Ἀποδιδοὺς τοιγαροῦν τὴν αἰτίαν τοῦ μὴ θελῆσαι σαφῶς εἰπεῖν τὸν παρ' ᾧ κατέλυσεν· "Ἐπιθυμίᾳ, φησὶν, ἐπεθύμησα τοῦτο τὸ Πάσχα φαγεῖν μεθ' ὑμῶν." Ὅμοιον ὡς εἰ λέγοι· Πᾶσαν ἐθέμην σπουδὴν, ὅπως ἂν ἰσχύσω λαθεῖν τὴν τοῦ προδόντος ἀνοσιότητα, ἵνα μὴ πρόωρον ὑπομείνω τὸ πάθος. Πλὴν, οὐ μὴ φάγω τὸ Πάσχα τοῦτο, ἕως οὗ πληρωθῇ ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ. Ἔθος δὲ αὐτῷ βασιλείαν Θεοῦ ὀνομάζειν τὴν ἐν πίστει δικαίωσιν, τὴν διὰ τοῦ βαπτίσματος κάθαρσιν, καὶ τὴν τοῦ ἁγίου Πνεύματος μέθεξιν, καὶ τῆς ἐν πνεύματι λατρείας τὴν δύναμιν. Οὐκοῦν οὐ γεύσομαι, φησὶ, τοιούτου Πάσχα, τοῦ διὰ βρώσεως δηλονότι δηλουμένου τυπι κῶς, ἕως οὗ πληρωθῇ ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ· τουτ έστιν, ἀναδειχθέντος τοῦ καιροῦ, καθ' ὃν ἡ βασιλεία τῶν οὐρανῶν εὐαγγελίζηται. Πληροῦται γὰρ ἐν ἡμῖν τοῖς τὴν ὑπὲρ νόμον τιμῶσι λατρείαν, Πάσχα τὸ ἀλη θινόν. Καὶ οὐκ ἐξ ἀγέλης ἀμνὸς ἁγιάζει τοὺς ἐν Χριστῷ, αὐτὸς δὲ μᾶλλον ἁγίως ἱερουργούμενος διὰ τῆς μυστικῆς εὐλογίας, καθ' ἣν εὐλογούμεθα καὶ ζωοποιούμεθα. Γέγονε γὰρ ἡμῖν ἄρτος ζῶν, ὁ ἐξ οὐρανοῦ καταβὰς, καὶ ζωὴν διδοὺς τῷ κόσμῳ. (E f.153) Ἐν τῷ εἰς τὸ κατὰ Ματθαῖον Εὐαγγελίῳ οὕτω κεῖται· "Οὐ μὴ πίω ἀπάρτι ἐκ τούτου γενή ματος τοῦ ἀμπέλου, ἕως τῆς ἡμέρας ἐκείνης ὅταν αὐτὸ πίνω μεθ' ὑμῶν ἐν τῇ βασιλείᾳ τοῦ Πατρός μου." (A f. 280) Ἀσταχύων γὰρ οἷά τις ἀπαρχὴ, καὶ νέος ὥσπερ καρπὸς ἐν εἴδει δράγματος, νοεῖται Χρι στὸς, ὁ πρωτότοκος ἐκ νεκρῶν, ἡ τῆς ἀναστά σεως καὶ ἡμῖν ὁδὸς, ὁ πάντα πρὸς καινότητα μετα στοιχειῶν, καὶ παλαιότητος ἀπαλλάττων. Ἀνεκομί ζετο δὲ τὸ δράγμα ἔναντι Κυρίου. Ἐγηγερμένος γὰρ ἐκ νεκρῶν ὁ Ἐμμανουὴλ, ὁ νέος τῆς ἀνθρωπότητος καὶ ὡς ἐν ἀφθαρσίᾳ καρπὸς, ἀναβέβηκεν εἰς τὸν οὐ ρανὸν, ἵνα ἐμφανισθῇ νῦν ὑπὲρ ἡμῶν τῷ προσώπῳ τοῦ Θεοῦ καὶ Πατρός. Καὶ οὐχὶ δὴ πάντως ἑαυτὸν εἰς ὄψιν ἄγων αὐτοῦ· σύνεστι γὰρ ἀϊδίως καὶ οὐκ ἂν ἀπολιμπάνοιτο τοῦ Πατρὸς, ὡς Θεός· ὡς ἐν ἑαυτῷ 72.908 δὲ μᾶλλον εἰς ὄψιν ἄγων ἡμᾶς τοὺς ἔξω προσώπου καὶ ἐν ὀργῇ, διὰ τὴν ἐν Ἀδὰμ παράβασιν, καὶ τὴν καθ' ἡμῶν τυραννήσασαν ἁμαρτίαν. Ὅρα δὲ ὅπως ἡμῖν ὁ νόμος καὶ τὸν τῇ ἀναστάσει πρέποντα προανετύπου καιρὸν, τουτέστι τὴν τρίτην ἡμέραν· "Τῇ γὰρ ἐπαύριον τῆς πρώτης, φησὶν, ἀνοίσει τὸ δράγμα ὁ ἱερεὺς ἔναντι Κυρίου." Εἰσκεκόμικε δὲ παραχρῆμα τῆς ἁγίας ἡμῖν Πεντηκοστῆς προανατύ πωσιν ἐναργῆ, ἑπτὰ χρῆναι λέγων ἐπαριθμεῖν ἑβδο μάδας, τῇ τοῦ δράγματος ἀνακομιδῇ. Μετὰ γάρ τοι τὴν ἀναστάσιμον τοῦ Σωτῆρος ἡμέραν, ἑπτὰ συνεί ροντες ἑβδομάδας, τὴν ἐπαύριον Πεντηκοστὴν ἑορτά ζομεν οἱ πεπιστευκότες. 9Καὶ λαβὼν ἄρτον, εὐχαριστήσας ἔκλασε· καὶ ἔδω κεν αὐτοῖς, λέγων· Τοῦτό ἐστι τὸ σῶμά μου, κ.τ.λ.9 (A f. 281, δ φ. 73) Εὐχαριστεῖ μὲν, τουτέστιν, ἐν σχήματι προσευχῆς διαλέγεται τῷ Θεῷ Πατρὶ, κοι νωνὸν ὥσπερ αὐτὸν καὶ συνευδοκητὴν ἀποφαίνων τῆς δοθησομένης ἡμῖν εὐλογίας ζωοποιοῦ. Πᾶσα γὰρ χάρις καὶ πᾶν δώρημα τέλειον ἐφ' ἡμᾶς ἔρχεται παρὰ Πατρὸς δι' Υἱοῦ ἐν ἁγίῳ Πνεύματι. Τύπος δὲ ἦν ἄρα τὸ δρώμενον εἰς ἡμᾶς αὐτοὺς, τῆς ὀφειλού σης προσανατείνεσθαι λιτῆς, εἰ μέλλοι προτίθεσθαι παρ' ἡμῶν τῆς μυστικῆς καὶ ζωοποιοῦ δωροφορίας ἡ χάρις, ὃ δὴ καὶ δρᾷν εἰθίσμεθα. Προσαναπέμποντες γὰρ τὰς εὐχαριστίας, καὶ ὁμοῦ τῷ Θεῷ καὶ Πατρὶ δοξολογοῦντες τὸν Υἱὸν σὺν τῷ ἁγίῳ Πνεύματι, πρόσ ιμεν οὕτω ταῖς ἁγίαις τραπέζαις· πιστεύοντές τε ὅτι ζωοποιούμεθα καὶ εὐλογούμεθα καὶ σωματικῶς καὶ πνευματικῶς. ∆εχόμεθα γὰρ ἐν αὑτοῖς τὸν ἐνανθρωπήσαντα δι' ἡμᾶς τοῦ Θεοῦ Πατρὸς Λό γον, ὅς ἐστι ζωὴ καὶ ζωοποιός. Εἶτα τίς ἐστιν ὁ τοῦ καθ' ἡμᾶς μυστηρίου λόγος, ὡς ἔνι ζητήσωμεν. Ἔκτισε τοίνυν ὁ τῶν ὅλων Θεὸς ἐπὶ ἀφθαρσίᾳ τὰ πάντα· καί εἰσιν αἱ γενέσεις τοῦ κόσμου σωτήριοι· φθόνῳ δὲ διαβόλου θάνατος εἰσ ῆλθεν εἰς τὸν κόσμον· παρεκόμισε γὰρ εἰς παρά βασιν καὶ παρακοὴν τὸν πρῶτον ἄνθρωπον, καὶ ταύ της ἕνεκα τῆς αἰτίας ὑπὸ θείαν ἀράν. Εἴρηται γὰρ πρὸς αὐτόν· "Γῆ εἶ