153
παρόντα κεχηνότες, κἂν μυριάκις πλουτῶσι, κἂν δυναστείαν ὦσι περιβεβλημένοι πολλὴν, ἐν τάξει δούλων καὶ ἀνδραπόδων τοῖς τὴν ἀρετὴν μετιοῦσίν εἰσιν. Ἔστω γάρ τις βασιλεὺς πονηρὸς, καὶ ἰδιώτης χρηστός· ἴδωμεν τίς τίνος κύριός ἐστι, καὶ ποῦ τὰ τῆς δεσποτείας διαλάμπει· καὶ τίς ὁ κρατῶν, καὶ τίς ὁ κρατούμενος. Πῶς οὖν εἰσόμεθα τοῦτο; Ἐπιτάττει τῷ ἰδιώτῃ ὁ βασιλεὺς πονηρόν τι πρᾶγμα, καὶ πλημμελείας γέμον· τί οὖν ὁ χρηστὸς ἰδιώτης καὶ ὑπήκοος; Οὐ μόνον οὐκ εἴξει οὐδὲ ὑπακούσεται, ἀλλὰ πειράσεται καὶ τὸν ἐπιτάττοντα ἀπαγαγεῖν τοῦ προκειμένου, κἂν ἀποθανεῖν δέῃ. Τίς οὖν ἐλεύθερος; ὁ ποιῶν ὃ βούλεται, καὶ μηδὲ τὸν βασιλέα δεδοικὼς, ἢ ὁ παρὰ τοῦ ὑπηκόου καταφρονούμενος; Ὥσπερ γὰρ ὁ αἰχμάλωτος, κἂν μυρίον ἔχῃ πλοῦτον, διὰ τοῦτο αὐτὸ μάλιστα πᾶσιν εὐάλωτός ἐστιν· οὕτω καὶ ὁ ὑπὸ τῶν παθῶν ἁλισκόμενος, κἂν αὐτὸ περικέηται τὸ διάδημα, ἀράχνης πάσης ἐστὶν εὐτελέστερος. Τί τοίνυν ἐλεεινότερον γένοιτο τῶν τὴν κακίαν μετιόντων, ὅταν καὶ αὐτῆς τῆς προσηγορίας τοῦ καλεῖσθαι ἄνθρωποι ἀποστερῶνται, καὶ τιμωρίαν ὑπέχωσιν, ὅτι πολλὰς ἀπὸ τῆς φύσεως ἀφορμὰς δεξάμενοι, ταύτας προδεδώκασιν, ἑκόντες ὑποσυρέντες, καὶ πρὸς τὴν κακίαν αὐτομολήσαντες; Εἰ γὰρ ὁ τὸ δοθὲν ἀποδιδοὺς πονηρὸς, ἐπεὶ μὴ ἐδιπλασίασεν, ὁ καὶ τοῦτο διαφθείρας, τί ἀκούσεται; Εἰ ἐκεῖνος δεθεὶς 63.763 ἐξηνέχθη, ὅπου ὁ βρυγμὸς τῶν ὀδόντων, ἡμεῖς τι πεισόμεθα μυρίων ἡμᾶς ἑλκόντων ἐπ' ἀρετὴν, ἀναδυόμενοι καὶ ὀκνοῦντες; οὐχ ὁρᾷς τὸ εὐτελὲς τοῦ βίου καὶ τὸ ἄδηλον τῆς ζωῆς, καὶ τὸν ἐν τοῖς παροῦσι πόνον; Μὴ γὰρ τὴν μὲν ἀρετὴν μετὰ πόνου, τὴν δὲ κακίαν ἄνευ πόνων ἔστι μετελθεῖν; Εἰ οὖν καὶ ἐνταῦθα καὶ ἐκεῖ πόνος, διὰ τί μὴ ταύτην εἵλου τὴν πολὺ κέρδος ἔχουσαν; Μὴ οὖν, ἐὰν ἱερέα ἴδῃς ἀνάξιον, τὴν ἱερωσύνην διάβαλλε· οὐ γὰρ τὸ πρᾶγμα διαβάλλειν δεῖ, ἀλλὰ τὸν κακῶς τῷ καλῷ κεχρημένον· ἐπεὶ καὶ Ἰούδας προδότης ἐγένετο, ἀλλ' οὐ κατηγορία τοῦτο τῆς ἀποστολῆς, ἀλλὰ τῆς ἐκείνου γνώμης· καὶ ἰατροὶ πολλοὶ δήμιοι ἐγένοντο, καὶ δηλητήρια δεδώκασιν ἀντὶ φαρμάκων· ἀλλ' οὐ τὴν τέχνην διαβάλλω, ἀλλὰ τὸν κακῶς τῇ τέχνῃ χρησάμενον· καὶ ναῦται πολλοὶ κατεπόντισαν πλοῖα, ἀλλ' οὐχ ἡ ναυτιλία, ἀλλ' ἡ κακὴ γνώμη ἐκείνων. Ἀνάγκη μὲν ἐλθεῖν τὰ σκάνδαλα, φησί· πλὴν οὐαὶ τῷ ἀνθρώπῳ ἐκείνῳ δι' οὗ τὰ σκάνδαλα ἔρχεται. Τί οὖν; ἡ πρόῤῥησις αὐτοῦ τὰ σκάνδαλα ἄγει; Οὐχ ἡ πρόῤῥησις αὐτοῦ, ἄπαγε, οὐδὲ ἐπειδὴ προεῖπεν, διὰ τοῦτο γίνεται, ἀλλ' ἐπειδὴ πάντως ἔμελλεν ἔσεσθαι, διὰ τοῦτο προεῖπεν· ὡς εἴ γε μὴ ἐβούλοντο οἱ φέροντες αὐτὰ πονηρεύεσθαι, οὐδ' ἂν ἦλθον· εἰ δὲ μὴ ἔμελλον ἔρχεσθαι, οὐδ' ἂν προεῤῥήθη· ἐπειδὴ δὲ ἐκακούργησαν ἐκεῖνοι, καὶ ἀνίατα ἐνόσησαν, ἦλθον, καὶ προλέγει τὸ μέλλον ἔσεσθαι. Καὶ εἰ διωρθώθησαν ἐκεῖνοι, φησὶ, καὶ μηδεὶς ἦν ὁ τὰ σκάνδαλα κομίζων, οὐκ ἔμελλεν ὁ λόγος οὗτος ψευδὴς ἀναλίσκεσθαι; Οὐδαμῶς· οὐ γὰρ ἂν ἐλέχθη· εἰ γὰρ ἔμελλον διορθοῦσθαι πάντες, οὐκ ἂν εἶπεν, ὅτι Ἀνάγκη ἐλθεῖν· ἀλλ' ἐπειδὴ προῄδει ἀδιορθώτους ἐσομένους οἴκοθεν, διὰ τοῦτο εἶπεν ὅτι πάντως ἥξουσι. Καὶ τίνος ἕνεκεν αὐτοὺς οὐκ ἀνεῖλε, φησίν; Ὅτι οὐκ ἐκεῖθεν οἱ βλαπτόμενοι ἀπόλλυνται, ἀλλ' ἐκ τῆς ἑαυτῶν ῥᾳθυμίας· εἰ δὲ παρὰ σκάνδαλα ἡ ἀπώλεια, πάντας ἀπολέσθαι ἔδει. Ὥστε ἂν νήφωμεν, οὐ μικρὸν ἐντεῦθεν καρπούμεθα κέρδος, τὸ διηνεκῶς ἐγρηγορέναι. Εἰ γὰρ καὶ πολεμίων ὄντων καὶ τοσούτων πειρασμῶν ἐπικειμένων καθεύδομεν, τίνες ἂν εἴημεν ἐν ἀδείᾳ ζῶντες; Καὶ, εἰ βούλει, τὸν πρῶτον ἄνθρωπον σκόπει. Εἰ γὰρ ὀλίγον χρόνον, τάχα δὲ οὐδὲ ἡμέραν ὅλην ἐν τῷ παραδείσῳ ζήσας, καὶ τρυφῆς ἀπολαύσας, εἰς τοσοῦτον ἤλασε κακίας, ὡς καὶ ἰσοθεΐαν φαντασθῆναι, καὶ τὸν ἀπατεῶνα εὐεργέτην νομίσαι, καὶ μηδεμιᾶς κατασχεῖν ἐντολῆς· εἰ καὶ τὸν ἐφεξῆς βίον ἔζη, τί οὐκ ἂν εἰργάσατο; Ὅταν γὰρ ἅπαξ τις ἐλευθερωθεὶς τῶν κακῶν μὴ σωφρονισθῇ, πολλῷ χαλεπώτερα πείσεται τῶν προτέρων. Καὶ γὰρ ἀπὸ πολλῶν τοῦτον σωφρονισθῆναι ἔδει, ἀπό τε τοῦ παθεῖν πρότερον, ἀπό τε τοῦ ἀπαλλαγῆναι, ἀπό τε τοῦ προσδοκᾷν χείρονα πείσεσθαι, εἰ μὴ μεταβάλλοιτο· ὅταν δὲ μηδενὶ τούτων γένηται βελτίων, πῶς οὐ πολλῷ χαλεπώτερα