Οὐκ ἔξεστί σοι. Βλέπεις πῶς κατὰ φύσιν τῇ ἀρετῇ τὸ ἄρχειν τῆς κακίας; Ἀλλ' ὑπὲρ τούτων ἐμβάλλεται εἰς δεσμωτήριον ὁ δίκαιος· γίνεται τὸ πικρὸν ἐκεῖνο συμπόσιον, καὶ εἴσεισιν ὀρχούμενον τὸ κοράσιον ἐν μέσῳ τοῦ συμποσίου, καὶ ἀρέσκει τῷ Ἡρώδῃ καὶ τοῖς συνανακειμένοις, ὥστε τὸν Ἡρώδην ὀμόσαι, Αἴτησαι ὃ θέλεις, καὶ δώσω σοι, ἕως ἡμίσους τῆς βασιλείας μου. Βλέπεις ποῦ τὴν βασιλείαν ἀπέῤῥιψεν; Ὃ ἐὰν αἰτήσῃς, δώσω σοι, καὶ ἕως ἡμίσους τῆς βασιλείας μου. Ἄθλιε καὶ ταλαίπωρε, οὕτω προδιεφθάρης τῆς διανοίας τοὺς ὀφθαλμούς; τοσούτου κρίνεις τὴν βασιλείαν ἀξίαν; ἅπαξ ὠρχήσατο τὸ κοράσιον, καὶ ἀπεδίδοσο τὸ ἥμισυ· ἐὰν δὲ δεύτερον ὀρχήσηται, τί ποιήσεις; Εὖξαι μὴ πάλιν αὐτὴν ὀρχήσασθαι, ἢ μὴ πάλιν ὀρχησαμένην εὐδοκιμεῖν· εἰ δὲ μὴ, λείπεταί σοι τὸ προσαιτεῖν. Οἱ γὰρ πρὸς τὰ