154
Τῆς παρ' Ἑβραίοις γραφῆς πρῶτον εἰσαγούσης Μωσέα παραιτούμενον τὴν τοῦ λαοῦ προστασίαν δι' ὧν πρὸς τὸν χρηματίζοντα ἔφησε· «∆έομαι, κύριε, προχείρισαι ἄλλον τὸν δυνάμενον, ὃν ἀποστελεῖς» κἄπειτα τὸν Σαοὺλ κρυπταζόμενον πρὸς τὸ μὴ ἀναδέξασθαι τὴν βασιλείαν καὶ τὸν προφήτην Ἱερεμίαν ὑποπαραιτούμενον, ἐπάκουσον ὅπως καὶ ὁ Πλάτων τὸ εὔλογον τῆς παραιτήσεως συνίστησι, λέγων οὕτως· 12.9.2 «Οὐκοῦν, ὦ Θρασύμαχε, τοῦτο ἤδη δῆλον, ὅτι οὐδεμία τέχνη οὐδὲ ἀρχὴ τὸ αὑτῇ ὠφέλιμον παρασκευάζει, ἀλλ', ὅπερ πάλαι ἐλέγετο, τὸ τῷ ἀρχομένῳ καὶ παρασκευάζει καὶ ἐπιτάττει, τὸ ἐκείνου ξυμφέρον ἐλάττονος ὄντος 12.9.3 σκοποῦσα, ἀλλ' οὐ τὸ τοῦ κρείττονος. διὰ δὴ ταῦτα ἔγωγε, ὦ φίλε Θρασύμαχε, καὶ ἄρτι ἔλεγον μηδένα ἐθέλειν ἑκόντα ἄρχειν καὶ τὰ ἀλλότρια κακὰ μεταχειρίζεσθαι ἐπανορθοῦντα, ἀλλὰ μισθὸν αἰτεῖν, ὅτι μέλλων καλῶς τῇ τέχνῃ πράξειν οὐδέποτε αὑτῷ τὸ βέλτιστον πράττει οὐδ' ἐπιτάττει κατὰ τὴν τέχνην ἐπιτάττων, ἀλλὰ τῷ ἀρχομένῳ. ὧν δὴ ἕνεκα, ὡς ἔοικε, μισθὸν δεῖ ὑπάρχειν τοῖς μέλλουσιν ἐθελήσειν ἄρχειν, ἢ ἀργύριον ἢ τιμήν, ἢ ζημίαν, ἐὰν μὴ ἄρχῃ.»
12.10.1 ιʹ. ΠΕΡΙ ΤΟΥ ΚΑΤΑ ΠΛΑΤΩΝΑ ∆ΙΚΑΙΟΥ Τῶν παρ' Ἑβραίοις λογίων τοὺς παρ' αὐτοῖς προφήτας καὶ δικαίους ἄνδρας ὕβρεις ἐσχάτας καὶ προπηλακισμοὺς πάντα τε κίνδυνον εὐθαρσῶς ὑπομεῖναι διδασκόντων, τὰ συνῳδὰ τῆς Πλάτωνος καὶ περὶ τούτου δόξης μάθοις ἂν ἀπὸ τῶνδε αὐτοῦ τῶν φωνῶν, ἃς ἐν τῷ δευτέρῳ τέθειται τῆς Πολιτείας· 12.10.2 «Τὸν δ' οὖν τοιοῦτον θέντες τὸν δίκαιον αὖ παρ' αὐτὸν ἱστῶμεν τῷ λόγῳ, ἄνδρα ἁπλοῦν καὶ γενναῖον, κατ' Αἰσχύλον οὐ δοκεῖν, ἀλλ' εἶναι ἀγαθὸν ἐθέλοντα. ἀφαιρετέον δὲ τὸ δοκεῖν. εἰ γὰρ δόξει δίκαιος εἶναι, ἔσονται αὐτῷ τιμαὶ καὶ δωρεαὶ δοκοῦντι τοιούτῳ εἶναι. ἄδηλον οὖν εἴτε τοῦ δικαίου εἴτε τῶν δω12.10.3 ρεῶν τε καὶ τιμῶν ἕνεκα τοιοῦτος εἴη. γυμνωτέος δὴ πάντων πλὴν δικαιοσύνης καὶ ποιητέος ἐναντίως διακείμενος τῷ προτέρῳ· μηδὲν γὰρ ἀδικῶν δόξαν ἐχέτω τῆς μεγίστης ἀδικίας, ἵνα βεβασανισμένος ᾖ εἰς δικαιοσύνην τῷ μὴ τέγγεσθαι ὑπὸ κακοδοξίας καὶ τῶν ἀπ' αὐτῆς γιγνομένων· ἀλλ' ἔστω ἀμετάστατος μέχρι θανάτου, δοκῶν μὲν εἶναι ἄδικος διὰ βίου.» 12.10.4 Καὶ μετὰ βραχέα ἐπιλέγει· «Λεκτέον οὖν· καὶ δή, κἂν ἀγροικοτέρως λέγηται, μὴ ἐμὲ οἴου λέγειν, ὦ Σώκρατες, ἀλλὰ τοὺς ἐπαινοῦντας πρὸ δικαιοσύνης ἀδικίαν. ἐροῦσι δὲ τάδε, ὅτι οὕτω διακείμενος ὁ δίκαιος μαστιγώσεται, στρεβλώσεται, δεδήσεται, ἐκκοπήσεται τὼ ὀφθαλμώ, τελευτῶν πάντα κακὰ παθὼν ἀνασκινδυλευθήσεται καὶ γνώσεται ὅτι οὐκ εἶναι δίκαιον, ἀλλὰ δοκεῖν δεῖ ἐθέλειν.» 12.10.5 Ταῦτα λόγοις ὁ Πλάτων· ἔργοις δὲ πολὺ πρότερον οἱ παρ' Ἑβραίοις δίκαιοι καὶ προφῆται μνημονεύονται τὰ εἰρημένα πάντα πεπονθέναι, οἵ γε δικαιότατοι ὄντες ὡς ἀδικώτατοι «ἐλιθάσθησαν, ἐπρίσθησαν, ἐν φόνῳ μαχαίρας ἀπέθανον, περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, κακουχούμενοι, ἐν ἐρημίαις πλανώμενοι καὶ ὄρεσι καὶ σπηλαίοις 12.10.6 καὶ ταῖς ὀπαῖς τῆς γῆς, ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος.» καὶ οἱ ἀπόστολοι δὲ τοῦ σωτῆρος ἡμῶν τὴν ἀνωτάτω δικαιοσύνην τε καὶ εὐσέβειαν μετιόν τες, δόξαν δ' ἀδικίας παρὰ τοῖς πολλοῖς περιβαλλόμενοι, ὁποῖα ἔπασχον αὐτῶν πάρεστιν ἐπακοῦσαι λεγόντων· «Θέατρον ἐγενήθημεν τῷ κόσμῳ καὶ ἀγγέλοις καὶ ἀνθρώποις» καί· «Μέχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν καὶ διψῶμεν καὶ γυμνητεύομεν καὶ κολαφιζόμεθα καὶ ἀστατοῦμεν· λοιδορούμενοι εὐλογοῦμεν, διωκόμενοι ἀνεχόμεθα, δυσφημούμενοι παρακαλοῦμεν· 12.10.7 ὡς περικαθάρματα τοῦ κόσμου ἐγενήθημεν.» ἀλλὰ καὶ εἰσέτι δεῦρο οἱ γενναῖοι