153
καὶ τὸν Ῥαδάμανθυν ὑπέθετο τῶν τετελευτηκότων δικαστὰς ἔσεσθαι, ὁ δὲ θεῖος λόγος μαρτύρεται πάντας δεῖν παραστήσεσθαι τῷ βήματι τοῦ θεοῦ, «ἵνα κομίσηται ἕκαστος 12.6.24 τὰ διὰ τοῦ σώματος πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθὸν εἴτε φαῦλον.» καὶ πάλιν· «Ἐν ἡμέρᾳ φησίν ὅτε κρινεῖ ὁ θεὸς τὰ κρυπτὰ τῶν ἀνθρώπων, ὃς ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ, τοῖς μὲν καθ' ὑπομονὴν ἔργου ἀγαθοῦ δόξαν καὶ τιμὴν καὶ ἀφθαρσίαν ζητοῦσι ζωὴν αἰώνιον, τοῖς δ' ἐξ ἐριθείας καὶ ἀπιστοῦσι τῇ ἀληθείᾳ, πειθομένοις δὲ τῇ ἀδικίᾳ ὀργὴ καὶ θυμός· θλῖψις καὶ στενοχωρία ἐπὶ πᾶσαν ψυχὴν ἀνθρώπου τοῦ κατεργαζομένου τὸ κακόν, Ἰουδαίου τε πρῶτον καὶ Ἕλληνος· οὐ γάρ ἐστι διαστολή.»
12.7.1 ζʹ. ΟΤΙ ΜΗ ∆ΕΟΙ ΕΙΣ ΠΑΝΤΑΣ ΕΚΦΕΡΕΙΝ ΤΑ ΣΕΜΝΑ ΤΩΝ ΤΗΣ ΑΛΗΘΕΙΑΣ ∆ΟΓΜΑΤΩΝ
«Εὐλαβοῦ μέντοι μή ποτε ἐκπέσῃ ταῦτα εἰς ἀνθρώπους ἀπαιδεύτους· σχεδὸν γάρ, ὡς ἐμοὶ δοκεῖ, οὐκ ἔστι τούτων πρὸς τοὺς πολλοὺς καταγελαστότερα ἀκούσματα οὐδ' αὖ πρὸς τοὺς εὐφυεῖς θαυμαστότερά τε καὶ ἐνθουσιαστικώτερα. πολλάκις δὲ λεγόμενα καὶ ἀεὶ ἀκουόμενα καὶ πολλὰ ἔτη μόγις ὥσπερ χρυσὸς ἐκκαθαίρεται μετὰ πολλῆς πραγματείας.» Καὶ παρ' ἡμῖν ὁ σωτήριος λόγος φησί· «Μὴ δῶτε τὸ ἅγιον τοῖς κυσὶ μηδὲ βάλητε τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν τῶν χοίρων» καί· «Ψυχικὸς γὰρ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ πνεύματος τοῦ θεοῦ· μωρία γὰρ αὐτῷ ἐστι.» ηʹ. ΟΠΟΙΟΥΣ ∆ΕΙΝ Ο ΠΛΑΤΩΝ ΦΗΣΙ ΤΟΥΣ ΑΡΧΟΝΤΑΣ ΚΑΘΙΣΤΑΝΑΙ· ΟΤΙ Ι∆ΙΩΤΑΣ ΚΑΙ ΑΓΡΑΜΜΑΤΟΥΣ ΕΙ ΜΟΝΟΝ ΤΟ ΗΘΟΣ ΚΕΚΟΣΜΗΜΕΝΟΙ ΕΙΕΝ·
ΑΠΟ ΤΟΥ Γʹ ΤΩΝ ΝΟΜΩΝ «Καὶ δὴ καὶ ἑνὸς ἀνδρὸς ὁπόταν καλοὶ ἐν ψυχῇ λόγοι ἐνόντες μηδὲν ποιῶσι πλέον, ἀλλὰ δὴ τούτοις γοῦν τοὐναντίον. ταύτας πάσας ἀμαθίας τὰς πλημμελεστάτας ἔγωγ' ἂν θείην πόλεώς τε καὶ ἑνὸς ἑκάστου τῶν πολιτῶν, ἀλλ' οὐ τὰς τῶν δημιουργῶν, εἰ ἄρα μου καταμανθάνετε, ὦ ξένοι, ὃ λέγω. Μανθάνομέν τε, ὦ φίλε, καὶ ξυγχωροῦμεν ὃ λέγεις. 12.8.2 Τοῦτο μὲν τοίνυν οὕτω κείσθω δεδογμένον καὶ λεγόμενον, ὡς τοῖς ταῦτα ἀμαθαίνουσι τῶν πολιτῶν οὐδὲν ἐπιτρεπτέον ἀρχῆς ἐχόμενον καὶ ὡς ἀμαθέσιν ὀνειδιστέον, ἂν καὶ πάνυ λογιστικοί τε ὦσι καὶ πάντα τὰ κομψὰ καὶ ὅσα πρὸς τάχος τῆς ψυχῆς πεφυκότα διαπεπονημένοι ἅπαντα, τοὺς δὲ τοὐναντίον ἔχοντας τούτοις ὡς σοφούς τε προσρητέον, ἂν καί, τὸ λεγόμενον, μήτε γράμματα 12.8.3 μήτε νεῖν ἐπίστωνται, καὶ τὰς ἀρχὰς δοτέον ὡς ἔμφροσι. πῶς γὰρ ἄν, ὦ φίλοι, ἄνευ ξυμφωνίας γένοιτ' ἂν φρονήσεως καὶ τὸ σμικρότατον εἶδος; οὐκ ἔστιν. ἀλλ' ἡ καλλίστη καὶ μεγίστη τῶν ξυμφωνιῶν μεγίστη δικαιότατα λέγοιτ' ἂν σοφία, ἧς ὁ μὲν κατὰ λόγον ζῶν μέτοχος, ὁ δ' ἀπολειπόμενος οἰκοφθόρος καὶ περὶ πόλιν οὐδαμῆ σωτήρ, ἀλλὰ πᾶν τοὐναντίον ἀμαθαίνων εἰς ταῦτα ἑκάστοτε φανεῖται.» 12.8.4 Ταῦτα μέν μοι ἀπὸ τῶν Νόμων κείσθω. ὁ δ' αὐτὸς καὶ ἐν Πολιτικῷ περὶ τοῦ μὴ πάνυ τι περὶ τὰ ὀνόματα καὶ τὰς λέξεις σπουδάζειν τάδε φησί· «Καλῶς, ὦ Σώκρατες· κἂν διαφυλάξῃς τὸ μὴ σπουδάζειν ἐπὶ τοῖς ὀνόμασι, πλουσιώτερος εἰς τὸ γῆρας ἀναφανήσῃ φρονήσεως.»
12.9.1 θʹ. ΟΤΙ ∆ΕΟΙ ΦΕΥΓΕΙΝ ΤΑΣ ΑΡΧΑΣ· ΑΠΟ ΤΟΥ ΠΡΩΤΟΥ ΤΗΣ
ΠΟΛΙΤΕΙΑΣ